- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1271.19-1272.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修将亚里士多德在261a14处关于位移在实体和本性上居第一位的论证重构为直言和假言三段论,澄清了因亚里士多德语序倒错而导致的句式结构,并注解了关于位置运动因不改变事物状态、保持其本性从而更为完全的附加证明。
" Ὅλως τε εἰ φαίνεται τὸ γιγνόμενον, ἀτελές ἕως τοῦ αὐξανομένου δὲ καὶ φθίνοντος τὸ ποσόν." Τὴν λύσιν τῆς ἐνστάσεως τῆς ἀπὸ τῆς γενέσεως ἐνεχθείσης ἀρχὴν τοῦ τρίτου ἐπιχειρήματος ἐποιήσατο τοῦ δεικνύντος, ὅτι καὶ κατ’ οὐσίαν πρώτη τῶν ἄλλων ἐστὶν ἡ κατὰ φορὰν κίνησις. τὸ δὲ κατ’ οὐσίαν πρῶτον καὶ κατὰ φύσιν πρῶτον ὀνομάζει συμφώνως τοῖς ἐν τῇ Μετὰ τὰ φυσικὰ περὶ τούτων εἰρημένοις. συλλογίζεται δὲ καὶ ἀποδείκνυσι τοῦτο κατηγορικῶς μὲν οὕτως· ἡ φορὰ τελευταία πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει· τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερόν ἐστι καὶ τῇ οὐσίᾳ. ἡ φορὰ ἄρα πρώτη καὶ κατὰ φύσιν καὶ κατ’ οὐσίαν τῶν ἄλλων κινήσεών ἐστι. καὶ ὅτι μὲν ἡ φορὰ τελευταία τοῖς ἐν γενέσει ὑπάρχει, δείκνυσιν ἐκ τοῦ τὰ μὲν κατ’ οὐσίαν ἀτελέστερα ὥσπερ τὰ φυτὰ καὶ τῶν ζῴων τὰ προσπεφυκότα, ἅπερ ζωόφυτα καλοῦμεν, οὐδὲ ὅλως κινεῖσθαι κατὰ τόπον, τοῖς δὲ τελειουμένοις τελευταῖον ὑπάρχειν τοῦτο. ὅτι δὲ τὸ τῇ γενέσει ὕστερον τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερόν ἐστι, δείκνυσιν ἐκ τοῦ τὸ γινόμενον ἐν τῷ ἔτι γίνεσθαι ἀτελὲς ὂν ὁδεύειν ἐπὶ τὴν ἑαυτοῦ τελειότητα ὡς ἐπ’ ἀρχὴν καὶ πρῶτον τῇ φύσει· ἡ γὰρ τελειότης ἀρχὴ ὡς τὸ οὗ ἕνεκα καὶ τὸ τέλος. πρῶτον δὲ τῇ φύσει καὶ τῇ οὐσίᾳ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ οὗ ἕνεκα τοῦ χάριν ἐκείνου·1 κατὰ γὰρ τὴν ἑκάστου τελειότητα τὸ κατὰ φύσιν ἐστὶν ἑκάστῳ. καὶ ἡ οὐσία καὶ ἀρχὴ τὸ τέλειον· τελείου γὰρ τὸ γεννᾶν. ὥσπερ οὖν ἡ τελειότης τελευταία οὖσα τῇ γενέσει πρώτη ἐστὶ τῇ οὐσίᾳ τε καὶ τῇ φύσει, οὕτω καὶ ἣν κινεῖται τελευταίαν κίνησιν τὰ γινόμενα, πρώτη τῇ φύσει καὶ τῇ οὐσίᾳ ἐστίν. αὐτὸς δὲ τῆς μὲν μείζονος προτάσεως τῆς λεγούσης τὸ τῇ γενέσει ὕστερον τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερον εἶναι τὴν κατασκευὴν προθεὶς ἐν τῷ φαίνεται τὸ γινόμενον ἀτελὲς καὶ ἐπ’ ἀρχὴν ἰόν, τῆς δὲ ἐλάττονος τῆς λεγούσης ‘ἡ φορὰ τελευταία πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει’ τὴν κατασκευὴν ὑστέραν θεὶς ἐν τῷ τὰ μὲν ὅλως ἀκίνητα τῶν ζώντων καὶ τοῖς ἑξῆς, τὰς δὲ δύο προτάσεις αὐτὰς μεσολαβήσας καὶ πρώτην μὲν θεὶς τὴν μείζονα ἐν τῷ ὥστε τὸ τῇ γενέσει ὕστερον τῇ φύσει πρότερον εἶναι, εἶτα τὴν ἐλάττονα ἐν τῷ τελευταῖον δὲ φορὰ πᾶσιν ὑπάρχει τοῖς ἐν γενέσει, οὕτως οὖν διαθεὶς τὸν συλλογισμὸν δυσσυναίσθητον ἐποίησεν αὐτοῦ τὴν ἀνάλυσιν.2 ἐπὶ δὲ τῷ τέλει καὶ κατὰ τὸν πρῶτον τρόπον τῶν ὑποθετικῶν συνελογίσατο οὕτως· εἰ μᾶλλον ὑπάρχει φορὰ τοῖς μᾶλλον ἀπειληφόσι τὴν φύσιν, τουτέστιν εἰ μᾶλλον ἡ κατὰ τόπον κίνησις ὑπάρχει τοῖς κατὰ τὴν φύσιν καὶ τὸ ἑαυτῶν εἶδος τελειωθεῖσι, καὶ ἡ κατὰ τόπον κίνησις εἴη ἂν κατὰ φύσιν καὶ κατ’ οὐσίαν πρώτη τῶν ἄλλων κινήσεων. εἶτα καὶ ἄλλην ἀπόδειξιν ἐπάγει τοῦ τελειοτέραν καὶ διὰ τοῦτο καὶ πρώτην εἶναι κατὰ φύσιν καὶ κατ’ οὐσίαν τὴν κατὰ τόπον κίνησιν. ἡ γὰρ κατὰ τόπον, φησί, κίνησις, οὐδὲν μεταβάλλει τῆς τοῦ κινουμένου καταστάσεως οὔτε κατ’ οὐσίαν, ὥσπερ ἡ γένεσις καὶ ἡ φθορά, οὔτε κατὰ τὸ ποιόν, ὡς ἡ ἀλλοίωσις, οὔτε κατὰ τὸ ποσόν, ὡς αὔξησις καὶ μείωσις· τὸ δὲ φυλάττον τὴν φύσιν καὶ τὴν οὐσίαν τῶν μὴ φυλαττόντων ἐστὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ τελειότερον.
