- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1283.5-1284.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了下述论证:若连续运动之物在中间各点生成并脱离,就会荒谬地在所有点上停顿;进而指出在折返运动中,事物因将折返点双重地用作终点和起点而必然发生休止,并由此引出对随后一个疑难的解答。
ὡς γὰρ ἡ γραμμὴ κατὰ σημεῖον τῶν ἐν αὐτῇ ὅ ἐστιν ἀμερὲς διαιρεῖται, οὕτω καὶ ὁ χρόνος κατὰ τὸ νῦν. εἰπὼν δέ, ὅτι τὸ συνεχῶς φερόμενον κατ’ οὐδὲν τῶν ἐν τῇ γραμμῇ σημείων γίνεται ἢ ἀπογίνεται, δείκνυσι τοῦτο ἐκ τοῦ, καθ’ ὃ ἂν σημεῖον γίνηται ἢ ἀπογίνηται, ἵστασθαι αὐτὸ ἀνάγκη.1 ὥστε κατὰ πάντα ἀεὶ στήσεται τὸ συνεχῶς κινούμενον, ὅπερ ἀδύνατον. ὅτι γὰρ τὸ γινόμενόν που καὶ ἀπογινόμενον ἵσταται, δῆλον ἐκ τοῦ μὴ δύνασθαί τι ἐν τῷ αὐτῷ νῦν γενέσθαι τε καὶ ἀπογενέσθαι ἔν τινι· ἅμα γὰρ ἂν εἴη τε καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ· ἐν ἄλλῳ οὖν νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ τῶν νῦν χρόνος μεταξύ, ἐπεὶ μὴ ἔχεται ἀλλήλων τὰ νῦν, τὸν μεταξὺ τοῦτον χρόνον εἴη ἂν ἠρεμοῦν ἐπὶ τοῦ σημείου, ἐν ᾧ κεῖται γεγονέναι τε καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ. εἰ δὲ καθ’ ἕκαστον τῶν ἐν τῇ εὐθείᾳ σημείων τοῦτο ποιεῖ (τί γὰρ μᾶλλον ἐπὶ τούτου ἢ ἐπὶ ἑτέρου;) εἴη ἂν ἠρεμοῦν ἐπὶ τῆς εὐθείας τὸ συνεχῶς ἐπ’ αὐτῆς κινούμενον, οὗ τί ἂν εἴη ἀλογώτερον; τὸ δὲ ἐν ἄλλῳ ἄρα σημείῳ χρόνου εἶπεν, ὡς ἴσον τῷ ἐν ἄλλῳ νῦν· τὸ γὰρ νῦν τὸ ἐν τῷ χρόνῳ ἀνὰ λόγον ἐστὶ σημείῳ τῷ ἐν τῇ γραμμῇ. Εἰπὼν δέ, ὅπως ἔχει τὸ συνεχῶς κινούμενον ἐπὶ τῆς εὐθείας, καὶ δείξας ὅτι ἐν οὐδενὶ σημείῳ τῶν μεταξὺ γίνεται καὶ ἀπογίνεται, ἀλλὰ μόνον ἐστὶ κατὰ ταῦτα ἐν τῷ νῦν, ὅταν δέ, φησί, τὸ φερόμενον τὸ Α χρήσηταί τινι τῶν μεταξὺ σημείων οἷον τῷ Β ὡς μέσῳ, τουτέστιν ὡς ἀρχῇ καὶ τελευτῇ, τότε ἀνάγκη στῆναι ἐν αὐτῷ· ἀνάγκη δὲ ἐκείνῳ χρῆσθαι τῷ σημείῳ οὕτως, ἀφ’ οὗ ἀνακάμπτει· ἀνάγκη ἄρα στῆναι ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει. ὅπερ ἐξ ἀρχῆς δεῖξαι προέκειτο, τὸ δὲ διὰ τὸ δύο ποιεῖν, ὥσπερ ἂν εἰ καὶ νοήσειεν, ἴσον ἐστὶ τῷ ‘οὕτω γὰρ τὸ ἓν τῷ ἀριθμῷ δύο ποιεῖ τῇ στάσει.’ οὐ γὰρ δὴ διαιρεῖ τὸ σημεῖον ἀδιαίρετον ὄν, ἀλλὰ δὶς αὐτῷ χρῆται, ποτὲ μὲν ὡς πέρατι ποτὲ δὲ ὡς ἀρχῇ, διὰ τὸ ἵστασθαι ἐν αὐτῷ. πῶς δὲ τὸ ἓν δύο ποιεῖ δεικνύς, προσέθηκεν ὥσπερ ἂν εἰ καὶ νοήσειεν· ἔκειτο γὰρ τὸ οὕτω γινόμενον δύο τῷ λόγῳ γίνεσθαι δύο. εἶπεν γὰρ καὶ τῷ μὲν ἀριθμῷ ἕν, τῷ λόγῳ δὲ δύο, τουτέστι τῇ νοήσει. ὡς γὰρ ὁ τῇ ἐπινοίᾳ τῷ αὐτῷ ὡς δυσὶ χρησάμενος καὶ ποτὲ μὲν ὡς πέρας αὐτὸ λαβών, ποτὲ δὲ ὡς ἀρχήν, οὐ διῄρηκε μὲν τὸ ᾧ κέχρηται τῷ αὐτῷ πρὸς ἄμφω χρησάμενος, τρόπον δέ τινα τὸ ἓν δύο τῇ ἐπινοίᾳ πεποίηκεν, οὕτω καὶ τὸ ἐπιστὰν ἐπ’ αὐτοῦ καὶ ὡς ἀρχῇ αὐτῷ καὶ πέρατι χρησάμενον. δείξας δέ, ὅπως τοῖς μεταξὺ τῶν ἄκρων σημείοις χρῆται τὸ συνεχῶς κινούμενον, ὅτι οὐχ ὡς πέρατι καὶ ἀρχῇ τῷ αὐτῷ, ἀλλ’ ἔστι καθ’ ἕκαστον ἐν τῷ νῦν καὶ ἀχρόνως, ἐπιφέρει, ὅτι οὐκέτι ὁμοίως χρῆται καὶ τῷ κατὰ τὴν ἀρχὴν τῆς εὐθείας σημείῳ καὶ τῷ κατὰ τὸ πέρας· τὰ μὲν γὰρ μεταξὺ σημεῖα δυνάμει ἦν ἐν τῇ γραμμῇ καὶ ἐδεῖτο πρὸς τὸ ἐνεργείᾳ γίνεσθαι τοῦ διαιρήσοντος τῇ στάσει τὴν εὐθεῖαν. τὰ δὲ ἐπὶ τῶν ἄκρων ἐνεργείᾳ ἐστί. διὸ καὶ ἀνάγκη τὸ ἐπὶ τῆς εὐθείας κινούμενον τῆς μὲν ἀρχῆς ἀπογίνεσθαι, ὅταν δὲ κινηθῇ τὴν πᾶσαν ἐπὶ τοῦ πέρατος γίνεσθαι· κἂν ἀνακάμπτῃ, δεήσει ἀπογενέσθαι ἀπὸ τούτου, ἐν ᾧ γέγονε. τὸ δὲ γεγονὸς ἔν τινι καὶ ἀπογεγονὸς ἀπ’ αὐτοῦ ἀνάγκη ἐν αὐτῷ ἠρεμηκέναι τὸν μεταξὺ τῶν νῦν χρόνον, τοῦ τε ἐν ᾧ ἐγένετο ἐν αὐτῷ καὶ τοῦ ἐν ᾧ ἀπεγένετο ἀπ’ αὐτοῦ. ὥστε πᾶν τὸ ἀνακάμπτον ἀνάγκη ἠρεμεῖν ἐν τῷ τελευταίῳ, ἀφ’ οὗ ἀνακάμπτει. τοῦτο μὲν οὖν ἐστι τὸ δεικνύμενον. ὁ δὲ ἀγαγὼν τὸν λόγον ἐπὶ τοῦτο, ὅτι τὸ ἐπὶ τῆς εὐθείας κινούμενον ἀπογίνεται μὲν τῆς ἀρχῆς, γίνεται δὲ ἐν τῷ πέρατι πρὸ τοῦ τὸ ἑπόμενον τούτῳ θεῖναι, ὅτι ἀνακάμπτον ἀπὸ τοῦ πέρατος ἀνάγκη αὐτὸ πρῶτον ἠρεμεῖν ἐν αὐτῷ, ἀπορίαν τινὰ δοκοῦσαν ἀπορεῖσθαι λύει2 τοῖς νῦν εἰρημένοις καὶ δεδειγμένοις προσχρώμενος.
