- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1281.33-1283.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了运动之物在直线上的某点停止与现实中项的产生是互为相随的。他还阐明,连续运动之物并非在中间点上“生成”,而仅仅在各个“现在”中存在,因而它在这些点上处于时间之中并非严格意义上的,而只是偶性的。
εἰ δὲ καὶ τῶν ἄκρων ἑκάτερον ὡς ἄμφω ληφθείη καὶ ὡς ἀρχὴ καὶ ὡς πέρας, οἷον τῆς ἄνωθεν κάτω εὐθείας, καὶ τὸ ἄνω πρὸς μὲν τὸ ἀπ’ αὐτοῦ κινούμενον ἀρχή, πρὸς δὲ τὸ ἐπ’ αὐτὸ τέλος, καὶ τὸ κάτω ὁμοίως, ἔσται καὶ τὸ μέσον ἄμφω πρὸς ἑκάτερον τῷ λόγῳ· τῷ γὰρ ἀριθμῷ ἕν ἐστι. τὰ δὲ ἐν τῇ εὐθείᾳ μεταξὺ τῶν ἄκρων σημεῖα, ἕως ἂν ὡς μία καὶ συνεχὴς ἡ εὐθεῖα λαμβάνηται, δυνάμει μόνον ἐστί, δυνάμει δὲ ὄντα οὐκ ἂν εἴη μέσα κυρίως. κυρίως γὰρ πᾶν ἐστι τὸ κατ’ ἐνέργειαν ὄν· γίνεται δὲ τὸ μέσον ἐνεργείᾳ, ὅταν τὸ κινούμενον ἐπὶ τῆς εὐθείας κατά τι τῶν ἐν αὐτῇ σημείων διέλῃ αὐτὴν τῇ ἑαυτοῦ στάσει. ἐκεῖνο γὰρ τὸ σημεῖον, καθ’ ὃ ἵσταται τὸ κινούμενον, ἐνεργείᾳ καὶ σημεῖον καὶ μέσον ἐγένετο, καὶ ἄμφω πρὸς ἑκάτερον τῶν ἄκρων τῷ λόγῳ. ἅμα οὖν στάσις τοῦ φερομένου καὶ κατ’ ἐνέργειαν μέσον, ὅ ἐστιν ἀρχὴ καὶ πέρας, καὶ ἅμα κατ’ ἐνέργειαν μέσον καὶ στάσις ἐπ’ αὐτοῦ. οὔτε γὰρ ἂν ἦν ἀρχὴ καὶ πέρας τὸ αὐτὸ πρὸς ἑκάτερον τῶν ἄκρων, τουτέστιν ἐνεργείᾳ μέσον τῷ κινουμένῳ, μὴ γενομένης στάσεως ἐπ’ αὐτοῦ καὶ διαιρεθέντος τοῦ συνεχοῦς ὑπὸ τῆς στάσεως, οὔτε στάσις ἂν ἐγίνετο ἐπ’ αὐτοῦ μὴ ὡς ἀρχῆς αὐτοῦ καὶ πέρατος λαμβανομένου, τουτέστιν ἐνεργείᾳ μέσου. ὥστε ἕπεται ταῦτα ἀλλήλοις τό τε κατ’ ἐνέργειαν μέσον καὶ ἡ ἐπ’ αὐτοῦ στάσις· τὸ γὰρ ἕν τι ὂν τῷ ἀριθμῷ δύο γίνεσθαι τῷ λόγῳ ἡ τοῦ κινουμένου στάσις δείκνυσι, τὸ δὲ συνεχῶς κινούμενον καὶ μηδαμοῦ ἱστάμενον οὔτ’ ἂν γεγονέναι ἔν τινι καὶ ἀπογεγονέναι ἀπ’ αὐτοῦ λέγοιτο (οὐδενὶ γὰρ ὡς πέρατι καὶ ἀρχῇ ἐχρήσατο), οὔτ’ ἂν μέσον τι ἐνεργείᾳ ποιοῖτο μενούσης συνεχοῦς καὶ ἀδιαιρέτου τῆς εὐθείας· τὸ γὰρ γενόμενον ἔν τινι ἀνάγκη καὶ ἠρεμῆσαί τινα