← 辛普里丘

亚里士多德《物理学》注释

§1280.17-1281.33

折返运动中在现实中项处静止的必然性

针对亚里士多德在262a12中指出直线上折返运动不可能连续乃是通过感觉与论证最为显明之事,辛普里丘阐明了沿圆周运动与呈圆环运动的区别,解释了在现实中项处静止的必然性,并评述了亚历山大关于中项兼具两极端的解释。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.75#1

" Μάλιστα δὲ φανερόν, ὅτι ἀδύνατον ἕως τοῦ ἐπὶ δὲ τοῦ Γ γέγονεν, ὅταν τελευτήσῃ καὶ στῇ." Καὶ ἄλλην ἀπόδειξιν κομίζει, ἐξ ἧς οὐ μόνον μᾶλλον τῶν πρόσθεν, ἀλλὰ μάλιστα φανερὸν εἶναί φησιν, ὅτι ἀδύνατον συνεχῆ εἶναι τὴν ἐπὶ τῆς εὐθείας κίνησιν τὴν πάλιν καὶ πάλιν ἐπ’ αὐτῆς γινομένην ἀνακάμπτοντος τοῦ κινουμένου. δείκνυσι δὲ αὐτὸ ἐκ τοῦ ἀνάγκην εἶναι πᾶν τὸ ἀνακάμπτον ἵστασθαι πρῶτον· τοῦτο γὰρ οὐ μόνον ἐπὶ τῶν ἐπὶ τῆς εὐθείας ἀνακαμπτόντων ἀναγκαῖον, ἀλλὰ κἂν ἐπὶ κύκλου τι κινηθὲν ἐλθὸν ἐπί τι σημεῖον ἀνακάμπτῃ πάλιν ἀπ’ αὐτοῦ, ἀνάγκη καὶ τοῦτο στῆναι πρῶτον τῷ μὴ δύνασθαι ἀνακάμψαι τὸ κινούμενον μὴ πρότερον στάν. εἰπὼν δὲ οὐ μόνον ἐπὶ τῆς εὐθείας, ἀλλὰ κἂν κύκλον φέρηται, τουτέστιν ἐπὶ κύκλου, ταὐτὸ συμβαίνειν, ὃ καὶ ἐπὶ τῆς εὐθείας, εἰ ἀνακάμπτοι, πάλιν τίνι διαφέρει τὸ κύκλῳ φέρεσθαι καὶ κύκλον, ἐδήλωσε. κύκλῳ μὲν γὰρ φέρεται τὸ συνεῖρον καὶ ἀεὶ ἐπὶ ταὐτὰ φερόμενον, καὶ κατ’ αὐτὴν ἔχον τὴν κίνησιν τὸ κυκλικὸν εἶδος, κύκλον δὲ τὸ ἐπὶ κύκλου κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἀνακάμπτον πάλιν ἐπὶ τὸ αὐτὸ ἰέναι.1 ᾧ καὶ δῆλον ὅτι οὐκ ἔστι τῆς κινήσεως ὁ κυκλισμός, ἀλλὰ τοῦ ἐφ’ οὗ ἡ κίνησις. διχῶς δὲ δείκνυσιν, ὅτι ἀνάγκη τὸ ἀνακάμπτον ἵστασθαι πρότερον, ἀπό τε τῆς αἰσθήσεως καὶ ἀπὸ τοῦ λόγου. καὶ τῆς μὲν αἰσθήσεως τῆς οἰκείας ἕκαστον ἀνάγκη γίνεσθαι κριτήν, λόγῳ δὲ δεικνύναι προθέμενος διαστέλλεται πρῶτον, τριῶν ὄντων τούτων ἀρχῆς καὶ μέσου καὶ τελευτῆς πῶς ἔχει τὸ μέσον, ὅτι ἀρχὴ καὶ τέλος ἐστὶ πρὸς ἑκάτερον τῶν ἄκρων, καὶ ποῖον μέσον κατ’ ἐνέργειάν ἐστι καὶ ποῖον δυνάμει, καὶ ὅτι ἐν τῷ κατ’ ἐνέργειαν μέσῳ τὸ κινούμενον ἀπὸ τῆς ἀρχῆς ἐπὶ τὸ τέλος ἵσταται τῷ γίνεσθαί τε [καὶ] ἐν αὐτῷ καὶ ἀπογίνεσθαι ἀπ’ αὐτοῦ· τότε γὰρ κυρίως μέσον ἐστὶ κατ’ ἐνέργειαν καὶ πρὸς μὲν τὸ ἕτερον τῶν ἄκρων πέρας, πρὸς