- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1275.41-1277.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘遵从亚里士多德阐明,保证运动与变化不连续的并非相反性本身而是不相容性(对立),并结合亚历山大的观点论述了“一物与一物相反”的公理与静止及运动的对立关系如何得以调和。
οὐδὲ γὰρ ἐπὶ τῶν ἐναντίων ἡ ἐναντίωσις ἦν χρήσιμος, ἀλλὰ τὸ μὴ ἐνδέχεσθαι ἅμα ὑπάρχειν, ὅπερ οὐδὲν ἔλαττον, εἰ μὴ καὶ μᾶλλον τοῖς κατὰ ἀντίφασιν ἀντικειμένοις ὑπάρχει, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἐδιδάχθημεν. Εἰπὼν δὲ μηδὲν διαφέρειν πρὸς τὸ μὴ εἶναι συνεχῆ τὴν κίνησιν καὶ ἐπὶ τῶν ἀντιφατικῶς ἀντικειμένων ὥσπερ ἐπὶ τῶν ἐναντίων, κἂν μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει, ἐπήγαγε μηδὲ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον,1 ὡς ἐπὶ τῶν κινήσεων ἠρεμία τις κινήσει ἐναντίον ἐστίν. ἡ γὰρ ἐν τῷ ἐναντίῳ τοῦ ἐφ’ ὃ κινεῖται τὸ κινούμενον ἠρεμία ἐναντία τῇ κινήσει ἐτέθη, ἣν κινεῖται ἐπὶ τὸ ἐκείνου ἐναντίον τοῦ ἐν ᾧ ἠρεμεῖ. ἡ γὰρ ἐν τῷ κάτω ἠρεμία ἐναντία ἐτέθη τῇ ἐπὶ τὸ ἄνω κινήσει. κἂν μὴ ᾖ οὖν ἐπὶ τῆς μεταβολῆς, τουτέστιν ἐπὶ τῆς γενέσεως καὶ τῆς φθορᾶς, μεταβολὴ ἠρεμίᾳ ἀντικείμενον τῷ μὴ ἠρεμεῖν τὸ ἐφθαρμένον,2 οὐδὲν οὐδὲ τοῦτο πρὸς τὸν λόγον τὸν δεικνύντα, ὅτι ὡς αἱ ἐναντίαι κινήσεις οὐκ εἰσὶ συνεχεῖς, οὕτως οὐδὲ αἱ ἀντικείμεναι μεταβολαί. κἂν γὰρ ἠρεμία μὴ ᾖ μεταξύ, ἀλλ’ ὑπὸ χρόνου καὶ αὗται διαλαμβάνονται. εἰπὼν δὲ μηδέ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον, ὡς κινήσει μὲν οὔσης ἠρεμίας ἐναντίας, μεταβολῆς δὲ οὐκ οὔσης, οὐ δεῖ, φησίν, ἐκ τούτου ταράττεσθαι, ὡς ἀναιρουμένου ἀξιώματος τοῦ λέγοντος ‘ἓν ἑνὶ ἐναντίον’ ἐὰν τῇ κινήσει καὶ κίνησιν ἐναντίαν λέγωμεν καὶ ἠρεμίαν, ἀλλὰ τοῦτο μὲν βεβαίως ἔχειν, ὅτι ἀντίκειται κατά τινα τρόπον ἡ κίνησις καὶ τῇ ἠρεμίᾳ καὶ τῇ ἐναντίᾳ κινήσει· ἀφορᾶν δέ, ὅτι καὶ ἐπ’ ἄλλων ἐστὶ τοιοῦτος ἀντιθέσεως τρόπος, ὡς ἓν πλείοσιν ἀντικεῖσθαι, ὥσπερ τὸ ἴσον καὶ τὸ μέτριον ἀντίκειται τῷ τε ὑπερέχοντι καὶ τῷ ὑπερεχομένῳ, τουτέστι τῷ τε μείζονι καὶ τῷ ἐλάττονι. οὕτω δὲ καὶ αἱ ἀρεταὶ συμμετρίαι οὖσαι ταῖς τε ὑπερβολαῖς ἀντίκεινται καὶ ταῖς ἐλλείψεσι. δεῖ οὖν, φησί, τῷ τε ἀντικεῖσθαι τῇ κινήσει τὴν ἠρεμίαν χρῆσθαι μὴ ἀκριβολογουμένους, εἰ ὡς ἐναντία, καὶ τῷ ὅτι οὔτε κινήσεις οὔτε μεταβολὰς ἐνδέχεται τι ἅμα τὰς ἐναντίας ἢ τὰς ἀντικειμένας κινεῖσθαι ἢ μεταβάλλειν. ἀσφαλῶς δὲ εἶπεν, ὅτι ἀντίκειταί πως καὶ τῇ κινήσει καὶ τῇ ἠρεμίᾳ ἡ κίνησις ἡ ἐναντία. ἐν γὰρ τοῖς πρὸ τούτου βιβλίοις, ἔνθα προέκειτο αὐτῷ περὶ τῶν ἐναντίων κινήσεων λέγειν, τὴν μὲν ἔν τινι ἠρεμίαν τῇ ἐξ αὐτοῦ μεταβολῇ ὡς στέρησιν ἀντικεῖσθαί φησιν, τὴν δὲ ἐναντίαν κίνησιν ὡς ἐναντίον, τὸ δὲ ἴσον τῷ μείζονι καὶ ἐλάττονι ὡς ἀνίσῳ, ὡς ἓν ἑνὶ ἀντίκειται καὶ αἱ ἀρεταὶ ὡς σύμμετρον ἀσυμμέτρῳ.3 “Οὐ παρέργως δέ, φησὶν ὁ Ἀλέξανδρος, ἠσφαλίσατο τὸν λόγον τὸν ἓν ἑνὶ ἐναντίον λέγοντα, ἀλλὰ χρησίμως εἰς τὰ προκείμενα. ἐπεὶ γὰρ κέχρηται τῷ ἐναντίας εἶναι τὰς κινήσεις τὰς εἰς τὰ ἐναντία, ἵνα μή τις ἐνίστηται πρὸς τοῦτο λέγων ἓν ἑνὶ ἐναντίον εἶναι, τῇ δὲ κινήσει τὴν ἠρεμίαν ἐναντίον, καὶ διὰ τοῦτο μὴ δύνασθαι καὶ κίνησιν αὖ αὐτῇ ἐναντίαν εἶναι, εἰ δὲ μὴ ἐναντίαι εἰσὶν αἱ ἐκ τῶν ἐναντίων μεταβολαί, οὐδὲν κωλύει μίαν γενέσθαι τὴν εἰς αὐτὰ μεταβολὴν αὐτῶν· διὰ ταύτην δὴ τὴν ἔνστασιν παρήγαγε νῦν τὴν ἠρεμίαν ὑπομιμνῄσκων τῶν περὶ αὐτῆς δειχθέντων, ὅτι ἡ ἠρεμία οὐ κυρίως ἐναντία τῇ κινήσει, ἀλλὰ ἀντίκειται αὐτῇ ὡς στέρησις πρὸς ἕξιν, ἐναντία δὲ κίνησις κινήσει ἐστί. διὸ οὔτε τὰς κινήσεις τὰς ἐναντίας μίαν εἶναι δυνατὸν οὔτε ἅμα τὴν ἐν τῷ ἐναντίῳ ἠρεμίαν τῇ ἐκ τούτου εἰς τὸ ἐναντίον μεταβολῇ. κἂν γὰρ μὴ ἐναντία ᾖ ἡ ἠρεμία ἡ κάτω τῇ ἐκ τοῦ κάτω κινήσει, ἀλλ’ ἀντίκειται πρὸς αὐτὴν ὡς στέρησις πρὸς ἕξιν καὶ διὰ τοῦτο συνυπάρχειν οὐ δύναται· τὸ γὰρ μὴ συνυπάρχειν οὐ διὰ τὴν ἐναντίωσιν πρόσεστιν, ἀλλὰ διὰ τὴν ἀντίθεσιν, ἥτις οὐ τοῖς ἐναντίοις μόνοις, ἀλλὰ καὶ ἄλλοις ὑπάρχει. μένει οὖν τὸ ἓν ἑνὶ ἐναντίον εἶναι, κἂν συμβαίνῃ ποτὲ τὸ ἓν πολλοῖς ἀντικεῖσθαι κατ’ ἄλλο καὶ ἄλλο τῆς ἀντιθέσεως εἶδος.
