← 辛普里丘

亚里士多德《物理学》注释

§1285.13-1286.3

休止有无导致的离开中点与到达终点时间差

辛普利丘引用亚历山大的注疏阐明了亚里士多德文句中的含混之处,解释了两个以等速同时出发的物体如何由于其中之一存在休止而在离开中点及到达终点的时间上产生先后差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.76#2

ὁ δὲ Ἀριστοτέλης λαβὼν γραμμὰς τὴν ΕΓ καὶ ΖΗ * * * τὴν τὸ Ζ. ἀσαφὲς δὲ ὂν τὸ ἐπὶ τοῦ Δ ῥηθέν (τὸ γὰρ πρότερον ὁρμῆσαν καὶ ἀπελθὸν πρότερον ἐλθεῖν ἀνάγκη) καλῶς ὁ Ἀλέξανδρος ἐσαφήνισεν· “οὐ γὰρ τοῦτο λέγει, ὅπερ ἄν τις ὑπολάβοι, ὅτι οὐχ ἅμα ἤρξαντο τοῦ κινεῖσθαι τὸ Α καὶ τὸ Δ· καὶ γὰρ καὶ κεῖται ἅμα ἀρχόμενα, καὶ εἰ μὴ ἅμα ἄρχοιτο, οὐδὲν ἂν ἄτοπον εἴη τὸ συναγόμενον, ἀλλ’ ὃ λέγει τοῦτό ἐστι, τὸ Α καὶ τὸ Δ ὁμοῦ ἀρξάμενα ἀπὸ τοῦ Ε1 καὶ Ζ, ἰσοταχῶς φερόμενα ἔρχεται, τὸ μὲν Α ἐπὶ τὸ Β, τὸ δὲ Δ ἐπί τι ἄλλο σημεῖον, ἀνὰ λόγον ὂν τῷ Β ἐν τῇ ΖΗ εὐθείᾳ καὶ τὸ ἴσον διεστηκὸς ἀπὸ τοῦ Ζ, ᾧ διέστηκε τὸ Β ἀπὸ τοῦ Ε. ἀπὸ δὲ τούτων τῶν σημείων, τοῦ τε Β καὶ τοῦ ἀνὰ λόγον αὐτῷ ἐν τῇ ΖΗ εὐθείᾳ, οὐκέτι ἅμα ἀποχωροῦσι τό τε Α καὶ τὸ Δ, διότι τὸ Α γινόμενον καὶ ἀπογινόμενον ἐν τῷ Β ὑποτεθὲν ἀνάγκη καὶ ἠρεμηκέναι ἐν αὐτῷ, τὸ δὲ Δ μὴ ὑποτεθὲν γίνεσθαι ἐν τῷ ἀνὰ λόγον τῷ Β σημείῳ, ἀλλ’ εἶναι μόνον ἐν τοῖς δυνάμει σημείοις συνεχῶς ἐπὶ τῆς εὐθείας κινούμενον οὐκ ἀνάγκη ἠρεμεῖν. ἅμα οὖν ἐλθόντα ἐπὶ τὰ ἀνὰ λόγον σημεῖα οὐχ ἅμα ἀποχωρεῖ τό τε ἠρεμοῦν καὶ τὸ μὴ ἠρεμοῦν, ἀλλὰ τὸ μὴ ἠρεμοῦν πρῶτον· ἰσοταχῶν δὲ ὄντων ἀνάγκη τὸ πρότερον ἀπελθὸν ἀπὸ τοῦ μέσου, εἰ τύχοι, πρότερον ἐλθεῖν ἐπὶ τὸ τέλος.” καὶ τὴν αἰτίαν αὐτὸς εἶπεν διὰ τοῦ οὐχ ἅμα ἄρα γέγονε τὸ Α ἐπὶ τῷ Β καὶ ἀπογέγονεν ἀπ’ αὐτοῦ· οὐ γὰρ ἅμα γέγονε τὸ Α ἐπὶ τῷ Β καὶ ἀπογέγονεν ἀπ’ αὐτοῦ, διότι καὶ ἠρέμησεν ἐν αὐτῷ· ὑστερίζειν ἄρα αὐτὸ ἀνάγκη· εἰ γὰρ ἅμα, οὐχ ὑστεριεῖ. ἀνάγκη δὲ ὑστερίζειν διὰ τὸ ἠρεμεῖν ἐν τῷ Β. καὶ ἐκεῖνο δὲ πρὸ τούτων τῶν ῥητῶν ἀσάφειαν ἔχει τινὰ ἅμα δὲ εἴη τὸ Α ἐπὶ τῷ Β σημείῳ καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Ζ ἄκρας πρὸς τὸ Η.2 πῶς γὰρ ἅμα τὸ Α ἐπὶ τῷ Β καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Ζ ἄκρας, εἴπερ ἅμα ἤρξαντο τὸ μὲν Α ἀπὸ τοῦ Ε, τὸ δὲ Δ ἀπὸ τοῦ Ζ· ἀλλ’ ἔοικεν λέγειν· ‘ὅτε τὸ Α ἐπὶ τῷ Β σημείῳ ἠρέμει, τότε τὸ Δ ἀπὸ τῆς Ζ ἄκρας πρὸς τὸ Η συνεχῶς κινούμενον φέρεται, καὶ οὐκ ἠρεμεῖ που ὡς τὸ Α κατὰ τὴν ὑπόθεσιν.’

