← 辛普里丘

亚里士多德《物理学》注释

§1273.13-1274.28

圆周运动作为第一运动及其连续与永恒性

辛普利丘阐明了亚里士多德的论证步骤:位移中的圆周运动先于直线运动与混合运动,且相对于变质、增减及生灭等朝向对立者的诸运动而言,唯有圆周运动才是第一的、且唯一能够保持连续与永恒的运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.71#1

" Τίς δὲ φορὰ πρώτη νῦν δεικτέον ἕως τοῦ καὶ ὅτι οὐκ ἐνδέχεται ἅμα τὰς ἀντικειμένας οὔτε κινήσεις οὔτε μεταβολὰς ὑπάρχειν." Δείξας κατὰ πάντας τοὺς τοῦ προτέρου τρόπους τὴν φορὰν πρώτην οὖσαν τῶν ἄλλων κινήσεών τε καὶ μεταβολῶν, νῦν πρόεισιν ἐπὶ τὸ ζητεῖν, τίς πάλιν ἐν τῇ φορᾷ πρώτη ἐστὶ κατὰ τὰ εἰρημένα τοῦ πρώτου σημαινόμενα. ἴσμεν γὰρ ὅτι τῆς φορᾶς ἡ μὲν ἐπ’ εὐθείας ἐστίν, ἡ δὲ κύκλῳ, ἡ δὲ μικτή, ὥσπερ καὶ τῆς γραμμῆς ἐφ’ ἧς φέρεται τὸ φερόμενον. εὑρεθείσης δὲ τῆς πρώτης φορᾶς ἅμα καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεται τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀίδιον, φανερὸν ἔσται. αὕτη γὰρ ἡ πρώτη φορὰ συνεχὴς εὑρεθήσεται καὶ ἀίδιος. ἐπιστῆσαι δὲ χρή, ὅτι μέχρι νῦν ὡς ὑπόθεσις ἐλαμβάνετο τὸ εἶναι συνεχῆ κίνησιν· ἡ γὰρ ἐν ἀρχῇ δειχθεῖσα ἀγένητος καὶ ἄφθαρτος κίνησις οὐχ ὡς μία καὶ συνεχής, ἀλλ’ ὡς ἀεὶ μέν, ἄλλη δὲ καὶ ἄλλη κίνησις ἐν τοῖς οὖσιν ἀπεδείκνυτο. ἐπιστήμης δέ ἐστιν ἀκριβοῦς τὸ κατὰ μίαν μέθοδον πλείονα καὶ οὕτω καθολικὰ καὶ χρήσιμα θεωρήματα εὑρίσκειν, ἡ δὲ εὕρεσις αὐτῷ γίνεται δεικνύντι πρῶτον, ὅτι οὐδεμία τῶν ἄλλων κινήσεων ἢ μεταβολῶν παρὰ τὴν φορὰν συνεχὴς εἶναι δύναται καὶ μία, ἀλλ’ οὐδὲ τῆς φορᾶς ἡ κατ’ εὐθεῖαν οὐδὲ ἡ μικτή, ἀλλὰ μόνῃ τῇ κύκλῳ κινήσει τὸ συνεχὲς καὶ ἀίδιον ὑπάρχειν δυνατόν. καὶ οὕτως ἐκ τούτου δείκνυσιν, ὅτι τῶν φορῶν πρώτη ἡ κύκλῳ τῆς κατ’ εὐθεῖάν ἐστιν. ὅτι δὲ μηδεμίαν τῶν ἄλλων κινήσεων οἷόν τε συνεχῆ εἶναι, ἀποδείκνυσιν οὕτω· πᾶσαι αἱ ἄλλαι κινήσεις1 (συναριθμεῖ δὲ τέως καὶ τὴν γένεσιν καὶ τὴν φθοράν, εἶτα ὕστερον αὐτὰς χωρίζει τῶν κυρίως κινήσεων μεταβολὰς οὔσας καὶ οὐ κινήσεις, ὡς ἐν τῷ πέμπτῳ δέδεικται ταύτης τῆς πραγματείας), πᾶσαι οὖν αἱ ἄλλαι