← 辛普里丘

亚里士多德《物理学》注释

§1286.4-1287.16

连续运动的中途点与折返运动中的休止

辛普利丘遵照亚里士多德的论述阐明,在连续运动中途中的点仅处于潜能而非现实,因此不存在到达、脱离或休止。进而他注析道,在端点折返的运动中,该点现实地兼具界限与起点的双重功能,因而到达与脱离之间必然介入休止,并对比了亚历山大与他本人对图示字母设定的不同解读。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.77

" Οὐκ ἄρα θετέον, ὅτε τὸ Α ἐγένετο κατὰ τὸ Β ἕως τοῦ ἐνταῦθα μὲν οὖν οὕτω λέγειν ἀδύνατον ἐπὶ τοῦ συνεχοῦς." Ἐντεῦθεν ἡ ἀρχὴ τῆς λύσεως ἀπὸ τῶν ἤδη δεδειγμένων ἐπιχειροῦσα. λέγει δέ, ὅτι οὐ χρὴ τιθέναι τὸ Α κινούμενον ἐπὶ τῆς ΕΓ γεγονέναι ἐν τῷ Β ὅλως, ὥστε λέγειν, ὡς ὁ ἀπορῶν ἔλεγεν, ὅτι ὅτε τὸ Α ἐγένετο κατὰ τὸ Β, τότε τὸ Δ ἅμα ἀπὸ τοῦ Ζ ἄκρου κινεῖσθαι. εἰ γὰρ ἐγένετο ἐπὶ τοῦ Β τὸ Α, καὶ ἀπεγένετο ἂν ὄντως ἀπ’ αὐτοῦ καὶ οὐχ ἅμα ἄμφω, ἀλλ’ ἦν τις χρόνος μεταξὺ καὶ ἠρεμία, καὶ ὁ ἀπορῶν λόγος ἰσχυρὸς ἂν εἴη. ἀλλ’ εἰ συνεχὴς ὁμοίως ἡ κίνησις ἦν καὶ τοῦ Α ὥσπερ τοῦ Δ, καὶ τὸ Α ἐν τῷ Β οὔτε ἐν χρόνῳ οὔτε γενήσεται ὅλως ἐν τῷ Β, ἀλλὰ ἀντὶ τοῦ γενέσθαι ἔσται, καὶ ἀντὶ τοῦ ἐν χρόνῳ ἐν τῷ νῦν.1 τὸ γὰρ συνεχῶς κινούμενον ἔστι μὲν καθ’ ἕκαστον τῶν δυνάμει τέως σημείων, καὶ ἔστιν οὐκ ἐν χρόνῳ, ἀλλ’ ἐν τῷ νῦν, ὅ ἐστι πέρας χρόνου. διὸ οὔτε γίνεται ἔν τινι τῶν τοιούτων οὔτε ἀπογίνεται, ὥστε ἐπὶ μὲν τῆς συνεχοῦς κινήσεως τῆς ἐπὶ συνεχοῦς μεγέθους γινομένης ἀδύνατον λέγειν, γίνεσθαι κατά τι τῶν ἐν τῷ συνεχεῖ σημείων τὸ κινούμενον ἐπ’ αὐτοῦ, διότι μηδὲ ἔστιν ἐνεργείᾳ τι τούτων τῶν σημείων, ἀλλὰ δυνάμει μόνον.

“因此不可设定,当Α到达Β时……直至……因此在这里对于连续者而言不可能这样说。” 从这里开始了解答,它是从已经证明的事项出发着手的。他说,绝不应当设定在ΕΓ上运动的Α已经在Β中生成,以至于像提出疑难者所说的那样说:当Α到达Β时,那时Δ同时从端点Ζ运动。因为如果Α已经在Β上生成,它也就确实会从中脱离,而且两者不是同时发生,而是中间曾有某种时间和休止,这样提出疑难的论证就会是有力的。但是,如果Α的运动同样像Δ的运动那样是连续的,那么Α在Β中既不会在时间中,也绝不会在Β中生成,而是将存在而非生成,并且将处于现在而非在时间中。因为连续运动者是在各个直到那时仍处于潜能中的点上存在,并且它不是在时间中,而是在作为时间界限的现在中。因此它既不在这类点的任何一个之中生成,也不从中脱离,以至于在连续量上发生的连续运动中,不可能说在其上运动者是在该连续者之中的某个点上生成,因为这些点中没有哪一个现实地存在,而仅仅潜能地存在。

