- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:127.15-128.27
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德在Bekker 186b14提出的按定义(logos)进行的分割,辛普里丘检视了亚历山大的先行动释,阐明该论证如何通过反题逆换(对偶论法)来反驳爱利亚派的存在单一说,并考察了人的定义组成部分(动物、陆生、双足)为何必定是实体而非偶性。
" Ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄν τι ἄλλο καὶ τῷ λόγῳ φανερόν." Ὁ Ἀλέξανδρός φησιν ὅτι “δείξας συνεισάγεσθαι καὶ τὰ συμβεβηκότα τῷ ὅπερ ὄντι νῦν δείκνυσιν ὅτι κἂν δοθῇ αὐτοῖς τὸ ὅπερ ὂν μόνον εἶναι τῷ κυρίως τοῦτο εἶναι, τὰ δὲ συμβεβηκότα ἄλλον τρόπον, καὶ οὕτως αὐτὸ τὸ ὂν οὐχ ἓν ἔσται, ἀλλὰ πολλὰ ὅπερ ὄντα· ἥ τε γὰρ ὡς μεγέθους αὐτοῦ διαίρεσις, ἧς ἐμνημόνευσεν, εἰς ὅπερ ὄντα ἔσται. ἀνάγκη δὲ καὶ κατὰ τὸν λόγον διαιρεῖσθαι εἰς ὅπερ ὄντα πλείω, τουτέστι κατὰ τὸν ὁρισμόν. δείξας οὖν κατὰ τὸ μέγεθος καὶ τὴν εἰς τὰ μέρη τούτου διάληψιν πλείω καὶ ἀνομοειδῆ γινόμενον τὸ ὄν, εἴπερ ἕτερος ἑκάστου τῶν μερῶν ὁ λόγος, ἐπήνεγκε λοιπὸν καὶ τὴν κατὰ τὸν ὁρισμόν”. ἐν δὴ τούτοις ὡς ἀποδείξαντος τοῦ Ἀριστοτέλους μέγεθος ἔχειν τὸ ὅπερ ὂν οὕτως ὁ Ἀλέξανδρος ἐξηγήσατο, καίτοι τοὐναντίον οὐδὲ μέγεθος ἕξει, φησί, τὸ ὄν, εἴπερ ὅπερ ὄν ἐστι. μήποτε οὖν τὴν μὲν ἐκείνων ὑπόθεσιν ὑποθέμενος τὸ ἓν εἶναι τὸ ὄν, ἀναιρεῖ ἐκ ταύτης τὸ πεπερασμένον ἢ ἄπειρον εἶναι ἢ μεσσόθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ, ὡς ὁ Παρμενίδης φησί· τὰ γὰρ τοιαῦτα μέγεθος ὄντα καὶ διαιρεθέντα πολλά ἐστι καὶ οὐχ ἕν. διὰ δὲ τοῦ καὶ τοῦτο ὅπερ ὑποτίθενται ἓν ὂν τὸ ὅπερ ὂν διαιρεῖσθαι κατὰ τὸν ὁρισμὸν εἰς ὅπερ ὄντα δείκνυσιν ὅτι οὐκ ἔστιν ἕν,1 ὡς ἄφυκτον αὐτοῖς πανταχόθεν τὸν ἔλεγχον ποιεῖν δυνάμει συλλογιζόμενον οὕτως κατὰ τὴν σὺν ἀντιθέσει καλουμένην ἀντιστροφήν·2 ‘εἰ ἓν ὄν ἐστιν, οὐκ ἔχει μέγεθος, διότι οὐ διαιρεῖται. εἰ δὲ διαιρεῖται, ὥσπερ φαίνεται κατὰ τὸν ὁρισμόν, οὐκ ἔστιν ἕν’. καὶ τὸ μὲν συνημμένον ἔδειξε