χρόνον ἐν αὐτῷ· οὐ γὰρ δυνατὸν ἅμα καὶ ἐν τῷ αὐτῷ νῦν γενέσθαι τε ἔν τινι καὶ ἀπογενέσθαι ἀπ’ αὐτοῦ, ὡς ἐρεῖ μετ’ ὀλίγον, καὶ ἐλθεῖν τε καὶ ἀπελθεῖν· ἅμα γὰρ ἂν εἴη καὶ οὐκ εἴη ἐν τῷ αὐτῷ· ὥστε ἐν ἄλλῳ νῦν καὶ ἐν ἄλλῳ. εἰ δὲ τοῦτο, πάντων δὲ δυεῖν νῦν μεταξὺ χρόνος, τοῦτον ἂν εἴη ἠρεμοῦν1 ἐν ἐκείνῳ, ἐν ᾧ γέγονε καὶ οὐ ἀπογέγονε. τὸ δὲ συνεχῶς κινούμενον γεγονέναι μὲν κατά τι τῶν ἐν τῇ εὐθείᾳ σημείων οὐχ οἷόν τε. εἶναι δὲ ἂν κατὰ ταῦτα λέγοιτο οὐκ ἐν χρόνῳ, ἀλλὰ κατὰ τὰ ἐν τῷ χρόνῳ νῦν, ἃ πέρατά ἐστι χρόνου2 καὶ οὐ χρόνος· οὐ γὰρ εἴ τί ἐστιν ἔν τινι, ἐν χρόνῳ ἀναγκαῖον αὐτὸ εἶναι· εἰ γὰρ ἐν χρόνῳ τινὶ εἴη, καὶ ἠρεμεῖν ἀνάγκη ἐν αὐτῷ. καθ’ ἕκαστον οὖν τῶν νῦν ἐφ’ ἑκάστου ἐστὶ τῶν ἐπὶ τῆς εὐθείας σημείων. καὶ τὸ Α οὖν τὸ φερόμενον οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι ἐν τῷ Β,3 ἀλλὰ μόνον εἶναι ἐπ’ αὐτοῦ ἐν τῷ νῦν, ἀλλ’ οὐκ ἐν χρόνῳ τινί· ἀνὰ λόγον γάρ ἐστιν ὡς τὰ μεταξὺ σημεῖα ἐν τῇ εὐθείᾳ, οὕτω τὰ μεταξὺ νῦν ἐν τῷ χρόνῳ. κατὰ τὸ δυνάμει οὖν μόνον τὸ συνεχῶς κινούμενον ἔν τε τοῖς μεταξὺ σημείοις ἐστὶ καὶ ἐν τοῖς μεταξὺ νῦν. Εἰπὼν δέ, ὅτι ἐν οὐδενὶ χρόνῳ ἐστὶ τὸ συνεχῶς ἐπὶ τῆς εὐθείας κινούμενον κατά τι τῶν ἐν τῇ εὐθείᾳ σημείων, προσέθηκε πλὴν οὗ τὸ νῦν ἔστι διαίρεσις ἴσον λέγων τῷ κυρίως μὲν καὶ καθ’ αὑτὸ μὴ εἶναι ἐν χρόνῳ τὸ κινούμενον συνεχῶς ἐπὶ τῆς εὐθείας κατά τι τῶν ἐν αὐτῇ σημείων, κοινότερον μέντοι καὶ κατὰ συμβεβηκὸς δύνασθαι καθ’ ἕκαστον τῶν σημείων εἶναι λέγεσθαι ἐν χρόνῳ τῷ τῶν νῦν ἕκαστον, καθ’ ἅ ἐστιν ἐφ’ ἑκάστου τῶν σημείων τὸ κινούμενον ἐπὶ τῆς εὐθείας, ἐκείνου εἶναι τοῦ χρόνου, ἐν ᾧ διέξεισι τὴν εὐθεῖαν. τῷ γὰρ ἐν τῷ νῦν εἶναι, ὅ ἐστι διαίρεσις τοῦ χρόνου, τοῦτο λέγοιτο ἂν καὶ ἐν τῷ χρόνῳ εἶναι, οὗ τὸ νῦν ἐστιν, ἀλλ’ οὐ κυρίως· τὸ γὰρ νῦν οὐ μέρος τοῦ χρόνου ἐστίν, ἀλλὰ τομὴ αὐτοῦ, καθ’ ὃ τέμνεται καὶ δύναται τμηθῆναι ὁ χρόνος.
