← 辛普里丘

亚里士多德《物理学》注释

§1279.17-1280.16

直线上逆向运动的相反性与迹象论证

辛普里丘在对《物理学》262a6的注释中,考察了亚里士多德通过直线上逆向运动彼此阻碍与破坏这一“迹象”来确立其相反性的论证,阐明了迹象论证的逻辑特性,将其与圆周上的相向运动作了对比,并分析了其与侧向运动的差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.74

" Σημεῖον δὲ ὅτι ἐναντία ἡ κίνησις ἡ ἀπὸ τοῦ Α ἕως τοῦ ἀλλ’ οὐχ ἡ εἰς τὰ πλάγια τῇ ἄνω." Καὶ ταύτην ἀπόδειξιν φέρει τοῦ τὰς ἐπὶ τῆς εὐθείας κινήσεις ἀνακάμπτοντος τοῦ κινουμένου ἐναντίας ἀλλήλαις εἶναι, τεκμήριον ποιούμενος τὸ στατικὰ ἀλλήλων εἶναι τὰ οὕτως ἀντικινούμενα1 καὶ τῶν ἀλλήλων κινήσεων φθαρτικά, ὃ τοῖς ἐναντίοις ὑπάρχει. σημεῖον δὲ κυρίως εἶπεν·2 οἱ γὰρ ἐκ τῶν ἑπομένων λόγοι τεκμηριώδεις εἰσὶ καὶ οὐκ ἀποδεικτικοί, ὡς ἀπὸ τοῦ γάλα ἔχειν τὸ τετοκέναι συλλογιζόμεθα· ἕπεται γὰρ τῷ τεκεῖν τὸ γάλα ἔχειν. οἱ δὲ ἀποδεικτικοὶ ἐκ τῶν προτέρων τὰ ὕστερα καὶ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ συλλογίζονται. ἐκ γοῦν τοῦ τετοκέναι τὸ γάλα ἔχειν ἀποδεικτικῶς συλλογιζόμεθα. τὸ δὲ ἀναιρεῖν ἄλληλα οὐ προηγεῖται, ἀλλ’ ἕπεται ταῖς ἐναντίαις κινήσεσι· τὰ μὲν γὰρ ἐναντία ἀναιρεῖ ἄλληλα. οὐ πάντα δὲ τὰ ἀναιροῦντα ἐναντία· ἀναιρεῖ γὰρ καὶ ἡ ἀπόφασις τὴν κατάφασιν, καὶ τὰ κατὰ τοὺς ἄλλους τρόπους ἀντικείμενα ἀναιρεῖ ἄλληλα καὶ ὅμως οὐκ ἔστιν ἐναντία. οὐ γὰρ αἴτιον τὸ ἀναιρεῖν τοῦ ἐναντίον εἶναι, ἀλλ’ ἑπόμενον ἐκείνῳ· διὸ καὶ ἀπὸ σημείου ἡ δεῖξις. οὐ μόνον δὲ τὰ ἐπὶ τῆς εὐθείας ἀντικινούμενα παύει τῆς κινήσεως ἄλληλα, ἀλλὰ καὶ τὰ ἐπὶ τῆς περιφεροῦς ὁμοίως παύει ἄλληλα τῆς κινήσεως ἀντικινούμενα ἀλλήλοις, ἀντικινεῖται δὲ οὐχ ὡς τὰ ἐπ’ εὐθείας ἀπὸ τῶν ἐναντίων ἀρχόμενα3 τὸ μὲν ἀπὸ τοῦ Α ἄνω ὄντος, εἰ τύχοι, τὸ δὲ ἀπὸ τοῦ Β κάτω, ἀλλὰ τὰ ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα καὶ μὴ ἐπὶ τὰ αὐτὰ μέρη τοῦ κύκλου κινούμενα. ὡς εἰ ἀμφότερα μὲν ἀπὸ τοῦ Α σημείου ἄρχοιτο, ὅ ἐστιν ἐπὶ τοῦ κύκλου, κινοῖτο δὲ αὐτῶν τὸ μὲν ἐπὶ τὸ Β μέρος τοῦ κύκλου, τὸ δὲ ἐπὶ τὸ Γ· τὰ γὰρ οὕτω κινούμενα ἀπαντῶντα ἀλλήλοις ἵστησιν ἄλληλα. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν εὐθειῶν ἐναντία ἐστὶ τὰ πέρατα, οὕτω καὶ ἐπὶ τοῦ κύκλου, ὅτι μηδὲ ἔστιν ἐπ’ αὐτοῦ πέρατα. ἵσταται μέντοι καὶ ἐπὶ τούτου τὰ ἀντικινούμενα, κἂν συνεχεῖς ὦσιν αἱ κινήσεις καὶ μὴ ᾖ ἀνάκαμψις ὡς ἐπὶ τῆς εὐθείας· οὐ γὰρ διὰ τὴν ἀνάκαμψιν ἱστῶσιν ἄλληλα τὰ ἀντικινούμενα, ἀλλὰ διὰ τὴν ἀντικίνησιν. σημεῖον δὲ ποιησάμενος τοῦ ἐναντίας εἶναι τὰς ἐπὶ τῆς εὐθείας τὸ ἀναιρετικὰς ἀλλήλων εἶναι τὰς ἀνάπαλιν γινομένας πιστοῦται τοῦτο ἐκ τοῦ μὴ εἶναι ἀλλήλων ἀναιρετικὰς τὰς μὴ ἀντικειμένας4 μηδὲ ἀντικειμένως κινουμένας, ἀλλὰ μόνον ἑτέρας ἀλλήλων οὔσας, οἷον τὴν ἀπὸ τῶν δεξιῶν ἐπὶ τὰ ἀριστερὰ γινομένην καὶ ὅλως τὴν εἰς τὰ πλάγια τῇ ἀπὸ τοῦ κάτω εἰς τὸ ἄνω, καίτοι διάφοροι καὶ οὐ συνεχεῖς οὐδὲ κατὰ τὸ αὐτὸ εἶδος, ἀλλ’ ὡς μὴ ἀντικείμεναι δύνανται συνυπάρχειν· αἱ δὲ ἐπὶ τῆς εὐθείας ἀνάπαλιν καὶ ἀναιροῦσιν ἀλλήλας, ὃ πλέον ἐστὶ τοῦ μόνον διαφέρειν κατ’ εἶδος.