διὰ τοῦ τὸ μέγεθος διαιρεῖσθαι, τὸ δὲ διαιρεῖσθαι τὸ ὅπερ ὂν διὰ τοῦ ‘ὅτι δὲ διαιρεῖται τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα πλείονα καὶ τῷ λόγῳ διαφέροντα δῆλον, φησίν, ἐκ τοῦ ὁρισμοῦ’. ὡς γὰρ ἔχει ὁ ὁρισμὸς οὕτως ἔχει καὶ τὸ ὁριστόν. εἰ οὖν ἀνθρώπου λόγος ὁριστικός ἐστι ζῷον πεζὸν δίπουν, καὶ τὰ μέρη τούτου, λέγω δὲ τὸ ζῷον καὶ τὸ πεζὸν καὶ τὸ δίπουν, ὅπερ τινὰ καὶ οὐσία ἐστὶ καὶ τοῖς λόγοις ἕτερα. ἢ γὰρ οὐσία εἰσὶν ἢ συμβεβηκότα, τουτέστιν ἢ ἐν ὑποκειμένῳ ἢ οὐκ ἐν ὑποκειμένῳ, καὶ παρὰ ταῦτα οὐκ ἔστι. καὶ εἰ συμβεβηκότα, ἤτοι αὐτῷ τῷ ἀνθρώπῳ ἢ ἄλλῳ τινί· ἄμφω δὲ ἀδύνατα. εἰ γὰρ αὐτῷ συμβέβηκε τῷ ἀνθρώπῳ, ἤτοι ὡς χωριστὰ αὐτοῦ συμβέβηκεν αὐτῷ, ὡς τὸ καθῆσθαι, καὶ ἔσται ποτὲ ὁ ἄνθρωπος μὴ ζῷον ἢ μὴ πεζὸν ἢ μὴ δίπουν, ὅπερ ἄτοπον· ἢ ὡς ἀχώριστα· ἔστι δὲ ἀχώριστον συμβεβηκός, οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκε·3 τὸ γὰρ σιμὸν ἀχώριστον συμβεβηκός ἐστι τῆς ῥινός· διὸ τὴν σιμότητα ὁριζόμενοι τὴν ῥῖνα παραλαμβάνομεν· σιμότης γάρ ἐστι κοιλότης ἐν ῥινί. ταῦτα δὲ καὶ καθ’ αὐτὰ ὑπάρχειν ἐν τοῖς Ὑστέροις ἀναλυτικοῖς φησι. καὶ γάρ ἐστι καὶ συμβεβηκότα καθ’ αὑτὰ ὑπάρχοντα. εἰ οὖν ἐν τῷ λόγῳ τοῦ ζῴου καὶ τοῦ πεζοῦ καὶ τοῦ δίποδος καὶ ὅλων τῶν συμπληρούντων τὸν ὁρισμὸν μὴ παραλαμβάνεται ὁ ἄνθρωπος (ὁριζόμενοι γὰρ τὸ ζῷον οὐ παραλαμβάνομεν τὸν ἄνθρωπον, ἀλλ’ ἀνάπαλιν τὸν ἄνθρωπον ὁριζόμενοι τὸ ζῷον παραλαμβάνομεν) δῆλον ὅτι οὐδὲ ὡς ἀχώριστα συμβεβηκότα τοῦ ἀνθρώπου ἔσται ταῦτα. εἰ δὲ ἄλλῳ τινὶ συμβήσεται ταῦτα, ἤδη μὲν πλείω τὰ ὄντα. καὶ γὰρ ἐκεῖνο ᾧ συμβέβηκεν οὐσία ἔσται καὶ ὅπερ ὄν. ὁ δὲ οὐκ ἐπὶ τοῦτο ἤγαγε τὸν λόγον, ἀλλ’ ἐφ’ ὃ προέθετο δεῖξαι, ὅτι τὸ ὅπερ ὂν εἰς ὅπερ ὄντα διαιρεῖται τῷ λόγῳ. εἰ οὖν ἄλλῳ τινὶ συμβέβηκε, δῆλον ὡς καὶ τὸ ἐκ τούτων συμπληρούμενον ὅλον, τουτέστιν ὁ ἄνθρωπος, ἐκείνῳ συμβήσεται.