因为正如线在其上作为无部分的点处被分割一样,时间也是在‘现在’处被分割。在指出连续被运送之物在线上的诸点中任何一点既不生成也不脱离之后,他通过这一事实论证了这一点:即在它生成或脱离的任何点上,它都必然停止。从而连续运动之物将在所有[点]上总是停止,而这是不可能的。因为在某处生成并脱离之物会停止,这一点从下述事实来看是显而易见的:事物不可能在同一个‘现在’中在某物之中既生成又脱离;因为若是这样,它就会同时在又不在同一事物之中;因此是在一个‘现在’和另一个‘现在’中。而如果是这样,且由于诸‘现在’彼此并不相接,在所有诸‘现在’之间都有时间,那么它就会在这段中间的时间中休止于那被假定它已生成且从中脱离的点上。但如果它在直线上的各个点上都这样做(因为凭什么在这个点上比在另一个点上更是如此?),在其上连续运动之物就会在直线上休止,而有什么能比这更荒谬呢?他说“因而在时间的另一个点上”,其意等于“在另一个‘现在’中”;因为时间中的‘现在’与线上的点是成比例的。 在指明在直线上连续运动之物具有何种状态,并论证了它在中间诸点的任何一点上既不生成也不脱离,而仅仅是在‘现在’中位于这些点上之后,他说,另一方面,当被运送的Α将中间诸点之一(例如Β)用作中项,亦即用作起点和终点时,那时就必然在其上停止;而将它从中折返的那个点这样使用乃是必然的;因此必然在它从中折返的那个[点]上停止——这正是从一开始就被提出来要加以论证的事情。而“通过形成两个,正如如果人去思想也是如此”这句话,其意等于“因为通过停止,它以这种方式使数目上为一者成为两个。” 因为它决没有分割不可分割的点,而是通过在其上停止,两次使用它,一次作为终点,另一次作为起点。在表明它如何使一成为二时,他补充道“正如如果人去思想也是如此”;因为原已假定以这种方式成为二者乃是在定义上成为二。因为他也说过“在数目上是一,但在定义上是二”,亦即在思想中是二。因为正如在设想中将同一事物用作二者、一次将它取为终点而另一次取为起点的人,通过对两者使用同一事物并未分割他所使用的东西,而是在某种方式下在设想中使一成为二,停在它之上并将它用作起点和终点之物亦是如此。 在指明了连续运动之物如何使用两极端之间的诸点——即并非将同一事物用作终点和起点,而是在‘现在’中且无时间地处于各点上——之后,他补充道,它不再以类似的方式使用直线起点处的点和终点处的点。因为中间诸点在潜能上存在于线中,且为了在现实中生成,需要那通过停止来分割直线的事物;但两极端处的[点]则在现实中存在。因此,在直线上运动之物脱离起点,并在运动完全程时生成于终点,也是必然的;且如果它折返,它也将必须从它所生成的这一个[点]中脱离。但在某物之中生成并从中脱离之物,必然在诸‘现在’之间的时间中在其中休止,亦即在它生成于其中与它从中脱离的这两个‘现在’之间的时间中休止。所以凡折返之物,必然在它从中折返的最后那个[点]上休止。这正是所要论证的事情。而在将论证引导到这一点——即在直线上运动之物脱离起点而生成于终点——之后,在确立随之而来的结论(即从终点折返之物必然首先在其中休止)之前,他利用刚才所陈述和论证的诸点,解决了一个看似构成疑难的问题。
- 8.75δείκνυσι τοῦτο ἐκ τοῦ, καθ’ ὃ ἂν σημεῖον γίνηται ἢ ἀπογίνηται, ἵστασθαι αὐτὸ ἀνάγκη
在由介词引导的冠词不定式短语 ἐκ τοῦ [ἵστασθαι αὐτὸ ἀνάγκη (补充 εἶναι)](“从……必然停止这一事实出发”)内部,嵌入了关系从句 καθ’ ὃ ἂν σημεῖον γίνηται ἢ ἀπογίνηται(“在它生成或脱离的任何点上”)。
- 8.75ὁ δὲ ἀγαγὼν τὸν λόγον ἐπὶ τοῦτο, ὅτι τὸ ἐπὶ τῆς εὐθείας κινούμενον ἀπογίνεται μὲν τῆς ἀρχῆς, γίνεται δὲ ἐν τῷ πέρατι πρὸ τοῦ τὸ ἑπόμενον τούτῳ θεῖναι, ὅτι ἀνακάμπτον ἀπὸ τοῦ πέρατος ἀνάγκη αὐτὸ πρῶτον ἠρεμεῖν ἐν αὐτῷ, ἀπορίαν τινὰ δοκοῦσαν ἀπορεῖσθαι λύει
该句的句法主干是 ὁ δὲ ἀγαγών(主语)…… λύει(主动词)。在修饰分词的介词短语 ἐπὶ τοῦτο 之后接有同位语 ὅτι 从句,且在主动词 λύει 之前插入了介词短语 πρὸ τοῦ …… θεῖναι(及其附属的 ὅτι 从句),从而构成了主语与动词之间的大跨度隔开。
