← 辛普里丘

亚里士多德《物理学》注释

§1284.18-1285.13

解决关于中点上生成与脱离的难题

本节注解亚里士多德《物理学》262b8,提出了一个疑难(若假定两个等速运动物体之一在中间点生成并脱离,则二者将无法同时走完全程),并通过区分连续运动中仅仅处于某点与在其中生成并脱离的不同,从而解决了这一难题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.76#1

" Διὸ καὶ πρὸς τὴν ἀπορίαν τοῦτο λεκτέον ἕως τοῦ ἀλλὰ ἀνάγκη ἔσται ἵστασθαι." Δείξας, ὅτι τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον ἀπ’ αὐτοῦ ἀνάγκην ἔχει στῆναι ἐν αὐτῷ, ἀπορίαν πρὸς τοῦτο φερομένην ἐπάγει, καὶ λύει τὴν ἀπορίαν τὸ ἀδιορίστως ἐν αὐτῇ ληφθὲν διοριζόμενος. καὶ ἡ μὲν ἀπορία βραχέως καὶ ἀσαφῶς ὑπ’ αὐτοῦ τεθεῖσα τοιοῦτον ἔχει τὸ κεφάλαιον· εἰ ἀνάγκη τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον ἀπ’ αὐτοῦ χρόνον τινὰ ἠρεμεῖν ἐν αὐτῷ, συμβήσεται τὰ ἰσοταχῶς κινούμενα ἐπὶ ἴσων εὐθειῶν ἅμα ἀρξάμενα κινεῖσθαι οὐχ ἅμα διιέναι τὰς ἴσας εὐθείας, ὅπερ ἄτοπον· ὥστε καὶ τὸ ἡγούμενον ἄτοπον τὸ τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον χρόνον τινὰ ἠρεμεῖν.1 τὸ δὲ εἰρημένον ἄτοπον συμβαίνει, ἐὰν τῶν ἰσοταχῶς κινουμένων τὸ μὲν ληφθῇ γεγονέναι καὶ ἀπογεγονέναι κατά τι τῶν μεταξὺ σημείων, τὸ δὲ μὴ ληφθῇ. ἐὰν γὰρ ᾖ δύο τινὰ ἰσοταχῶς κινούμενα, οἷον τὰ Α Δ ἐπὶ δύο τινῶν εὐθειῶν ἴσων τῆς τε Ε καὶ τῆς Ζ, ληφθῇ δὲ τὸ Α τὸ ἐπὶ τῆς ΕΓ ἔν τινι τῶν μεταξὺ τοῦ Ε καὶ τοῦ Γ σημείων, οἷον τῷ Β [οἷον] μὴ μόνον ὄν, ἀλλὰ καὶ γινόμενον καὶ ἀπογινόμενον, εἰ τὸ γεγονὸς ἔν τινι καὶ ἀπογεγονὸς χρόνον τινὰ τὸν μεταξὺ τῶν δύο νῦν, τοῦ τε ἐν ᾧ γίνεται καὶ τοῦ ἐν ᾧ ἀπογίνεται, ἠρεμεῖν ἀνάγκη, ἀκολουθήσει τὸ θᾶττον τὸ Δ τὴν ΖΗ εὐθεῖαν κινεῖσθαι2 τὸ ἰσοταχές τε ὂν τῷ Α καὶ ἅμα ἠργμένον τῆς κινήσεως. τοῦτο δὲ συνέβη διὰ τὸ ἐπὶ μὲν τοῦ Α λαβεῖν τὸ καὶ γεγονέναι καὶ ἀπογεγονέναι ἐπί τινος τῶν μεταξὺ τῶν ΕΓ σημείων, ἐπὶ δὲ τοῦ Δ μηδὲν τοιοῦτο προσλαβεῖν, ἀλλὰ συνεχῆ τὴν κίνησιν ἐᾶσαι· ὥστε καὶ τὰ μεταξὺ τῶν ΖΗ σημεῖα δυνάμει εἶναι, καὶ τὸ Δ συνεχῶς κινούμενον εἶναι μόνον ἐπὶ τῶν σημείων, ἀλλὰ μὴ γίνεσθαι καὶ ἀπογίνεσθαι. εἰ οὖν οὕτω καὶ τὸ Α τὸ ἰσοταχὲς τῷ Δ ληφθείη συνεχῶς κινούμενον, οὐκέτι ἐπακολουθεῖ τὸ θᾶττον τὸ Δ διεξελθεῖν τὴν ΖΗ ἢ τὸ Α τὴν ΕΓ· ἀμφότερα γὰρ ὁμοίως διεξέρχεται ὄντα ἐν τοῖς μεταξὺ σημείοις τοῖς δυνάμει, ἀλλ’ οὐχὶ τοῦ ἑτέρου γινομένου ἔν τινι αὐτῶν καὶ ἀπογινομένου· οὐ γὰρ ἀνάγκη τὸ ἔν τινι ὂν καὶ γίνεσθαι ἐν αὐτῷ καὶ ἀπογίνεσθαι, ὅπερ ὁ ἀπορῶν λόγος ἐπὶ τοῦ ἑτέρου τῶν κινουμένων τοῦ Α λαβὼν συνῆγεν τὸ μὴ ἀληθῶς ἀποδεδεῖχθαι τὸ ἠρεμεῖν μεταξὺ χρόνον τινὰ τὸ γινόμενον καὶ ἀπογινόμενον.