“恰恰是存在者通过定义也被分割为某种别的恰恰是存在者,这也是显而易见的。” 亚历山大说:“在指明了偶性也是与恰恰是存在者一同被引入的之后,他现在证明:即使向他们承认,唯有恰恰是存在者由于在严格意义上是此者而存在,而偶性以另一种方式存在,即便如此,存在本身也不会是一,而是多个恰恰是存在者;因为他提到的作为量度的它的分割,将是分割为若干恰恰是存在者。而且按照定义,它也必然被分割为较多的恰恰是存在者,即按照定义规定。因此,在指明了按照量度以及向其各部分的区分,存在变成了较多的且不同属的——如果各部分的定义确实相异的话——之后,他随之也引入了按照定义的分割。”在这些话中,亚历山大所作的解释仿佛是亚里士多德证明了恰恰是存在者具有量度,然而相反,他[亚里士多德]说存在如果是恰恰是存在者,甚至不会具有量度。因此,也许他假定了他们的假设,即存在是一,并由此假设出发,取消了它是有限的或无限的,或者像巴门尼德所说的那样从中心向外均等恰如圆整球体之团块;因为诸如此类的事物作为量度并且被分割,乃是多而不是一。而通过表明他们所假定为单一存在的这个东西(即恰恰是存在者)按照定义被分割为若干恰恰是存在者,他证明了它不是一,从而为了使他们从各方面都无法逃避这一反驳,他潜在地按照所谓带反题的逆换作出了如下推论:“如果它是一存在,它便不具有量度,因为它不被分割。但如果它被分割,正如按照定义所显现的那样,它便不是一。”并且,他通过量度被分割指明了该假言命题的联结,而关于恰恰是存在者被分割,他则是通过‘恰恰是存在者被分割为较多的且在定义上相异的恰恰是存在者,他说,从定义中是清楚的’来指明的。因为定义如何,被定义者亦如何。因此,如果人的定义性表述是双足陆生动物,那么它的这些部分——我是说动物、陆生和双足——也是某种恰恰存在者和实体,并且在定义上各不相同。因为它们要么是实体,要么是偶性,也就是说,要么在基质之中,要么不在基质之中,此外别无其他。如果它们是偶性,要么属于人自身,要么属于某种别的事物;但两者都是不可能的。因为如果它们作为偶性属于人自身,要么是作为与他可分离的偶性属于他,如同坐着,那么人就将在某个时候不是动物、或不是陆生、或不是双足,这是荒谬的;要么是作为不可分离的偶性;而不可分离的偶性乃是其定义中包含着它所属于的那个主体的偶性;因为塌鼻是鼻子的不可分离的偶性,因此在定义塌鼻性时我们引入了鼻子;因为塌鼻性是鼻子中的凹陷。他在《后分析篇》中说这些也是自身具有的。因为确实存在自身具有的偶性。因此,如果在动物、陆生、双足以及构成定义的全体事物的定义中,人并不被引入(因为在定义动物时我们不引入人,反而在定义人时我们引入动物),显然这些也不会作为不可分离的偶性属于人。而如果这些作为偶性属于某种别的事物,存在者就已经不仅是一个了。因为它们所属于的那个事物也将是实体和恰恰是存在者。但他并未把论述引向这一点,而是引向了他打算证明的目标:恰恰是存在者通过定义被分割为若干恰恰是存在者。因此,如果它们作为偶性属于某种别的事物,显然由这些部分所构成的整体(即人)也将作为偶性属于那一事物。
- 1.25διὰ δὲ τοῦ καὶ τοῦτο ὅπερ ὑποτίθενται ἓν ὂν τὸ ὅπερ ὂν διαιρεῖσθαι κατὰ τὸν ὁρισμὸν εἰς ὅπερ ὄντα δείκνυσιν ὅτι οὐκ ἔστιν ἕν
整句骨架是由介词短语 διὰ τοῦ ... διαιρεῖσθαι(冠词不定式结构)修饰主动词 δείκνυσιν(主语为亚里士多德),并以 ὅτι 从句为宾语。不定式 διαιρεῖσθαι 的逻辑主语是 καὶ τοῦτο ὅπερ ὑποτίθενται ἓν ὂν τὸ ὅπερ ὂν(“他们假定为单一存在的这个东西,即恰恰是存在者”),其中 καὶ τοῦτο 与 τὸ ὅπερ ὂν 构成同位语关系。
- 1.25κατὰ τὴν σὺν ἀντιθέσει καλουμένην ἀντιστροφήν
古代逻辑术语,意为“带有否定(反题)的逆换”,即现代逻辑中的“逆否/换质换位(contraposition)”。它指从“如果P则Q”推出“如果非Q则非P”,在此处用于从“如果存在是一,则不被分割(不具有量度)”推导出“如果被分割,则不是一”。
- 1.25οὗ ἐν τῷ λόγῳ ὑπάρχει τὸ ᾧ συμβέβηκε
双重关系代词结构。属格关系词 οὗ 指向前行词 ἀχώριστον συμβεβηκός(“在它的定义之中”)。而充当主语的关系词短语 τὸ ᾧ συμβέβηκε 指“它所偶性属于的主体(基质)”,整体构成对不可分离偶性的定义:“在其定义中包含着它所属于的主体的那种偶性”。
