← 辛普里丘

亚里士多德《物理学》注释

§1270.1-1271.18

生成的先行原因与位移在时间上的第一性

辛普利丘将亚里士多德关于位移在时间上居第一位的证明重构为三段论,针对个别事物生成中位移居于最后的异议,指出产生者和天体圆周运动等空间位移先于一切生成,并从若生成居首则一切事物皆可毁灭的反谬论证出发,阐明了位移在时间上的在先性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.68

" Ἔτι χρόνῳ πρώτην ἕως τοῦ οὐδὲ τῶν ἄλλων οὐδεμία μεταβολῶν." Δείξας φύσει πρώτην οὖσαν τῶν ἄλλων κινήσεων τὴν φορὰν ἐφεξῆς, ὅτι καὶ τῷ χρόνῳ πρώτη δείκνυσι δυνάμει καὶ τοῦτο συλλογιζόμενος οὕτως· πρώτη κίνησις τῷ χρόνῳ ἐστίν, ἣν ἐνδέχεται τοῖς ἀϊδίοις ὑπάρχειν· ἣν ἐνδέχεται τοῖς ἀϊδίοις κίνησιν ὑπάρχειν, ἡ φορά ἐστιν· ἡ πρώτη ἄρα τῷ χρόνῳ κίνησις ἡ φορά ἐστι. τῶν δὲ δυεῖν τούτων προτάσεων τὴν ἐλάττονα τὴν λέγουσαν ‘πρώτην εἶναι ἣν ἐνδέχεται τὰ ἀΐδια κινεῖσθαι’ ὡς σαφῆ παρῆκεν· ὡς γὰρ τὰ ἀΐδια πρῶτα τῷ χρόνῳ τῶν γενητῶν, οὕτω καὶ ἡ κίνησις, ἣν κινεῖται τὰ ἀΐδια ἀΐδιος οὖσα, πρώτη ἂν εἴη τῶν μὴ ἀϊδίων κινήσεων, ἃς κινεῖται τὰ γενητά. τὴν δὲ μείζονα πρότασιν τέθεικε τὴν λέγουσαν, ὅτι τὴν τοπικὴν μόνην ἐνδέχεται τὰ ἀΐδια κινεῖσθαι, ἣν δείξει μετ’ ὀλίγον. ἐπειδὴ δὲ τὰ ἐν γενέσει ὄντα ὑστέραν κινεῖται τὴν τοπικὴν κίνησιν (τελειωθέντα γὰρ ἤδη τὰ ζῷα τότε κινεῖται κατὰ τόπον· γίνεται γὰρ πρῶτον καὶ τρέφεται καὶ αὔξεται δι’ ἀλλοιώσεως, καὶ οὕτως κατὰ τόπον κινεῖται), δόξει μὴ ἀληθῶς εἰρῆσθαι τῷ χρόνῳ προτέραν εἶναι τῶν ἄλλων κινήσεων τὴν κατὰ τόπον. λύων οὖν ταύτην τὴν ἔνστασιν λέγει, ὅτι ἐπὶ μὲν ἑκάστου τῶν ἐν γενέσει ὄντων τελευταίαν τῶν κινήσεων τὴν κατὰ τόπον γίνεσθαι.1 τετελειωμένα γὰρ ἤδη μεταβαίνει κατὰ τόπον. ἀλλὰ τούτων τῶν γινομένων καὶ ἀλλοιουμένων καὶ αὐξομένων πρότερον, ἔπειτα οὕτω τοπικῶς κινουμένων, ἄλλο τι ἀνάγκη προυπάρχειν τοπικῶς κινούμενον, ὃ καὶ τῆς γενέσεως αἴτιον τῷ γινομένῳ αὐτὸ ἀγένητον ὂν ἢ οὐ τότε γινόμενον, ἀλλὰ πρότερον,2 ὡς ὁ πατὴρ τοῦ υἱοῦ καὶ ὅλως τὸ γεννῆσαν τοῦ γεννηθέντος· τοῦτο γὰρ χρὴ κινηθῆναι κατὰ τόπον, ἵνα γεννήσῃ τὸ γεννώμενον. οὐ γινόμενον δὲ αὐτὸ αἴτιόν ἐστι γενέσεως τὸ κυκλοφορητικὸν