παρὰ τὴν φορὰν κινήσεις ἐξ ἀντικειμένων εἰσὶν εἰς ἀντικείμενα * * * ἐξ ἐναντίων εἰς ἐναντία ἀντικείμενά ἐστιν ἢ ἐναντία. αὐτὸς δὲ ἐπὶ τῶν ἐναντίων τέως ποιεῖται τὸν λόγον, ἐπειδὴ ἡ γένεσις καὶ ἡ φθορὰ ἀντικείμενα μέν ἐστιν, οὐκ ἐναντία δέ. τὰς δὲ ἐναντίας ἢ ὁπωσοῦν ἀντικειμένας κινήσεις ἀδύνατον εἶναι μίαν καὶ συνεχῆ. ἐξ ὧν συνάγεται, ὅτι πᾶσαι αἱ ἄλλαι παρὰ τὴν φορὰν κινήσεις οὐ δύνανται συνεχεῖς εἶναι. Καὶ ὅτι μὲν ἑκάστη ἐκείνων ἐξ ἀντικειμένου ἐστὶν εἰς ἀντικείμενον, δείκνυσι τοὺς ἀντικειμένους ὅρους ἐκτιθέμενος, ἐφ’ οὓς κινοῦνται. καὶ γὰρ γενέσει μὲν καὶ φθορᾷ τὸ ὂν καὶ μὴ ὂν ὅροι ὡς κατάφασις καὶ ἀπόφασις ἀντικείμενα, ἀλλοιώσει δὲ τὰ ἐναντία πάθη, θερμότης καὶ ψυχρότης, λευκότης καὶ μελανία καὶ τὰ τοιαῦτα, αὐξήσει δὲ καὶ φθίσει ἢ μέγεθος καὶ μικρότης ἢ μᾶλλον τελειότης μεγέθους καὶ ἀτέλεια, ὅτι τὸ μέγεθος κοινὸν καὶ τοῦ τελείου, εἰς ὃ σπεύδει ἡ αὔξησις, καὶ τοῦ ἀτελοῦς, εἰς ὃ ἡ μείωσις. ὅτι δὲ ἐναντίαι καὶ ἀντικείμεναι αἱ εἰς τὰ ἐναντία καὶ ἀντικείμενα, πρόδηλον· ὁρισμὸς γὰρ οὗτός ἐστι τῶν ἐναντίων κινήσεων. ὅτι δὲ λοιπὸν οὐχ οἷόν τε ἐκ τῶν ἀντικειμένων καὶ ἐναντίων κινήσεων μίαν γενέσθαι καὶ συνεχῆ κίνησιν, δῆλον· εἰ γὰρ εἴη μία, τὸ λευκαινόμενον ἅμα ἂν καὶ μελαίνοιτο καὶ 〈τὸ〉 εἰς ὑγείαν μεταβάλλον ἅμα ἂν καὶ εἰς νόσον μεταβάλλοι καὶ τὸ αὐξόμενον ἅμα ἂν καὶ μειοῖτο, καὶ τὸ γινόμενον ἅμα ἂν καὶ φθείροιτο, εἴπερ μία καὶ ἡ αὐτὴ κίνησις ἐκ τῶν ἐναντίων ἐστί. καὶ αὐτόθεν δὲ δῆλον, ὅτι ἐκ τῶν ἐναντίων κινήσεων μίαν ἀδύνατον γενέσθαι. πῶς γὰρ ἐκ τῆς ἐπὶ τὸ ἄνω καὶ τῆς ἐπὶ τὸ κάτω μενουσῶν ἀκραιφνῶν2 μία γένοιτο ἂν κίνησις; οὔτε γὰρ κατὰ φύσιν δυνατὸν τὰς ἐναντίας κινεῖσθαι οὔτε ἡ κατὰ φύσιν καὶ παρὰ φύσιν μία γένοιντο ἄν. ἡ μὲν γὰρ εἰς τὰ πλάγια μία οὖσα μῖξις τῆς ἄνω καὶ τῆς κάτω δοκεῖ, ἀλλ’ οὐ μενουσῶν ἀκραιφνῶν, ὥσπερ ὁ λόγος λαμβάνει νῦν, ἀλλ’ οὕτως ὡς καὶ τὰ στοιχεῖα τοῦ σώματος τὰ ἐναντία κιρνάμενα ποιεῖ τι σύνθετον ἕν.

