← 辛普里丘

亚里士多德《物理学》注释

§1274.28-1275.41

相反运动的不连续性与静止及时间的介入

辛普里丘论证了相反的运动因不能同时发生且中间隔有静止而无法连续,继而阐明在诸如生成与毁灭这类基于矛盾对立的变化中,尽管非存在并不严格适用静止,但由于时间的介入,连续性同样被截断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.71#2

οὔτε μία οὖν ἐκ τῶν ἐναντίων οὔτε ἅμα δύναταί τι τὰς ἐναντίας κινεῖσθαι. εἰ δὲ μὴ μία ἡ ἐκ τῶν ἐναντίων, ὑπὸ ἠρεμίας διαλαμβάνονται αἱ ἐναντίαι. ταύτην γὰρ ταῖς προειρημέναις προσλαμβάνει τὴν πρότασιν, καὶ κατασκευάζει αὐτὴν ἀξιώματι προσχρησάμενος τῷ λέγοντι, ὅτι τὸ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν.1 εἰ γὰρ μὴ ἠρεμῆσαν τὸ λευκαινόμενον μηδὲ παυσάμενον τοῦ λευκαίνεσθαι μελαίνοιτο, ἅμα ἂν λευκαίνοιτό τε καὶ μελαίνοιτο· ὥστε ἅμα λευκὸν γενήσεται καὶ μέλαν εἰς τέλος ἐλθὸν τῆς κινήσεως. εἰ δὲ παυσάμενον τοῦ λευκαίνεσθαι λευκὸν γένοιτο, καὶ ἀπὸ τοῦ λευκοῦ μεταβάλλοι εἰς τὸ μέλαν, ἐν τῷ εἴδει τοῦ λευκοῦ γενόμενον ἠρεμήσει πάντως τινὰ χρόνον. οὕτω γὰρ ἀπὸ λευκοῦ ὄντος αὐτοῦ καὶ οὐκέτι λευκαινομένου ἡ εἰς τὸ μελαίνεσθαι μεταβολὴ γενήσεται· οὔτε γὰρ ἅμα λευκαίνεται καὶ ἔστι λευκόν, οὔτε ἅμα λευκόν ἐστιν εἰλικρινῶς καὶ μελαίνεται. ἅμα γὰρ ἔσται ἐπὶ τοῦ πέρατος καὶ οὐκ ἔσται. εἰ δὲ μὴ ἅμα ἐστί τε καὶ ἀπογίνεται, χρόνος ἄν τις εἴη, ὃν ἠρέμησεν ἐπὶ τοῦ πέρατος τὸ κινούμενον. δείξας δὲ πρῶτον ἐπὶ τῶν ἐξ ἐναντίων εἰς ἐναντία κινήσεων, τουτέστιν ἐπὶ τῶν κυρίως κινήσεων, ὅτι ἀδύνατον συνεχεῖς εἶναι ταύτας, κοινοποιεῖ τὸν λόγον καὶ ἐπὶ τῶν μεταβολῶν, τουτέστι γενέσεως καὶ φθορᾶς (αὗται γὰρ μεταβολαὶ μόνον εἰσὶ καὶ οὐ κινήσεις) δεικνύς, ὅτι τὸ αὐτὸ καὶ ἐπὶ τούτων ἐστίν, ὃ καὶ ἐπὶ τῶν κινήσεων δέδεικται. καὶ γὰρ τὸ μὴ γινόμενον τέως ἄνθρωπος, γενησόμενον δέ, ἀνάγκη πρῶτον ἠρεμεῖν τινα χρόνον ἐν τούτῳ τῷ εἴδει, ἐξ οὗ γίνεται ἄνθρωπος· τὸ γὰρ σπέρμα μεῖνάν τινα χρόνον σπέρμα οὕτω μεταβάλλει εἰς ἄνθρωπον· καὶ γὰρ τὰς μεταβολὰς τὰς ἀντικειμένας ἀδύνατον ἅμα γίνεσθαι, ὥσπερ καὶ τὰς ἐναντίας κινήσεις. οὐδὲ γὰρ τὸ γινόμενον πρὸ τοῦ γενέσθαι εἰς τὸ φθείρεσθαι ἄν μεταβάλλοι, εἰ ἔστιν ἡ φθορὰ ἐξ ὄντος μεταβολή. τὸ δὲ γινόμενον οὐδέπω ἐστίν, εἰ δὲ οὕτως, οὐδὲ αὗται ἂν εἶεν συνεχεῖς αἱ μεταβολαί· ἔχουσι γὰρ ἀρχὰς ἄμφω καὶ τέλη, εἰς ἃ μεταβάλλουσιν ἀντικείμενα ἀλλήλοις. ἀλλὰ μεταξὺ φησὶν ἔσται αὐτῶν χρόνος, καὶ οὐκ εἶπεν ‘ἠρεμία’ τὴν ἔνστασιν, ἣν μετ’ ὀλίγον λύσει, φυλαττόμενος·2 οὐ γάρ, ὡς ἐπὶ τῶν ἐναντίων κινήσεων τὸ κινούμενον τὰς ἐναντίας ἠρεμεῖ μεταξύ, οὐχ οὕτω καὶ ἐπὶ τῶν εἰς τὰ ἀντικείμενα μεταβαλλόντων τὸ ὂν καὶ τὸ μὴ ὄν· τὸ γὰρ ἠρεμοῦν ὄν τι ἠρεμεῖ καὶ ἐν ὄντι, οὔτε δὲ μὴ ὂν οὔτε ἐν μὴ ὄντι τινὶ ἠρεμεῖν δυνατόν· χρόνον μέντοι μεταξὺ εἶναί τινα καὶ τούτων τῆς ἀπὸ θατέρου ἐπὶ θάτερον μεταβολῆς ἀναγκαῖον. Δείξας δὲ ἐπὶ τῶν ἐναντίων κινήσεων, ὅτι ἀναγκαῖόν ἐστιν ἠρεμεῖν μεταξὺ λέγει, ὅτι καὶ ἐπὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων, οἷά ἐστιν ἡ γένεσις καὶ ἡ φθορά, κἂν μὴ ἐξ ἐναντίων εἰς ἐναντία ἐστὶν ἡ μεταβολή, οὐδὲν κωλύει καὶ ἐπὶ τούτων κἂν μὴ ἠρεμίαν ἀλλὰ χρόνον εἶναι μεταξύ, ὥστε μὴ συνεχεῖς μηδὲ μίαν εἶναι τὴν ἐκ τῶν ἀντικειμένων μεταβολήν. καὶ γὰρ ἐπὶ τῶν ἐναντίων συνέβαινε μεταξὺ ἠρεμίαν γίνεσθαι, οὐχ ᾗ ἐναντίαι, ἀλλὰ καθ’ ὅσον οὐχ οἷόν τε ἦν ἅμα αὐτὰς γίνεσθαι, ὃ οὐδὲν ἔλαττον καὶ ἐπὶ τῶν κατὰ ἀντίφασιν ἀντικειμένων ἐστίν. ταὐτὸν γὰρ αἴτιον ἐπ’ ἀμφοτέρων, δι’ ὃ οὐ δύνανται συνεχεῖς εἶναι· οὐδέτεραι γὰρ αὐτῶν συνυπάρχειν ἀλλήλαις δύνανται οὔτε αἱ ἐναντίαι οὔτε αἱ κατὰ ἀντίφασιν ἀντικείμεναι. διὸ ὁμοίως ἀμφότεραι ὑπὸ χρόνου διαλαμβάνονται. ὁμοίως δέ, φησίν, οὐδὲν διαφέρει πρὸς τὸ μὴ μίαν εἶναι καὶ συνεχῆ κίνησιν τὴν ἐκ τῶν ἀντιφατικῶς ἀντικειμένων, κἂν μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει,3 ὥσπερ ἐν τῷ ἐναντίῳ ἐδείκνυτο. οὐδὲ γὰρ ἠρεμεῖ τὸ μὴ ὂν οὐδὲ ἐν τῷ μὴ ὄντι, ἡ δὲ φθορὰ εἰς τὸ μὴ ὂν καὶ ἡ γένεσις ἐκ τοῦ τοιούτου μὴ ὄντος. ἀλλ’ ἀρκεῖ μόνον καὶ ἐπὶ ταύτης τῆς μεταβολῆς τὸ μεταξὺ γίνεσθαι χρόνον. διακόπτεται γὰρ οὕτω καὶ οὐκ ἔστι συνεχὴς ἡ μεταβολή.