但如果两极端中的每一方也被在两方面取为既作为起点又作为终点,正如自上而下的直线那样,且上方对于从它出发运动之物而言是起点,对于朝向它运动之物而言是终点,下方亦同样如此,那么中项在定义上也对于每一方都将成为两者;因为在数目上它是一。而在两极端之间直线上的诸点,只要直线被取为一且连续的,就唯独在潜能中存在,而在潜能中存在者在严格意义上不会是中项。因为凡在现实中存在者才在严格意义上是[某物];而当在直线上运动之物因其自身的停止而在直线上诸点中的某一点将直线分开时,中项才在现实中生成。因为运动之物在其上停止的那个点,在现实中生成为点且生成为中项,并在定义上对于两极端中的每一方都成为两者。因此,被运送之物的停止与现实中的中项(即起点与终点)同时存在,现实中的中项与其上的停止亦同时存在。因为若没有在其上发生停止且连续体未被该停止所分开,同一事物既不可能对于两极端中的每一方成为起点和终点,亦即对于运动之物成为现实的中项;而若该点未被取为起点和终点,亦即现实的中项,在其上也不可能发生停止。所以这两者互为相随:现实中的中项与在其上的停止;因为运动之物的停止表明,在数目上为一者在定义上成为二,而连续运动且绝不停止之物,既不能说已生成于某物之中并从中脱离(因为它未将任何事物用作终点和起点),在直线保持连续且不可分时也不能形成任何现实的中项;因为已生成于某物之中的事物,必然也在其中休止一段时间;因为正如他不久后将说的那样,不可能在同时且在同一个‘现在’中既生成于某物之中又从中脱离,亦即既到达又离去;因为若是这样,它就会同时在又不在同一事物之中;因此是在一个‘现在’和另一个‘现在’中。而如果是这样,且在所有两个‘现在’之间都有时间,那么它就会在这[段时间]中休止于它已生成且尚未脱离的那一事物之中。但连续运动之物在直线上的诸点之一生成是不可能的。然而可以说它在这些点上并非在时间中存在,而是在时间中的诸‘现在’中存在,这些‘现在’是时间的界限而非时间;因为并非若某物在某物之中,它就必然在时间之中;因为如果它在某段时间之中,它也必然在其中休止。因此在各个‘现在’中,它位于直线上的各个点上。所以被运送的Α在Β中既未曾生成也未曾脱离,而仅仅是在‘现在’中位于其上,但并非在某段时间中;因为按比例而言,正如直线上的中间诸点那样,时间中的中间诸‘现在’亦是如此。因此,连续运动之物唯独在潜能上既在中间诸点之中,又在中间诸‘现在’之中。 在指出在直线上连续运动之物在直线上诸点中的某一点并不在任何时间中之后,他补充道“除非是那以‘现在’为其分割的时间”,其意等于说:严格地且依其自身而言,在直线上连续运动之物在其上的某个点并不在时间之中,然而更为宽泛地且偶性地,可以说它在各个点上是在时间之中的,这是由于在直线上运动之物在各个点上所处的各个‘现在’,乃是属于它穿过直线的那段时间。因为通过在作为时间之分割的‘现在’之中,这也能够被说成是在该‘现在’所属的时间之中,尽管并非严格如此;因为‘现在’并不是时间的一部分,而是它的截断面,时间依其而被切断且能够被切断。
- 8.75τοῦτον ἂν εἴη ἠρεμοῦν
指示代词 τοῦτον 指涉前文刚刚出现的 χρόνος,充当表示时间跨度的宾格(副词性宾格)。它是条件句 εἰ δὲ τοῦτο 的归结部,与 ἄν 一起表示推论的潜在结果,译为“在这[段时间]中休止”。
- 8.75τῷ τῶν νῦν ἕκαστον [...] ἐκείνου εἶναι τοῦ χρόνου
带冠词与格不定式 τῷ ... ἐκείνου εἶναι τοῦ χρόνου 表示原因或理由(其中属格表示所属关系)。不定式的逻辑主语是宾格 τῶν νῦν ἕκαστον(诸‘现在’中的每一个),整个结构意为“由于各‘现在’属于该时间”。
- 8.75καὶ τὸ Α οὖν τὸ φερόμενον οὔτε γεγονέναι οὔτε ἀπογεγονέναι ἐν τῷ Β
不定式 γεγονέναι、ἀπογεγονέναι 与 εἶναι 在没有直接限定动词统摄的情况下用于间接引语(陈述的承接),将亚里士多德由论证所得出的推论作为客观命题进行归纳。