“而哪一种位移是第一的,现在必须予以阐明……直到……对立的运动与变化都不可能同时存在。” 在表明了依“在先”的所有方式位移都先于其他诸运动与变化之后,他现在进而探究,在位移之中何者依上述“第一”的涵义又是第一的。因为我们知道,正如被载运者所沿以被载运的线一样,位移也有的是直线的,有的是圆周的,有的是混合的。而一旦第一位移被发现,无论现在还是之前所设定的前提,即某种运动可能是连续且永恒的,也将同时变得明晰。因为这一第一位移将被发现是连续且永恒的。但应当注意到,直到现在,存在连续运动仍是作为假定被接受的;因为在开头所证明的无生成且不可毁灭的运动,并不是作为单一且连续的运动,而是作为在实存诸物中虽常在但相继各异的运动被论证的。通过单一方法发现更多的、如此普遍且有用的定理属于精密的科学,而这一发现是通过他首先表明位移之外的其他运动或变化没有一种能够是连续且单一的,甚至在位移中直线的与混合的也不能,而唯独对圆周运动连续与永恒才是可能成立的,从而得以实现的。并且他就以此证明在诸位移中圆周位移先于直线位移。而其他运动没有一种能够是连续的,他是这样论证的:所有其他运动(尽管他暂时也把生成和毁灭一并列入,随后又如在本论著第五卷中所证明的那样,将它们作为变化而非运动从本义上的运动中分离出去)——因此位移之外的所有其他运动都是从对立者到对立者,是从相反者到相反者的对立者或相反者。而他自己暂时针对相反者展开论述,因为生成与毁灭虽是对立的,却不是相反的。而相反的或以任何方式对立的运动都不可能是单一且连续的。由此推论得出,位移之外的所有其他运动都不可能是连续的。而那些运动中的每一种都是从对立者到对立者,他是通过列出它们所朝向运动的对立边界来表明的。因为对于生成与毁灭,作为肯定与否定的存在与非存在是对立的边界;对于变质,相反的情状如热与冷、白与黑等则是边界;对于增长与减少,则是大小(尺度)与细小,或者更确切地说是尺度的完全性与不完全性,因为尺度对于增长所奔赴的完全者与减少所朝向的不完全者是共有的。而朝向相反者与对立者的运动是相反且对立的,这是显而易见的;因为这就是相反运动的定义。最后,从对立且相反的运动中不可能产生单一且连续的运动,这一点是清楚的;因为如果它是单一的,那么正在变白的事物就会同时正在变黑,正在向健康转变的事物就会同时正在向疾病转变,正在增长的事物就会同时正在减少,而正在生成的事物就会同时正在毁灭,如果从相反者而来的运动确实是单一且相同的。而且直接也很显然,从相反的运动中不可能产生单一运动。因为在上向运动与下向运动保持纯粹的情况下,怎能从它们之中产生一种运动呢?因为相反的运动既不可能依自然进行,依自然的运动与反自然的运动也不可能合而为一。因为朝向侧面的运动虽是单一的,看似是上与下的混合,却并非在它们保持纯粹的情况下,正如现在的论证所假定的那样,而是如同身体的相反元素经由调和而构成单一的复合体一样。

语法注2 条
  1. 8.71πᾶσαι αἱ ἄλλαι κινήσεις

    该句以主语 πᾶσαι αἱ ἄλλαι κινήσεις 开始,但在插入了较长的括号说明(συναριθμεῖ δὲ τέως...)之后,主语借由复述小词 οὖν 以 πᾶσαι οὖν αἱ ἄλλαι παρὰ τὴν φορὰν κινήσεις 的形式重新提起,进而接续谓语。

  2. 8.71μενουσῶν ἀκραιφνῶν

    这是与介词 ἐκ 所引导的两个名词短语(τῆς ἐπὶ τὸ ἄνω 与 τῆς ἐπὶ τὸ κάτω)相一致的属格分词结构,带有条件/假设的含义,意为“如果/在它们[上下运动]保持纯粹的状态下”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1273.13-1274.28