← 辛普里丘

亚里士多德《物理学》注释

§1277.15-1277.33

生灭的不连续性与对立变化间的静止

辛普利丘根据亚里士多德的文本(261b22),通过假言三段论与举轻明重(a fortiori)的推理,说明由于生成与毁灭因时间而中断,一切在对立者之间的转变都是不连续的,并论证被生成之物必在其形相中驻留一段静止的时间。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.72

" Ἔτι δὲ ἐπί τε τῆς γενέσεως καὶ τῆς φθορᾶς ἕως τοῦ φυσικὸν γὰρ τὸ ὁμοίως ἔχειν ἐν ἁπάσαις." Ὅτι αἱ ἐξ ἀντικειμένων εἰς ἀντικείμενα μεταβολαὶ οὐκ εἰσὶ συνεχεῖς, ἀλλὰ διαλαμβάνονται χρόνῳ, δείκνυσιν ἐκ τῆς γενέσεως καὶ τῆς φθορᾶς δυνάμει συλλογιζόμενος οὕτως· εἰ ἡ γένεσις καὶ ἡ φθορὰ μὴ συνεχεῖς εἰσιν, ἀλλὰ διαλαμβάνονται χρόνῳ, πιστὸν ἂν εἴη καὶ τὰς ἄλλας μεταβολὰς τὰς ἐξ ἀντικειμένων εἰς ἀντικείμενα μὴ εἶναι συνεχεῖς· ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον.1 καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ φυσικὸν εἶναι τὸ ὁμοίως ἔχειν ἐν ἁπάσαις ταῖς ὁμοίαις μεταβολαῖς, ὅταν τὸ συμβαῖνον διὰ τὴν ὁμοιότητα ὑπάρχῃ·2 εἰ γὰρ τὸ μὴ εἶναι συνεχεῖς τὰς μεταβολὰς διὰ τὴν ἀντίθεσιν ὑπάρχει, ἀναγκαῖον πάσας 〈τὰς〉 ἀντικειμένας μὴ εἶναι συνεχεῖς. τάχα δὲ ἐνταῦθα καὶ ἐκ τοῦ μᾶλλον ἐστιν ἡ ἐπιχείρησις· τὸ γὰρ ἐπὶ γενέσεως καὶ φθορᾶς ὑπάρχον διὰ τὸ ὁπωσοῦν ἀντικειμένας μὴ συνυπάρχειν τοῦτο ἔτι μᾶλλον ταῖς κατὰ ἐναντίωσιν ἀντικειμέναις μεταβολαῖς ὑπάρξει. ὅτι δὲ ἡ γένεσις καὶ ἡ φθορὰ οὐκ εἰσὶ συνεχεῖς, δείκνυσιν ἐκ τοῦ ἄτοπον εἶναι τὸ γενόμενον εὐθὺς ἐξ ἀνάγκης φθείρεσθαι καὶ μηδένα χρόνον διαμένειν ἐν τῷ εἴδει, οὗ ἕνεκα ἐγένετο. κἂν γὰρ ῥέῃ συνεχῶς τὰ ὑπὸ σελήνην, ἀλλ’ ἔστι τις καὶ στάσις ὡς ἐν ῥέουσιν,3 ἵνα καὶ διάκρισίς τις ᾖ τῶν εἰδῶν καὶ ὅρος καὶ διακόσμησις καὶ περίληψις γνωστική.

“此外,在生成与毁灭中,直至‘因为在一切事物中情况相同是合乎自然的’。” 从对立者到对立者的诸变化并不是连续的,而是被时间所隔开的,这一点他根据生成与毁灭、潜在地作如下推论而予以证明:“如果生成与毁灭不是连续的,而是被时间所隔开的,那么从对立者到对立者的其他诸变化不是连续的这一结论也是可信的;然而前件[成立];因此后件[成立]。”至于该条件命题,他通过以下事实来证明:当所发生的事因其相似性而属于事物时,在所有类似的变化中情况相同是合乎自然的;因为如果变化不是连续的这一属性是因对立而属于事物的,那么所有对立的[变化]就必然都不是连续的。但或许这里的论证也是一种基于“更有甚者(举轻明重)”的论证;因为在生成和毁灭中因无论以何种方式对立者不能共存而属于该情况的属性,对于依相反性而对立的变化而言更将如此。而生成与毁灭不是连续的,他通过下述事实来证明:已被生成之物立即必然地毁灭、且在它为其而生成的形相中毫不驻留任何时间,是荒谬的。因为即使月下事物在不断流转,仍然也存在某种如在流转之物中那样的静止,以便诸形相具有某种区分、限定、秩序安排以及认知上的把握。

语法注3 条
  1. 8.72ἀλλὰ μὴν τὸ ἡγούμενον· τὸ ἄρα λῆγον.

    古代命题逻辑(逍遥学派与斯多亚学派)中的标准术语。τὸ ἡγούμενον 指条件命题的前件(antecedens),τὸ λῆγον 指后件(consequens),形式化地表述了肯定前件律(modus ponens)的论证结构。

  2. 8.72καὶ τὸ μὲν συνημμένον δείκνυσιν ἐκ τοῦ φυσικὸν εἶναι τὸ ὁμοίως ἔχειν ἐν ἁπάσαις ταῖς ὁμοίαις μεταβολαῖς, ὅταν τὸ συμβαῖνον διὰ τὴν ὁμοιότητα ὑπάρχῃ·

    主动词为 δείκνυσιν,以亚里士多德为省略的主语,宾语为 τὸ μὲν συνημμένον(“假言命题/大前提”)。证明的依据由介词短语 ἐκ τοῦ φυσικὸν εἶναι...(带冠词的不定式短语)引出,其中 τὸ ὁμοίως ἔχειν 充当 εἶναι 的宾格主语。ὅταν 引导的从句限定了该原则适用的条件(即结果因其相似性本身而具有时)。

  3. 8.72κἂν γὰρ ῥέῃ συνεχῶς τὰ ὑπὸ σελήνην, ἀλλ’ ἔστι τις καὶ στάσις ὡς ἐν ῥέουσιν

    由 κἂν(= καὶ ἐάν)引导的让步条件从句与主句中的 ἀλλά 构成呼应结构(“即便……,然而……”)。短语 ὡς ἐν ῥέουσιν 具有限制性意味,表示“在流转之物中所可能具有的那种静止”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1277.15-1277.33