因为即使在相反者的情况下,有用的也不是相反性,而是不可能同时共存,正如我们在《解释篇》中所学到的那样,这一点同样属于、甚至更属于依矛盾对立的事物。在指出即使不必在矛盾中静止,对于依矛盾对立的事物而言,正如在相反者中一样,对于运动不是连续的这一点毫无差别之后,他又补充说,变化也并不与静止相反,正如在运动的情况下某种静止与运动相反一样。因为在运动事物所向之物的相反者之中的静止,被设定为与该事物向着它静止于其中的那一事物的相反者所作的运动相反。实际上,在下方的静止被设定为与向上方的运动相反。因此,即使在变化中,即在生成与毁灭中,变化并不因已被毁灭之物不处于静止而与静止对立,这也丝毫不会[妨碍]表明正如相反的运动不连续、对立的诸变化同样不连续的这一论证。因为即使中间没有静止,它们同样也被时间所隔开。在指出变化也并不与静止相反、仿佛静止与运动相反却不与变化相反之后,他说,我们不必为此感到不安,仿佛如果我们称运动与静止都与运动相反,那么声称“一物与一物相反”的公理就会被废弃似的;而是应当坚定地持有这一点:运动以某种方式既与静止对立,又与相反的运动对立;并且应当注意到,在其他事物中也存在这样一种对立方式,以至于一物与多数物对立,正如相等和中适既与超过者对立,又与被超过者对立,即既与较大者对立,又与较小者对立。同样,德性作为均称,也既与过度对立,又与不足对立。因此他说,应当利用静止与运动对立这一事实,而不必去苛求这是否作为相反者;并且应当利用任何事物都既不可能同时作相反的运动,也不可能同时作对立的转变这一事实。他说相反的运动以某种方式既与运动对立又与静止对立,这是十分稳妥的。因为在此之前的各卷中,在他探讨相反运动的地方,他说在某物中的静止作为匮乏而与脱离该物的转变对立,而相反的运动则作为相反者对立,相等者与较大者和较小者作为不相等者对立,正如一物对一物,德性作为均称者与不均称者对立。亚历山大说:“他之所以确保那声称一物与一物相反的论证,并非多此一举,而是对眼前的问题极有助益。因为既然他利用了朝向相反者的运动是相反的这一前提,为了不使有人对此提出反驳说一物与一物相反,而静止与运动相反,因此运动本身不可能又有相反的运动,且如果从相反者而来的诸转变不是相反的,那么就没有任何东西阻止它们向着它们的转变成为单一的——正是由于这一反驳,他现在引出了静止,提醒关于它已被证明的事项,即静止在严格意义上并不与运动相反,而是作为匮乏对待具态那样与运动对立,运动才是与运动相反的。因此,相反的诸运动既不可能是一,在相反者中的静止也不可能与从这一相反者向另一相反者的转变同时存在。因为即使在下方的静止并不与从下方而来的运动相反,它却作为匮乏对待具态那样与它对立,且由于这一点而不能共存;因为不能共存并不归因于相反性,而是归因于对立,而这种对立不仅属于相反者,也属于其他事物。因此,即使有时一物依对立的不同种类而与多数事物对立,一物与一物相反这一原则依然得以确立。”
- 8.71ἐπήγαγε μηδὲ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον
紧接在 ἐπήγαγε 之后的 μηδὲ ἔστι μεταβολὴ ἠρεμίᾳ ἐναντίον 是对亚里士多德原文(261a32)的引用和阐释。否定词 μηδέ 位于直陈式动词 ἔστι 之前,既可理解为受前文否定句式(μηδὲν διαφέρειν)间接引语的影响,也可理解为直接引出带有上下文承接性的否定陈述(“变化也并不……”)。
- 8.71τῷ μὴ ἠρεμεῖν τὸ ἐφθαρμένον
带冠词不定式 τῷ μὴ ἠρεμεῖν 作表原因的与格短语,宾格的 τὸ ἐφθαρμένον(“已被毁灭之物”)是其逻辑主语,意为“因已被毁灭之物不处于静止”,说明前文“变化并不与静止对立”的理由。
- 8.71τὸ δὲ ἴσον τῷ μείζονι καὶ ἐλάττονι ὡς ἀνίσῳ, ὡς ἓν ἑνὶ ἀντίκειται καὶ αἱ ἀρεταὶ ὡς σύμμετρον ἀσυμμέτρῳ
在后半段的比较与补充结构中,动词 ἀντίκειται 从上文承前省去并需在理解时补足:相等者与较大者和较小者作为不相等者(相对立),正如一物与一物相对立那样,德性作为均称者也与不均称者(相对立)。