亚里士多德设定了线ΕΓ与ΖΗ[……包含Ζ的线]。但由于关于Δ所说的话(“因为先行出发并离开者必然先行到达”)并不明晰,亚历山大很好地阐明了它:“因为他的意思并不是某人可能会以为的那样,即Α与Δ并非同时开始运动;因为它们已被设定为同时开始,并且如果它们不是同时开始,所推导出的结论就根本不会是荒谬的;但他所说的乃是:Α与Δ从Ε和Ζ同时开始,以等速运行,分别到达——Α到达Β,而Δ到达在直线ΖΗ上与Β对应的另一个点,该点与Ζ相隔的距离等于Β与Ε相隔的距离。然而,从这些点出发,即从Β以及在直线ΖΗ上与其对应的点出发,Α与Δ就不再同时离开,因为Α既然被假定为在Β中生成并脱离,就必然也在其中休止过,而Δ既然未被假定为在与Β对应的点上生成,而只是〔被假定为〕在直线上连续运动时处于潜能之点中,就不必然休止。因此,虽然它们同时到达了各自对应的点,但休止者与不休止者却并不同时离开,而是不休止者先离开;在等速的情况下,比如从中点先行离开者,必然先行到达终点。”而他本人也通过“因此Α并未同时在Β上生成并从中脱离”说明了原因;因为Α并未同时在Β上生成并从中脱离,乃是由于它在其中也休止过了;因此它必然落后;因为若是同时,就不会落后。而由于在Β中休止,它必然落后。此外,在这些话之前的那句话也有某种含混之处:“与此同时,设Α在点Β上,而Δ从端点Ζ向Η运动”。因为如果Α从Ε、Δ从Ζ确实是同时开始的,怎么可能同时Α在Β上而Δ正从端点Ζ运动呢?但他似乎是说:‘当Α在点Β上休止时,那时Δ正从端点Ζ向Η连续运动着,而并不像假定中的Α那样在某处休止。’

语法注2 条
  1. 8.76τὸ ἴσον διεστηκὸς ἀπὸ τοῦ Ζ, ᾧ διέστηκε τὸ Β ἀπὸ τοῦ Ε

    关系代词 ᾧ 是表示差异程度的与格,与前置的 τὸ ἴσον 相应,指示相等的空间距离,意为“相差之量等于Β距Ε的距离”。

  2. 8.76ἅμα δὲ εἴη τὸ Α ἐπὶ τῷ Β σημείῳ καὶ τὸ Δ φέροιτο ἀπὸ τῆς Ζ ἄκρας πρὸς τὸ Η

    两个希求法动词 εἴη 和 φέροιτο 属于直接引用的亚里士多德原文中的几何设定从句(“设Α在……而Δ正在……”),用于表达假设而非独立愿望。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1285.13-1286.3