- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1277.34-1279.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修注解亚里士多德《物理学》第8卷第8章(261b27)关于唯独圆周运动能够是一且连续的论证。他通过梳理三段论结构阐明,有限直线上的运动必然包含折返、相反性与居间静止,因而不是单一或连续的,进而混合运动也无法连续。
" Ὅτι δὲ ἐνδέχεται εἶναί τινα ἄπειρον ἕως τοῦ τόπου δὲ αἱ εἰρημέναι διαφοραί." Δείξας ὅτι οὐδεμία τῶν ἄλλων κινήσεων καὶ μεταβολῶν δύναται συνεχὴς εἶναι, ἀλλ’ εἴπερ ἔστιν, ἀνάγκη τὴν φορὰν μόνην εἶναι τοιαύτην, μέτεισι λοιπὸν ἐπὶ τὸ δεῖξαι, τίς ἐστι φορά, ἣν ἐνδέχεται μίαν καὶ συνεχῆ εἶναι. τὸ δὲ ἄπειρον τὸ ἀπεράτωτον καὶ ἀΐδιον δηλοῖ· αἱ γὰρ πέρατα ἔχουσαι ἀνακάμπτουσαι μεταξὺ ἠρεμοῦσιν. ὅτι οὖν μηδὲ τῶν κατὰ τόπον ἄλλη τις εἶναι δύναται συνεχὴς παρὰ τὴν κυκλοφορίαν, δείκνυσι λαβὼν πᾶν τὸ φερόμενον ἢ κύκλῳ κινεῖσθαι ἢ ἐπ’ εὐθείας ἢ μικτήν. καὶ δεικνύς, ὅτι εἰ τὴν ἑτέραν ἐξ ὧν σύγκειται ἡ μικτὴ ἀδύνατον,1 * * *. ἡ γὰρ σύνθετος ἑκατέρας μετέχει τῶν ἐξ ὧν σύγκειται. δείξας οὖν, ὅτι ἡ ἐπ’ εὐθείας οὐκ ἔστι συνεχής, συναποδείξει αὐτῷ, ὅτι οὐδὲ ἡ μικτὴ συνεχής ἐστι. καὶ γὰρ εἰ λέγοι τις τὴν ἐξ ἀμφοτέρων συγκειμένην τῆς τε συνεχοῦς καὶ τῆς μὴ συνεχοῦς δύνασθαι συνεχῆ εἶναι, δῆλον ὡς συγχωρήσει παρὰ τῆς συνεχοῦς τοῦτο ἔχειν καὶ πρώτως καὶ κυριώτερον ἐκείνην εἶναι συνεχῆ, ἀφ’ ἧς καὶ αὕτη τὸ συνεχὴς εἶναι ἔχει. ὅτι οὖν ἡ ἐπ’ εὐθείας οὐκ ἔστι συνεχής, δείκνυσι λαβὼν ὅτι ἡ εὐθεῖα, ἐφ’ ἧς φέρεται τὸ κατ’ εὐθεῖαν φερόμενον, πεπερασμένη ἐστίν, ὅπερ ἀπέδειξεν ἐν τῷ τρίτῳ τῆσδε τῆς πραγματείας διὰ τοῦ μηδὲν ἐνεργείᾳ μέγεθος ἄπειρον εἶναι. τοῦτο οὖν λαβὼν συλλογίζεται οὕτω· τὸ φερόμενον τὴν εὐθεῖαν πεπερασμένην φέρεται· τὸ πεπερασμένην φερόμενον ἀνακάμπτει· τὸ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας τὰς ἐναντίας κινεῖται κινήσεις, αἱ δὲ ἐναντίαι κινήσεις οὐ μία οὐδὲ συνεχής· τὸ ἄρα κατ’ εὐθεῖαν φερόμενον, οὐ μίαν οὐδὲ συνεχῆ κινεῖται κίνησιν. καὶ ὅτι μὲν τὸ πεπερασμένην φερόμενον ἀνακάμπτειν ἀνάγκη, δῆλον, εἴπερ ἀεὶ κινοῖτο καὶ μὴ κινηθὲν ἅπαξ ἐπὶ τῆς εὐθείας παύοιτο τῆς κινήσεως. τὸ δὲ ἀνακάμπτον ἐπὶ τῆς εὐθείας τὰς ἐναντίας κινεῖται κινήσεις. ἐναντίαι γὰρ αἱ ἀπὸ ἐναντίων εἰς ἐναντία, ἐναντία δὲ κατὰ τόπον τὸ ἄνω τῷ κάτω καὶ τὸ πρόσθε τῷ ὄπισθε καὶ τὸ δεξιὸν τῷ ἀριστερῷ, καμπτῆρες ὄντα ταῦτα τῶν ἐπ’ εὐθείας κινουμένων.2 αἱ δὲ ἐναντίαι κινήσεις χρόνῳ διαλαμβανόμεναι οὐ μία οὐδὲ συνεχεῖς, ὡς δέδεικται πρότερον· διὸ οὔτε ἀλλοίωσις οὔτε αὔξησις καὶ μείωσις οὔτε γένεσις καὶ φθορὰ ἀντικείμεναι ἀλλήλαις συνεχεῖς ἐδύναντο εἶναι καὶ μία. ὑπομιμνήσκει δὲ τῶν διορισμῶν, καθ’ οὓς διωρίσθη πρότερον ἡ συνεχὴς καὶ μία κίνησις. καὶ δείκνυσι καὶ διὰ τούτου, ὅτι ἡ ἐπὶ τῆς εὐθείας κατὰ ἀνάκαμψιν κίνησις οὔτε συνεχὴς οὔτε μία ἐστίν, ὅπερ προὔκειτο νῦν εἰς ἀπόδειξιν. τρία γάρ ἐστιν, ἐξ ὧν συμπληροῦται ἡ κίνησις. τὸ κινούμενον οἷον ἄνθρωπος ἢ θεός (ὧν ὁ μὲν θεὸς τὸ ἀϊδίως κινούμενον δηλοῖ· ἀθάνατον γάρ ἐστι τοῦτο καὶ θεῖον· ὁ δὲ ἄνθρωπος τῶν ἐν μέρει χρόνου κινουμένων παράδειγμά ἐστι), δεύτερον δὲ τῶν συμπληρούντων τὴν κίνησιν ὁ τῆς κινήσεως χρόνος ἐστί, καὶ τρίτον τὸ ἐν ᾧ τοῦτό ἐστι, καθ’ ὃ ἡ κίνησις ἐπιτελεῖται οἷον ὁ τόπος, εἰ κατὰ τόπον ἡ κίνησις, ἢ πάθος, εἰ κατὰ πάθος καὶ ἀλλοίωσιν καὶ ὅλως κατὰ ποιόν, ἢ μέγεθος, εἰ κατὰ ποσὸν κινεῖται τὸ κινούμενον, ἢ εἶδος, εἰ κατ’ οὐσίαν ὡς κατὰ γένεσιν καὶ φθοράν. μία οὖν καὶ συνεχής ἐστι κίνησις ἡ τοῦ ἑνὸς καὶ ἐν ἑνὶ χρόνῳ καὶ καθ’ ἓν εἶδος γινομένη, οἷον εἰ ἄνθρωπος ἐπὶ μίαν ὥραν λευκαίνοιτο καὶ εἰ ὁ οὐρανὸς ἀιδίως κυκλοφοροῖτο. τὰ μέντοι κατ’ εὐθεῖαν κινούμενα καὶ ἀνακάμπτοντα ἀπὸ ἐναντίων τόπων εἰς ἐναντίους κινοῦνται· κάτωθεν γὰρ ἄνω καὶ ἄνωθεν κάτω· τόπου δὲ αὗται κατ’ ἐναντίωσιν διαφοραί, δι’ οὓς καὶ αἱ κινήσεις αἱ ἐπ’ αὐτοὺς ἐναντίαι. τὰ δὲ ἐναντία τὸ πλεῖστον τῶν ὑπὸ τὸ αὐτὸ γένος διαφέρει. εἰ οὖν μὴ κατὰ ἓν καὶ ἀδιάφορον [κατ’] εἶδος αἱ ἐναντίαι κινήσεις γίνονται, οὔτε συνεχὴς οὔτε μία εἴη ἂν ἡ τῶν ἀνακαμπτόντων ἐπὶ τῆς εὐθείας κίνησις·3 ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον. δύναται δὲ καὶ μία εἶναι ἡ ὅλη ταύτης τῆς ῥήσεως ἀπόδειξις ἔχουσα οὕτως· ἡ κατ’ εὐθεῖαν κίνησις ἐξ ἐναντίων σύγκειται καὶ διαφερουσῶν τῷ εἴδει· ἡ ἐξ ἐναντίων καὶ διαφερουσῶν τῷ εἴδει κίνησις οὐ μία οὐδὲ συνεχής ἐστι. καὶ τὸ συμπέρασμα δῆλον· καὶ ἔστι τὰ μὲν πρῶτα τῆς ῥήσεως κατασκευαστικὰ τῆς ἐλάττονος προτάσεως, τὰ δὲ τελευταῖα τῆς μείζονος τὰ διορίζοντα, τίς ἡ μία κίνησις.
“某种无限运动是可能的,直至‘上述差异是场所的差异’。” 在证明了其他运动和变化都不能是连续的、而如果确实存在[连续的运动],则必然唯独位移才是如此之后,他接下来进而证明何种位移能够是一且连续的。而“无限”指的是没有限度且永恒的;因为具有限度的运动在折返时其间会有静止。因此,除了圆周运动之外,依场所的运动没有其他任何一种能够是连续的,这一点他通过假定凡被运移之物要么作圆周运动、要么沿直线运动、要么作混合运动而予以证明。并且在指出如果构成混合运动的两者之一不可能是〔连续的〕,[…]。因为复合之物分有构成它的两方。因此,在证明了沿直线的运动不是连续的之后,他将随之证明混合运动也不是连续的。因为即便有人声言由连续与不连续两者所构成的运动能够是连续的,显然他也必须承认该运动是从连续的运动那里获得这一点的,并且那赋予此运动以连续性的运动自身乃是更首要且更本原地是连续的。因此,沿直线的运动不是连续的,这一点他通过假定沿直线运移之物在其上运移的直线是有限的而予以证明,而这一点他在本著作第三卷中已借助没有任何量度是在现实上无限的这一论断予以证明。于是假定了这一点,他作如下推论:沿直线运移之物是运移于有限的直线上;运移于有限直线上之物折返;在直线上折返之物作相反的运动;而相反的运动既不是单一的也不是连续的;因此,沿直线运移之物所作的运动既不是单一的也不是连续的。而在有限直线上运移之物必然折返是显而易见的,只要它始终在运动,而不是在直线上运动一次之后就停止运动。而在直线上折返之物作相反的运动。因为相反的运动是从相反者到相反者的运动,而在场所上相反者是上与下、前与后、右与左,这些是沿直线运动之物的折返点。而相反的运动由于被时间所隔开,既不是单一的也不是连续的,正如先前已证明的那样;因此,彼此对立的变质、增减、生成与毁灭,都不能是连续且单一的。并且他提醒人们注意先前用以规定单一且连续运动的那些规定。通过这一点他也证明了在直线上因折返而产生的运动既不是连续的也不是单一的,而这正是现在提出要证明的事情。因为运动赖以完全形成的事物有三项:被运动之物,例如人或神(其中神表示永恒被运动者,因为这是不朽且神圣的,而人是时间的一部分中被运动之物的例子);使运动完全形成的第二项是运动的时间;第三项是运动发生于其中的事物,即运动依之得以完成的事物,例如若是依场所的运动则是场所,若是依受动、变质并总的来说依性质则是受动,若是被运动之物依数量运动则是量度,若是依实体如在生成与毁灭中则是形相。因此,单一且连续的运动是属于单一事物、在单一时间内且依单一形相发生的运动,例如若一个人在一个小时内持续变白,以及若诸天永恒地旋转。然而,沿直线运动并折返的事物是从相反的场所运动到相反的场所;因为它们从下到上并从上到下运动;而这些是场所依相反性的差异,因而朝向它们的诸运动也是相反的。相反者是在同一属下的事物中差异最大的。因此,如果相反的运动不是依单一且无差异的形相发生的,那么在直线上折返之物的运动既不会是连续的也不会是单一的;然而前件[成立];因此后件[成立]。而这整段言论的证明也可以作为一个单一的论证,其形式如下:“沿直线的运动由相反的且在形相上相异的事物构成;由相反的且在形相上相异的事物构成的运动既不是单一的也不是连续的。”其结论是显然的。而这段言论的前半部分确立了小前提,后半部分规定了何为单一运动,从而确立了大前提。
- 8.73καὶ δεικνύς, ὅτι εἰ τὴν ἑτέραν ἐξ ὧν σύγκειται ἡ μικτὴ ἀδύνατον, * * *.
此处正文存在脱文(lacuna)。在分词 δεικνύς 所引导的 ὅτι 从句中,条件句的主句(例如“混合运动也是不可能的[或不可能是连续的]”)脱落。但紧随其后的理由说明“因为复合之物分有构成它的两方”使被脱落的内容在含义上十分明确。
- 8.73καμπτῆρες ὄντα ταῦτα τῶν ἐπ’ εὐθείας κινουμένων.
中性复数主语 ταῦτα(指代前文列举的场所相反者:上与下、前与后、右与左)支配中性复数分词 ὄντα,并以 καμπτῆρες(阳性复数)为表语名词。整句作为表原因或伴随情况的分词短语,解释了为何这些对立点是直线运动者的折返点。
- 8.73τὰ δὲ τελευταῖα τῆς μείζονος τὰ διορίζοντα, τίς ἡ μία κίνησις.
此句承接前文(τὰ μὲν πρῶτα τῆς ῥήσεως κατασκευαστικὰ τῆς ἐλάττονος προτάσεως)的平行构造而有省略。表语形容词 κατασκευαστικά 与系动词被省略,应理解为 τὰ δὲ τελευταῖα [ἐστὶ κατασκευαστικὰ] τῆς μείζονος [προτάσεως]。带有冠词的分词短语 τὰ διορίζοντα... 作 τὰ τελευταῖα 的同位语,指明后半部分通过规定何为单一运动来确立大前提。