δὲ τὸ ἕτερον ἀρχή. τούτων δὲ προειλημμένων δείκνυσι καθόλου, ὅτι ἐν ᾧ τὸ κινούμενον γίνεται τε καὶ ἀπογίνεται, ἀνάγκη ἐν τούτῳ2 ἵστασθαι χρώμενον ὡς ἀρχῇ καὶ πέρατι. τοῦτο δὲ μάλιστα ποιεῖ τὸ ἀνακάμπτον. ἐνεργείᾳ γάρ ἐστι σημεῖον τὸ ἀφ’ οὗ ἀνακάμπτει, οὐ δυνάμει. ὥστε ἵσταται ἐν ἐκείνῳ, ἀφ’ οὗ ἀνακάμπτει. εἰ γὰρ καὶ ἐν τοῖς μέσοις σημείοις, ὅταν κατ’ ἐνέργειαν ληφθῇ ταῦτα καὶ μὴ δυνάμει, ἵσταται, πολλῷ μᾶλλον ἐν τῷ κατ’ ἐνέργειαν μόνον ὄντι σημείῳ. ᾧ ἀναγκαῖον αὐτὸ ὡς πέρατι καὶ ἀρχῇ χρήσασθαι, ἵσταται ἐξ ἀνάγκης ἐν τούτῳ. τοιοῦτον δὲ τὸ πέρας τῆς εὐθείας, ἀφ’ οὗ ἀνακάμπτει. πρῶτον δὲ δείκνυσιν, ὅτι οὐ κατὰ πᾶν σημεῖον ἵσταται τῶν ἐν τῇ εὐθείᾳ τὸ ἐπὶ τῆς εὐθείας κινούμενον· οὕτω γὰρ μάλιστα δείξει ἴδιον ὂν τὸ ἠρεμεῖν τοῖς ἐπ’ εὐθείας κινουμένοις, ὅταν ἀνακάμπτωσιν. εἰ γὰρ κατὰ πᾶν σημεῖον ἵσταται τὸ φερόμενον, πρῶτον μὲν οὐ μᾶλλον ἐν τῷ ἀνακάμπτειν ἢ ἐν ὁτῳοῦν τῆς εὐθείας ἵσταιτο ἄν· πανταχοῦ γάρ ἐστι σημεῖον. καὶ ἐν τῇ κύκλῳ δὲ κινήσει τὸ αὐτὸ ἂν εἴη, ἐπεὶ καὶ ἐκεῖ σημεῖα πανταχοῦ· οὕτω δὲ οὐδεμία ἂν εἴη συνεχὴς φορά. ὥστε οὐχ ἵσταται καθ’ ἕκαστον σημεῖον τὸ φερόμενον τῷ μηδὲ εἶναι τὰ σημεῖα ἐνεργείᾳ ἐν τῷ συνεχεῖ. διὸ οὐδὲ μέσα ἐστὶν κατ’ ἐνέργειαν. ὅτι δὲ οὐκ ἔστι μέσα τῶν ἄκρων κατ’ ἐνέργειαν τὰ ἐν τῷ συνεχεῖ σημεῖα, ἔστ’ ἂν ὡς συνεχὲς λαμβάνηται, δείκνυσι, τίνα ἐστὶ τὰ κυρίως μέσα τινῶν ὁρισάμενος. ἐν οἷς γάρ ἐστιν ἀρχὴ καὶ τέλος καὶ μέσον τὸ μέσον πρὸς ἑκάτερον τῶν μερῶν τὸ ἕτερον γίνεται, πρὸς μὲν τὴν ἀρχὴν τελευτή, πρὸς δὲ τὴν τελευτὴν ἀρχή. καὶ οὕτως ἀρχὴ γίνεται καὶ τελευτὴ κατὰ τὸν λόγον· πρὸς ἑκάτερον δὲ ἄμφω γίνεται, ὅταν καὶ τῶν ἄκρων ἑκάτερον κατ’ ἄμφω λαμβάνηται καὶ ὡς ἀρχὴ καὶ ὡς πέρας· τότε γὰρ τὸ μέσον, οἷον τὸ Γ πρὸς τὸ Α, ὡς μὲν πρὸς ἀρχὴν πέρας γίνεται, ὡς δὲ πρὸς πέρας ἀρχή, καὶ πρὸς τὸ Β ὁμοίως. Ὁ δὲ Ἀλέξανδρος τοῦ τὸ μέσον πρὸς ἑκάτερον ἄμφω ἐστὶν οὕτω μὲν οὐκ ἀξιοῖ ἀκούειν,3 ψεῦδος εἶναι νομίζων τὸ πρὸς ἑκάτερον ἄμφω γίνεσθαι, ἀλλ’ ὅτι τὸ μέσον πρὸς ἑκάτερον ἀντιτιθέμενον ὡς ὂν τὸ ἕτερον ἀμφότερα γίνεται.