“从A出发的运动是相反的,其迹象在于,直至‘但向侧面的运动对于向上的运动则不然’。” 他也提出了这一论证,用以说明在被运动之物折返时直线上诸运动彼此相反,并以这样逆向运动的事物彼此使对方静止且对彼此的运动具有破坏性为证据,而这属于相反者所具有的特性。并且他严格地使用了“迹象”一词;因为基于相伴之事的论证乃是证据性的而非本具论证性的,正如我们由具有乳汁推知已然生育一样;因为具有乳汁是伴随生育而来的。然而,本具论证性的论证是由先在者推导后继者,由原因推导出结果;我们至少是由已然生育本具论证性地推导出具有乳汁。然而彼此破坏并不在先,而是伴随相反的运动;因为相反者的确彼此破坏。但并非所有破坏他物者都是相反者;因为否定也破坏肯定,以其他方式相对立的事物也彼此破坏,然而它们并不是相反者。因为破坏并不是相反的原因,而是相反的伴随事物;因此该证明也是基于迹象的。不仅在直线上逆向运动的事物使彼此停止运动,而且圆周上的事物同样在彼此逆向运动时使彼此停止运动;然而它们逆向运动并不像直线上那样从相反的端点开始——例如一个从位于上方的A开始,另一个从位于下方的B开始——而是从同一点开始却不朝向圆的相同部分运动。正如若两者都从位于圆上的A点开始,而其中一个朝向圆的B部分运动,另一个朝向C部分运动一样;因为这样运动的事物在彼此相遇时使彼此静止。因为并不像在直线上诸端点是相反的那样,在圆上也是如此,因为在圆上甚至根本不存在端点。然而在圆上逆向运动的事物同样会静止下来,即使诸运动是连续的并且不像在直线上那样存在折返;因为逆向运动的事物彼此使对方静止并不是由于折返,而是由于逆向运动。他在以逆向发生的运动彼此破坏作为直线上诸运动相反的迹象之后,通过以下事实证实了这一点:那些不相对立也不以对立方式运动、而仅仅是彼此相异的运动——例如从右向左发生的运动,以及总的来说向侧面的运动相对于从下向上的运动——并不是彼此破坏的;尽管它们相异且非连续、也不依循同一形相,但由于不是相对立的,因而能够共存;然而在直线上逆向的运动甚至彼此破坏,这远甚于仅仅在形相上相异。

语法注4 条
  1. 8.74τεκμήριον ποιούμενος τὸ στατικὰ ἀλλήλων εἶναι τὰ οὕτως ἀντικινούμενα

    分词 ποιούμενος 的宾语是带冠词的不定式短语 τὸ στατικὰ ἀλλήλων εἶναι τὰ οὕτως ἀντικινούμενα,其中 τεκμήριον 作宾语补足语。不定式 εἶναι 的逻辑主语是中性复数短语 τὰ οὕτως ἀντικινούμενα(如此逆向运动的事物)。

  2. 8.74σημεῖον δὲ κυρίως εἶπεν

    此处解释了亚里士多德在原文中为何使用 σημεῖον(迹象)而非 ἀπόδειξις(论证)。后文阐明,由于这是从伴随的结果(有乳汁、彼此破坏)向原因(生育、相反性)的推论,而非从原因到结果的演绎,因此严格被称为“迹象”。

  3. 8.74ἀντικινεῖται δὲ οὐχ ὡς τὰ ἐπ’ εὐθείας ἀπὸ τῶν ἐναντίων ἀρχόμενα

    主语承接前句的 τὰ ἐπὶ τῆς περιφεροῦς(圆周上的事物),动词 ἀντικινεῖται 为中性复数主语支配的单数形式。接下来的 ἀλλὰ τὰ ἀπὸ τοῦ αὐτοῦ ἀρχόμενα... 与前面的 οὐχ ὡς τὰ ἐπ’ εὐθείας... 构成对比,作为表语性短语限定圆周逆向运动的发生方式(“并非如直线上那样……而是作为从同一点出发的事物”)。

  4. 8.74πιστοῦται τοῦτο ἐκ τοῦ μὴ εἶναι ἀλλήλων ἀναιρετικὰς τὰς μὴ ἀντικειμένας

    主谓语为 πιστοῦται(证实),其直接宾语为 τοῦτο(指直线上逆向运动是相反的这一论断)。在表依据的介词短语 ἐκ τοῦ μὴ εἶναι... 中,不定式 εἶναι 的逻辑主语是对格的 τὰς μὴ ἀντικειμένας[省略 κινήσεις](不对立的运动),与表语形容词 ἀλλήλων ἀναιρετικάς 在性数格上一致。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1279.17-1280.16