因此,从相反者而来的运动既不可能是单一的,任何事物也不可能同时作相反的运动。而如果从相反者而来的运动不是单一的,那么相反的诸运动就被静止所隔开。因为他在上述诸前提之外又增补了这一前提,并通过援引一条公理来确立它,该公理说:并非总是作这一运动、但先前已存在的事物,必然先前处于静止。因为如果正在变白的事物既没有静止下来,也没有停止变白,就变黑,那么它就会同时既正在变白又正在变黑;以至于当达到运动的终点时,它将同时成为白的和黑的。但如果它在停止变白之后成为白的,并且从白的转变成黑的,那么由于它已经处于白的形式之中,它无论如何都会静止一段时间。因为只有这样,从它作为白的事物存在且不再变白的状态出发,向变黑的转变才会发生;因为事物既不可能同时正在变白且是白的,也不可能同时纯粹是白的且正在变黑。因为[若如此]它就会同时既在极限处又不在极限处。但如果它不同时既在极限处又正在脱离[极限],那么就会存在某个时间,在此期间运动的事物在极限处处于静止。在首先对于从相反者到相反者的诸运动——即本义上的运动——表明了它们不可能连续之后,他又将这一论证普遍化到诸变化——即生成与毁灭——之上(因为这些只是变化而非运动),指出对于它们也同样适用在诸运动上已被证明的事理。因为那暂时还不是人、但将要成为人的事物,必然首先在人所由此生成的那种形式中静止一段时间;因为种子在作为种子保持了一段时间之后,才这样转变成人。因为对立的诸变化也不可能同时发生,正如相反的诸运动一样。因为正在生成的事物在生成之前不可能转入毁灭,如果毁灭是从存在者出发的转变的话。而正在生成的事物尚未存在;如果这样,这些变化也不会是连续的;因为两者都具有相互对立的起点和终点,它们是向着这些终点转变的。但他指出,它们之间将会有时间,而没有说“静止”,这是为了防范他稍后将要解决的反驳。因为并不是像在相反的诸运动中作相反运动的事物在中间静止那样,在向着对立者(即存在与非存在)转变的事物中也是如此;因为静止的事物是作为某种存在者且在存在者中静止的,而非存在者既不可能静止,任何事物也不可能在非存在者中静止。然而,在这些事物从一方到另一方的转变之间,也必然存在某种时间。在对相反诸运动表明了在中间必然静止之后,他说,即使在依矛盾对立的事物中,如生成与毁灭,即便转变不是从相反者到相反者,也丝毫不能阻止在它们之间即使没有静止也至少有时间存在,从而使从对立者而来的转变既不连续也不是单一的。因为在相反者的情况下,中间出现静止之所以发生,并非由于它们是相反的,而是由于它们不可能同时发生,而这一点在依矛盾对立的事物中同样毫无逊色地成立。因为它们之所以不能连续的原因在两者中是同一的:因为无论相反的运动还是依矛盾对立的变化,它们中的任何一种都不能彼此共存。因此两者同样都被时间所隔开。他说,同样地,对于从矛盾对立者而来的运动不是单一且连续的这一点而言,即使不必像在相反者中所表明的那样在矛盾中静止,也毫无差别。因为非存在者既不静止,也没有事物在非存在者中静止,而毁灭是朝向非存在,生成是从这种非存在而来。但是在这类转变中,仅仅在中间产生时间就足够了。因为这样一来,转变就被打断,而不是连续的了。