§8.78

"Ἐπὶ δὲ τοῦ ἀνακάμπτοντος ἕως τοῦ ἐκεῖ γὰρ ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν." Δείξας, ὅπως ἐπὶ τοῦ συνεχῶς κινουμένου οὐκ ἔστι λέγειν τὸ γίνεσθαι καὶ ἀπογίνεσθαι, ἐπάγει ὅτι ἐπὶ τοῦ ἐπὶ τὸ πέρας ἐλθόντος καὶ ἀνακάμπτοντος ἀνάγκη λέγειν τὸ γεγονέναι τε αὐτὸ ἐν τῷ πέρατι καὶ ἀπογεγονέναι· οὐκέτι γὰρ τὸ πέρας τῆς εὐθείας δυνάμει ἐστὶν ὡς ἦν τὰ μεταξύ, ἀλλ’ ἔστιν ἐνεργείᾳ. διὸ καὶ γενέσθαι ἐν τῷ πέρατι ἀνάγκη, καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ. καὶ δείκνυσι τοῦτο πάλιν διὰ τῆς τῶν στοιχείων ἐκθέσεως, ἐναλλάξας, ὥς φησιν ὁ Ἀλέξανδρος, τὰ στοιχεῖα, καὶ ποιήσας νῦν τὸ Η κινούμενον, ὥσπερ πρότερον τὸ Δ, καὶ τὸ Δ πέρας νῦν τῆς εὐθείας, ὥσπερ πρότερον ἦν τὸ Η. καὶ λέγει, ὅτι τὸ Η ἐλθὸν ἐπὶ τὸ πέρας τὸ Δ, ὅταν ἀνακάμψῃ πάλιν ἀπ’ αὐτοῦ, τῷ ἑνὶ σημείῳ ὡς δυσίν (ὡς γὰρ ἀρχῇ καὶ πέρατι) κέχρηται, τοῦτο δὲ ἦν τὸ γενέσθαι καὶ ἀπογενέσθαι. διὸ ἐξ ἀνάγκης δεῖ αὐτὸ τὸν μεταξὺ χρόνον τῶν νῦν, τοῦ τε ἐν ᾧ ἐγένετο ἐν τῷ πέρατι τῷ Δ καὶ τοῦ ἐν ᾧ ἀπεγένετο, ἀνακάμψαν ἀπ’ αὐτοῦ ἠρεμῆσαι. οὕτω μὲν ὁ Ἀλέξανδρος τὴν ἐναλλαγὴν τῶν στοιχείων ἐξεδέξατο. μήποτε δὲ τὸ Δ τὸ κινούμενον ὥσπερ πρότερον ἐπ’ ἄκρου τέθεικε τῆς ΖΗ εὐθείας,2 ἵνα ἀπὸ τοῦ ἄκρου κινούμενον αὐτὸ λάβῃ, οὕτω καὶ νῦν ἐν τῷ ἄκρῳ φυλάξας ἀντὶ τοῦ ἄκρου τῆς εὐθείας αὐτὸ παρέλαβεν, τὸ δὲ Η, ὃ πέρας ἦν τῆς εὐθείας πρότερον ἐπὶ τὴν ἀρχὴν τῆς εὐθείας, τουτέστιν ἐπὶ τὸ Δ κινούμενον ἔλαβεν, ἵνα τὴν ἀνάκαμψιν ἐν τῇ ἀρχῇ ποιήσας τὴν ἀρχὴν ἅμα καὶ ὡς πέρας λάβῃ, ὡς εἴ γε τὸ πέρας ἅμα καὶ ὡς ἀρχὴν ἐβούλετο λαβεῖν, τὸ Δ ἂν ἐπὶ τὸ Η ἐκίνησεν.3 ὅτι δὲ μὴ ἅμα οἷόν τε αὐτὸ γεγονέναι ἐν τῷ Δ καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ, ἔδειξεν εἰπών· ἐκεῖ τε γὰρ ἂν ἅμα εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ νῦν. τὸ γὰρ γεγονὸς ἔν τινι καὶ ἀπογεγονός, ὅτε μὲν γέγονεν ἐν αὐτῷ, ἔστιν ἐν αὐτῷ, ὅτε δὲ ἀπογέγονεν καὶ ἀπελήλυθεν ἀπ’ αὐτοῦ, οὐκέτι ἔστιν ἐν αὐτῷ. εἰ οὖν λέγοι τις ἐν τῷ νῦν τῷ ἀδιαιρέτῳ γεγονέναι τέ τι ἔν τινι καὶ ἀπογεγονέναι, ἅμα ἂν καὶ ἐν τῷ αὐτῷ νῦν λέγοι εἶναί τε ἐν τῷ αὐτῷ τι καὶ μὴ εἶναι, καθ’ ὅσον μὲν γέγονεν, εἶναι, καθ’ ὅσον δὲ ἀπογέγονε, μὴ εἶναι.