“然而最明显的是,这是不可能的,直至‘但当它到达终点并静止时,它才到达了Γ’。” 他也提出了另一证明,并借此指出,被运动之物折返时在直线上一次又一次发生的运动不可能连续,这不仅比先前的论证更为明显,而且是最为明显的。他通过凡折返之物必先静止这一必然性来证明这一点;因为这不仅在直线上折返的事物中是必然的,而且即使有某物在圆上运动,到达某一点后又从该点折返,这也是必然先静止的,因为被运动之物若不先静止就无法折返。他在指出不仅在直线上,而且即使沿圆周被运送——也就是说在圆上——如果折返也会发生与在直线上同样的事情之后,进而阐明了呈圆环运动与沿圆周运动有何区别。因为呈圆环被运送之物是保持连续且始终沿相同方向被运送的,其运动本身具有圆环的形相;而沿圆周被运送之物,则是在圆上运动,从同一点折返并再次走向同一点。由此也显明,圆环性并非属于运动,而是属于运动在其上发生之物。他从感觉和理性两方面双重地证明了折返之物必先静止。每个人固然必然成为自己感觉的裁判者,但打算用理性来证明的他首先区分了,在起点、中项与终点这三者存在时,中项处于何种状态:即对于两极端中的每一方而言,它既是起点又是终点;何种中项是在现实中存在的,何种中项是在潜能中存在的;以及在现实的中项中,从起点向终点运动之物由于既生成于其中又脱离于它而静止下来——因为只有在那时,它在严格意义上才是现实的中项,且对于极端之一而言是终点,对于另一极端而言则是起点。在预先设定了这些之后,他普遍地证明了:在运动之物既生成于其中又脱离于它的事物中,由于将其作为起点和终点来使用,必然在其中静止。而这尤其是折返之物所做的。因为它从中折返的点是现实的点,而非潜能的点。因此,它在它从中折返的那个点上静止。因为即使在中项的诸点上,当它们被取为现实的而非潜能的时它都会静止,那么在唯独作为现实存在的点上就更是如此了。凡它必须作为终点和起点使用的,它必然在其中静止。而它从中折返的直线的端点正是这样的。但他首先证明,在直线上运动之物并非在直线上所有的点上都静止;因为这样他就最能证明,在直线上运动之物当其折返时,休止对于它们乃是特有的。因为若被运送之物在每一个点上都静止,首先,它在折返时就绝不会比在直线的任何一点上更加静止;因为到处都有点存在。而在圆环运动中也会出现同样的情况,因为在圆环运动中到处也都有点;但若是这样,就没有任何连续的位移了。因此,被运送之物并不是在每一个点上都静止,这是由于在连续体中诸点甚至并非现实地存在。因此它们在现实中也不是中项。至于在连续体中的诸点只要〔连续体〕被当作连续体来取就并非两极端的现实中项,他在定义了何为某物的严格意义上的中项之后予以了证明。因为在有起点、终点和中项的事物中,中项对于两个部分中的每一方都成为另一个:对于起点成为终点,对于终点成为起点。这样在定义上它既成为起点又成为终点;但当两极端中的每一方也作为起点和作为终点在两方面被取时,它对于每一方都成为两者;因为那时中项,比如Γ相对于作为起点的Α成为终点,相对于作为终点的Α成为起点,相对于Β亦同样如此。然而亚历山大并不赞同这样去理解“中项对于每一方都是两者”这句话,他认为对于每一方都成为两者是虚假的,而是认为中项在与每一方相对立时,作为是另一方而成为两者。

语法注3 条
  1. 8.75κύκλον δὲ τὸ ἐπὶ κύκλου κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἀνακάμπτον πάλιν ἐπὶ τὸ αὐτὸ ἰέναι

    承接前句“κύκλῳ μὲν γὰρ φέρεται τὸ...”而省略了主要动词φέρεται。主语是由中性冠词引导的句群“τὸ ἐπὶ κύκλου κινούμενον... ἰέναι”(在圆上运动……行进之物),宾格κύκλον作为表示路径的副词性宾格(或内宾格),与前句的方式与格κύκλῳ相对照,意为“沿圆周[被运送]”。

  2. 8.75ᾧ ἀναγκαῖον αὐτὸ ὡς πέρατι καὶ ἀρχῇ χρήσασθαι, ἵσταται ἐξ ἀνάγκης ἐν τούτῳ.

    关系代词ᾧ(与格)作为不定式χρήσασθαι(支配与格)的补足语,并在主句中由指示代词短语ἐν τούτῳ复指。其基本骨架为:在其自身必须将之用作终点与起点的事物(ᾧ)中,必然在此物(ἐν τούτῳ)中静止,属于关系分句置于前位的前引结构。

  3. 8.75Ὁ δὲ Ἀλέξανδρος τοῦ τὸ μέσον πρὸς ἑκάτερον ἄμφω ἐστὶν οὕτω μὲν οὐκ ἀξιοῖ ἀκούειν

    属格冠词τοῦ将引用的陈述句“τὸ μέσον πρὸς ἑκάτερον ἄμφω ἐστίν”整体名词化,充当动词ἀκούειν(理解、领会)的对象或关涉格。后文由ἀλλ' ὅτι引导的从句则作为ἀξιοῖ所认可的替代理解内容与之对照。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1280.17-1281.33