“一般而言,如果那正在生成者显见是不完全的……直到……而对于增长和减少者而言,〔变化的〕是量。” 他把对由生成引出的异议的消解,当作了证明位移在实体上也先于其他运动的第三个论证的开端。他将实体上在先者也称为本性上在先者,这与在《形而上学》中关于这些问题所谈及的内容是一致的。他以直言方式把这一点推论并证明如下:位移最后属于处于生成中的一切事物;在生成中居后者,在本性上和在实体上居先;因此,位移在其他诸运动中无论在本性上还是在实体上都是第一的。位移最后属于处于生成中的事物,这一点他由如下事实证明:在实体上更为不完全者,例如植物和固着于生处的动物(我们称之为植形动物者),完全不按照位置运动,而对于发育完全者而言,这一点乃是最后属于它们的。而在生成中居后者在本性上和实体上居先,这一点他由如下事实证明:正在生成之物在其仍处于生成中时是不完全的,正朝向其自身的完满性行进,以此作为本性上的本原和在先者;因为完满性作为目的与终极,乃是一种本原。在本性上和实体上,完全者先于不完全者,目的也先于为目的而存在者;因为按照每一事物的完满性,便存在着适合于每一事物的本性状态。而且完全者乃是实体与本原;因为生殖乃属于完全者。因此,正如完满性在生成中处于最后、而在实体上和本性上却是第一的一样,生成之物最后所进行的那种运动,在本性上和实体上也同样是第一的。但他本人由于把大前提(即主张在生成中居后者在本性上和实体上居先)的论证先置于“那正在生成者显见是不完全的且朝向本原前行”这句中,而把小前提(即主张“位移最后属于处于生成中的一切事物”)的论证后置于“生物中有些完全不动”等文句中,并将这两个前提本身夹在中间——首先把大前提置于“所以,在生成中居后者在本性上居先”中,接着把小前提置于“而位移最后属于处于生成中的一切事物”中——由于他以这种方式安排了该三段论,因而使得对其的分析变得难以把握。在最后,他也按照假言三段论的第一式如此推论:如果位移更多地属于那些更充分领受了自身本性的事物,也就是说,如果按照位置的运动更多地属于那些依照本性及其自身形式发育完全的事物,那么按照位置的运动在其他诸运动中在本性上和实体上也应是第一的。随后,他还引出了另一个证明,证明按照位置的运动更为完全,且因此在本性上和实体上也居于第一。因为他说,按照位置的运动丝毫没有改变被运动者的状态,既不随实体而变(如生成与毁灭),也不随性质而变(如变质),亦不随数量而变(如增长与减少);而保持本性与实体者,在本性上和实体上比不保持它们者更为完全。
- 8.69πρῶτον δὲ τῇ φύσει καὶ τῇ οὐσίᾳ τὸ τέλειον τοῦ ἀτελοῦς καὶ τὸ οὗ ἕνεκα τοῦ χάριν ἐκείνου
πρῶτον 是支配比较属格的表语形容词:主语 τὸ τέλειον(完全者)对应比较属格 τοῦ ἀτελοῦς(不完全者),与之平行的主语 τὸ οὗ ἕνεκα(目的)对应比较属格 τοῦ χάριν ἐκείνου(为目的而存在者)。
- 8.69αὐτὸς δὲ τῆς μὲν μείζονος προτάσεως τῆς λεγούσης τὸ τῇ γενέσει ὕστερον τῇ φύσει καὶ τῇ οὐσίᾳ πρότερον εἶναι τὴν κατασκευὴν προθεὶς ... οὕτως οὖν διαθεὶς τὸν συλλογισμὸν δυσσυναίσθητον ἐποίησεν αὐτοῦ τὴν ἀνάλυσιν.
整句的长大结构以主语 αὐτός(亚里士多德本人)为核心,统辖三个并列分词 προθείς(先置)、θείς(后置)以及 μεσολαβήσας(夹在中间),随后通过分词短语 οὕτως οὖν διαθεὶς τὸν συλλογισμὸν(以此方式安排了三段论)加以总结,最终落实在主动词 ἐποίησεν(使得)上。此处解释了亚里士多德原文中两个前提的论证(κατασκευή)与前提本身的错位配列关系。
