← 辛普里丘

亚里士多德《物理学》注释

§1272.26-1273.12

基于自运者的位移第一性与柏拉图

辛普里丘注解了亚里士多德根据自运者论证位移在先性的文句(261a23),阐明了其三段论结构,并通过引文论证了这一观点遵循了柏拉图《法律篇》第十卷的运动学说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.70

" Μάλιστα δὲ δῆλον ὅτι τὸ κινοῦν αὐτὸ αὑτὸ ἕως τοῦ τὸ αὐτὸ ἑαυτὸ κινοῦν." Τοῦτο τὸ ἐπιχείρημα δύναται δεικτικὸν εἶναι τοῦ πρώτην τῶν ἄλλων κινήσεων εἶναι τὴν φορὰν κατὰ τοὺς τρεῖς τοῦ προτέρου τρόπους, οὓς ἀποδέδωκεν. ἔστι δὲ τοιοῦτον· ἐδείχθη πρότερον, ὅτι τὸ αὐτοκίνητον προὑπάρχον καὶ χρόνῳ καὶ οὐσίᾳ τῶν κινούντων καὶ κινουμένων ἀρχὴ τῶν τοιούτων ἐστί, καὶ ὅτι τὴν κατὰ φορὰν κίνησιν ἰδίως καὶ κυρίως κινεῖται τὸ αὐτοκίνητον. εἰ οὖν ἡ κατὰ τόπον κίνησις οἰκεία ἐστὶ τῆς ἀρχῆς καὶ αἰτίας τῶν κινουμένων, ἡ δὲ οἰκεία τῆς ἀρχῆς καὶ αἰτίας τῶν κινουμένων κίνησις αὕτη ἂν εἴη καὶ τῇ φύσει καὶ τῷ χρόνῳ προτέρα τῶν ἄλλων κινήσεων, τὸ συμπέρασμα δῆλον, ὅτι ἡ κατὰ τόπον κίνησις καὶ τῇ φύσει καὶ οὐσίᾳ καὶ τῷ χρόνῳ πρώτη τῶν ἄλλων ἐστὶ κινήσεων, καὶ συμπεραίνεται λοιπὸν τὰ εἰρημένα. ὅτι δὲ καὶ τοῦτο τοῖς ἐν τῷ δεκάτῳ τῶν Πλάτωνος Νόμων κατακολουθῶν ὁ Ἀριστοτέλης ἀπέδειξε, συνιδεῖν ἔστιν,1 εἴπερ τὰ εἴδη τῶν κινήσεων παραδιδοὺς καὶ πρώτην ἐκθέμενος τὴν κατὰ τόπον ταύτην αἰτίαν τῶν ἄλλων εἶναί φησι,2 προσεχῶς μὲν τῆς διακρίσεως καὶ συγκρίσεως, τουτέστι τῆς ἀλλοιώσεως, δι’ ἐκείνης δὲ τῆς αὐξήσεως καὶ φθίσεως, διὰ δὲ ταύτης τῆς γενέσεως καὶ φθορᾶς. ἐκθέμενος γὰρ τὴν κατὰ τόπον κίνησιν ἐπάγει· “προστυγχάνοντα δὲ ἑκάστοτε ἑκάστοις, τοῖς ἑστῶσι μὲν διασχίζεται, τοῖς δὲ ἄλλοις ἐξ ἐναντίας ἀπαντῶσι καὶ φερομένοις εἰς ἓν γινόμενα μέσα τε καὶ μεταξὺ τῶν τοιούτων ξυγκρίνεται.” — “καὶ μὴν καὶ ξυγκρινόμενα αὐξάνεται, διακρινόμενα δὲ φθίνει τότε, ὅταν ἡ καθεστηκυῖα ἑκάστων ἕξις διαμένῃ. μενούσης δὲ αὐτῆς δι’ ἀμφότερα ἀπόλλυται.”3 ἀπὸ δὲ τῆς αὐξήσεως τὴν γένεσιν, καὶ ἀπὸ τῆς μειώσεως τὴν φθορὰν λέγει γίνεσθαι.

“而十分清楚的是,那自身运动者……直到……那自身运动者。” 这一论证能够证明位移按照他所给出的“在先”的三种方式而在其他诸运动中居于第一。它是这样的:此前已经证明,自运者无论在时间上还是在实体上都在动者与被动者之先存在,是此类事物的本原,并且自运者特有且本原地进行依位移的运动。因此,如果依位置的运动特属于被动者的本原与原因,而特属于被动者的本原与原因的运动在本性上和在时间上也先于其他诸运动,那么结论是显然的,即依位置的运动在本性上、实体上和时间上都先于其他诸运动,并且至此所述之事便得以推论得出。而亚里士多德追随柏拉图《法律篇》第十卷中的论述也证明了这一点,这是可以看出的,因为[柏拉图]在传授运动的诸形式并把依位置的运动列为第一种时,说它是其他运动的原因——直接是分离与结合(即变质)的原因,通过它则是增长与减少的原因,再通过这后者则是生成与毁灭的原因。因为他在阐明了依位置的运动之后接着说道:“它们每次遇到各物时,对于静止者便被撕裂开,而对于其他迎面相遇并运动而来的事物,它们合为一体,在这些事物之间并处于其中间而得以结合。”——“而且,结合时便增长,分离时便减少,此时各物的既定状态得以维持;但若它维持着,便因这两者而毁灭。”他说生成由增长而来,而毁灭由减少而来。

语法注3 条
  1. 8.70ὅτι δὲ καὶ τοῦτο τοῖς ἐν τῷ δεκάτῳ τῶν Πλάτωνος Νόμων κατακολουθῶν ὁ Ἀριστοτέλης ἀπέδειξε, συνιδεῖν ἔστιν

    这是一个倒置结构,作为无人称短语 συνιδεῖν ἔστιν(“可以看清”)之宾语的 ὅτι 从句(ὅτι δὲ καὶ τοῦτο ... ἀπέδειξε)被前置于句首。句子的谓语核心是后置的 συνιδεῖν ἔστιν,全句骨干为“可以看出亚里士多德证明了这一点……”。

  2. 8.70εἴπερ τὰ εἴδη τῶν κινήσεων παραδιδοὺς καὶ πρώτην ἐκθέμενος τὴν κατὰ τόπον ταύτην αἰτίαν τῶν ἄλλων εἶναί φησι

    动词 φησί 的逻辑主语不是前一主句的主语亚里士多德,而是刚被提及的《法律篇》的作者柏拉图。紧随其后的句子直接引述了柏拉图的原文(ἐκθέμενος γὰρ ... ἐπάγει),证实此处是在引介柏拉图的论述。

  3. 8.70μενούσης δὲ αὐτῆς δι’ ἀμφότερα ἀπόλλυται

    在柏拉图《法律篇》(894a)的传世本中,此处带有否定词作 μὴ μενούσης(“若其不维持”),但此处严格按照底本无否定词的独立属格 μενούσης δὲ αὐτῆς(“若它维持着”)作语法解读。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1272.26-1273.12