“但对于折返者而言……直至……因为在那种情况下它就会在同一个现在中同时存在又不存在。” 在表明了对于连续运动者而言如何不能说生成与脱离之后,他接着指出,对于到达界限并折返者而言,必然要说它本身已经在界限中生成并且已经从中脱离;因为直线的界限不再像中间的诸点那样处于潜能中,而是处于现实中。因此必然既在界限中生成,又从中脱离。他再次通过字母的列举表明了这一点,如亚历山大所言,他互换了字母,现在将Η设定为运动者,正如先前设定Δ那样,并将Δ现在设定为直线的界限,正如先前设定Η那样。他说,当到达界限Δ的Η再次从它折返时,它是把一个点当作两个点来使用(即作为起点和界限),而这就是生成与脱离的意思。因此,它必然要在诸现在的中间时间里——即它在界限Δ中生成的现在与它脱离的现在之间的那段时间里——在从它折返后处于休止。亚历山大便是这样理解字母的互换的。但或许正如先前他把运动的Δ置于直线ΖΗ的端点,以便把它当作从端点运动者那样,现在他也同样把它保留在端点,取它以代替直线的端点,而将先前作为直线界限的Η当作向直线的起点即向Δ运动者,以便在起点处进行折返,从而把起点同时作为界限来取;因为如果他确实想把界限同时作为起点来取,他本会使Δ向Η运动。至于它不可能同时在Δ中生成并从中脱离,他通过说“因为在那种情况下它就会在同一个现在中同时存在又不存在”表明了这一点。因为在某物中生成并已脱离者,当它在其中生成时,它是在其中存在,而当它已经脱离并离开它时,它就不再在其中存在。因此,如果有人说在不可分割的现在中某物既在某物中生成又从中脱离,他就会是说在同一个现在中某物同时在同一事物中存在又不存在:就它已经生成而言是存在,而就它已经脱离而言则是不存在。

语法注3 条
  1. 8.77ἀντὶ τοῦ γενέσθαι ἔσται, καὶ ἀντὶ τοῦ ἐν χρόνῳ ἐν τῷ νῦν

    并列对比结构“ἀντὶ τοῦ A, B”在此重复出现。在后半句“ἀντὶ τοῦ ἐν χρόνῳ ἐν τῷ νῦν”中省略了谓语动词 ἔσται,需补充理解为“在时间之中的替代,它将在现在之中”。此处旨在对比需要时间的生成(γενέσθαι/ἐν χρόνῳ)与在不可分割的时间界限中的瞬时存在(εἶναι/ἔσται/ἐν τῷ νῦν)。

  2. 8.78μήποτε δὲ τὸ Δ τὸ κινούμενον ὥσπερ πρότερον ἐπ’ ἄκρου τέθεικε τῆς ΖΗ εὐθείας

    此处的 μήποτε 并非疑问代词,而是引出注释者本人委婉推测或假说(“或许……”)的习用表达。在刚刚介绍完亚历山大关于字母互换(ἐναλλαγή)的解释之后,辛普利丘借此提出自己对亚里士多德图示字母设定的另一种解读。

  3. 8.78ὡς εἴ γε τὸ πέρας ἅμα καὶ ὡς ἀρχὴν ἐβούλετο λαβεῖν, τὸ Δ ἂν ἐπὶ τὸ Η ἐκίνησεν

    ὡς 引出解释性理由,其后是一个与过去事实相反的虚拟条件句(条件从句用未完成过去直陈式 ἐβούλετο,主句用 ἄν 搭配不定过去直陈式 ἐκίνησεν):“因为如果他确实想要把界限同时作为起点来取,他本会使Δ向Η运动[而事实并非如此]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1286.4-1287.16