语法注3 条
  1. 8.71τὸ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον, ἀνάγκη πρότερον ἠρεμεῖν

    主语名词短语 τὸ μὴ ἀεὶ κινούμενον τήνδε τὴν κίνησιν, ὂν δὲ πρότερον(“并非总是作这一运动、但先前已存在的事物”)充当无人称结构 ἀνάγκη 配合不定词 ἠρεμεῖν 的逻辑主语。分词短语 ὂν δὲ πρότερον 表达对比,表明该事物并非新生之物,而是在进行该特定运动之前就已实存。

  2. 8.71ἀλλὰ μεταξὺ φησὶν ἔσται αὐτῶν χρόνος, καὶ οὐκ εἶπεν ‘ἠρεμία’ τὴν ἔνστασιν, ἣν μετ’ ὀλίγον λύσει, φυλαττόμενος

    该句呈现倒装结构(hyperbaton)。主干为 καὶ οὐκ εἶπεν ‘ἠρεμία’(“他没有说‘静止’”),分词 φυλαττόμενος 表示主语的防范意图,其宾语 τὴν ἔνστασιν 及关系从句 ἣν μετ’ ὀλίγον λύσει(“他稍后将要解决的反驳”)被倒置提前至分词前,解释了用词审慎的动机。

  3. 8.71οὐδὲν διαφέρει πρὸς τὸ μὴ μίαν εἶναι καὶ συνεχῆ κίνησιν τὴν ἐκ τῶν ἀντιφατικῶς ἀντικειμένων, κἂν μὴ ἀνάγκη ἠρεμῆσαι ἐν τῇ ἀντιφάσει

    οὐδὲν διαφέρει πρὸς τὸ... 为惯用句式,意为“对于……而言并无区别/妨碍”。在介词 πρός 统辖的定冠词不定词结构中,τὴν ἐκ τῶν ἀντιφατικῶς ἀντικειμένων [κίνησιν] 充当 εἶναι 的宾格主语,μίαν καὶ συνεχῆ 为表语,后接让步从句 κἂν μὴ...(= καὶ ἐὰν μή,“即便没有……的必然性”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1274.28-1275.41