“因此针对这一疑难也必须这样说”直至“但停止将是必然的”。 在指明在某物之中生成并从中脱离之物必然在其中停止之后,他引入了针对此点提出的一个疑难,并通过对其中未加限定而被认取的事物做出区分,从而解决了该疑难。由他简要而含混地提出的这一疑难,其要点如下:如果凡在某物之中生成并从中脱离之物必然在其中休止一段时间,那么其结果将是,在相等的直线上以等速运动的事物,即便同时开始运动,也不会同时通过这些相等的直线,而这是荒谬的;因此其前件——即在某物之中生成并脱离之物休止一段时间——也是荒谬的。然而所说的这种荒谬在如下情况下发生:在等速运动的事物中,一个被认取为在中间诸点的某一处已生成并脱离,而另一个则未被如此认取。因为如果有两个等速运动的事物,例如Α和Δ,在两条相等的直线Ε[Γ]和Ζ[Η]上运动,且在ΕΓ上的Α被认取为在Ε与Γ之间的某一中间点上(例如Β)不仅存在,而且生成并脱离——如果已在某物之中生成并脱离之物必然在这两个‘现在’(即其生成于其中的‘现在’与其脱离的‘现在’)之间的中间时间内休止,那么就会得出结论:与Α等速且同时开始运动的Δ,在直线ΖΗ上运动得更快。而发生这种情况,是由于对Α认取了它在ΕΓ之间的某个点上既已生成又已脱离,而对Δ则未追加任何这类假定,反而听任其运动保持连续;以至于ΖΗ之间的点处于潜能之中,而连续运动的Δ仅仅是处于这些点上,却既不生成也不脱离。因此,如果与Δ等速的Α也被同样认取为连续运动,那么就不会再得出Δ通过ΖΗ快于Α通过ΕΓ的结论;因为两者是在处于潜能中的中间诸点之中以类似的方式通过,而并非其中之一在它们当中的某一点生成并脱离;因为在某物之中的事物,并不必然也在其中生成并脱离——提出疑难的论证正是对运动的事物之一Α认取了〔在某物之中的事物也在其中生成并脱离〕这一点,从而推导出:生成并脱离之物在中间的某段时间内休止这一点并未得到真正的论证。

语法注2 条
  1. 8.76ὥστε καὶ τὸ ἡγούμενον ἄτοπον τὸ τὸ γινόμενον ἔν τινι καὶ ἀπογινόμενον χρόνον τινὰ ἠρεμεῖν

    双重定冠词 τὸ τὸ ... 中,前一个 τὸ 将随后的整个不定词短语(τὸ γινόμενον ... ἠρεμεῖν)名词化,作为逻辑学术语 τὸ ἡγούμενον(“前件”)的同位语;后一个 τὸ 则是与分词 γινόμενον 搭配的冠词。

  2. 8.76ἐὰν γὰρ ᾖ δύο τινὰ ... ληφθῇ δὲ ... εἰ τὸ γεγονὸς ... ἀκολουθήσει τὸ θᾶττον τὸ Δ τὴν ΖΗ εὐθεῖαν κινεῖσθαι

    复合嵌套条件句结构。主句核心是 ἀκολουθήσει(“将得出结论……”)带领带定冠词的宾格不定词短语 τὸ θᾶττον τὸ Δ τὴν ΖΗ εὐθεῖαν κινεῖσθαι 作为其主语。在此主结论之前,由连接语气引导的条件从句(ἐὰν ... ᾖ ... ληφθῇ δέ)构成大前提,其内部又嵌入了一个直陈条件的附加前提(εἰ ... ἀνάγκη)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1284.18-1285.13