σῶμα τοπικῶς κινούμενον. ὅσον γὰρ ἐπὶ τῇ καθ’ ἕκαστον γενέσει, δόξει ἡ γένεσις εἶναι πρώτη τῶν κινήσεων, διότι γενέσθαι δεῖ τὸ πρᾶγμα πρότερον, καὶ τῆς οὐσίας ὑποστάσης αὐτοῦ τότε τὰ περὶ αὐτὸ συμβεβηκότα ὑπάρξαι ἀλλοίωσιν καὶ αὔξησιν καὶ τὴν κατὰ τόπον μεταβολήν. καὶ οὕτω μὲν ἐφ’ ἑνὸς ἑκάστου. ἀλλ’ ἀναγκαῖον ἕτερόν τι κατὰ τόπον κινεῖσθαι αἴτιον τοῦ γινομένου οὐ γινόμενον αὐτὸ τότε· καὶ τούτου πάλιν τῆς γενέσεως ἕτερόν τι αἴτιον προυπάρχει οὐ γινόμενον, ἀλλὰ ὂν τότε καὶ κατὰ τόπον κινούμενον· ὥστε ἔστι πρὸ πάσης τῆς καθ’ ἕκαστα γενέσεως τοπικὴ κίνησις, ἣν κινεῖται τὸ τῆς γενέσεως αἴτιον μὴ γινόμενον τότε. καὶ τούτου ἕτερον πρότερον τὸ τὴν ἀΐδιον κινούμενον τοπικῶς κίνησιν, οὐδὲ ὅλως τοῦτο γινόμενον. ‘καὶ γὰρ ἄνθρωπος ἄνθρωπον γεννᾷ καὶ ἥλιος’, ὡς εἴρηται πρότερον. Δείξας δὲ ὅτι κἂν ἐπὶ τῶν καθ’ ἕκαστα πρώτη δοκῇ τῶν ἄλλων κινήσεων ἡ γένεσις, ἀλλὰ προυπάρχει πάσης γενέσεως τοπικὴ κίνησις, τὸ αὐτὸ προσυπομιμνήσκει καὶ ἐκ τοῦ ἐναντίου. εἰ γὰρ εἴη πρώτη τῶν κινήσεων ἡ γένεσις, πάντα ἂν εἴη τὰ κινούμενα φθαρτά·3 δεῖ γὰρ πρῶτον γενέσθαι, εἶθ’ οὕτω κινηθῆναι τὴν ὁποιανοῦν κίνησιν, εἴπερ πρώτη τῶν κινήσεων ἡ γένεσίς ἐστι, τὸ δὲ γινόμενον φθείρεται. εἰ οὖν μὴ πάντα ἐστὶ τὰ κινούμενα γενητὰ καὶ φθαρτά, ὡς ἤδη δέδεικται ἐκ τοῦ εἶναι κίνησιν ἀΐδιον καὶ ἔτι μᾶλλον δειχθήσεται, οὐδ’ ἂν γένεσις εἴη πρώτη. οὐκέτι γὰρ ἐν τοῖς ἀϊδίοις μέν, κινουμένοις δὲ προϋπάρξει ἡ γένεσις. εἰ δὲ μὴ ἔστιν ἡ γένεσις πρώτη, δῆλον ὡς οὐδὲ τῶν ἄλλων τις κινήσεων, ἃς ἀνάγκη μετὰ τὴν γένεσιν ὑφίστασθαι, ἀλλοίωσίς τε καὶ αὔξησις καὶ μείωσις. καὶ γὰρ αὔξεται καὶ μειοῦται μόνα τὰ γενητά, καὶ ἀλλοίωσις τούτοις ὑπάρχει μόνοις, εἴπερ πᾶσα ἀλλοίωσις κατὰ τὰς παθητικὰς γίνεται ποιότητας, πάσχει δὲ μόνα τὰ ἐν γενέσει. εἰ οὖν αἱ μὲν ἄλλαι κινήσεις τῆς γενέσεως δεύτεραι, ἡ δὲ γένεσις τῆς φορᾶς, δῆλον ὅτι καὶ αἱ ἄλλαι κινήσεις τῆς φορᾶς ὕστεραι τῷ χρόνῳ. οὕτω καὶ ὅτι πρώτη κατὰ χρόνον τῶν ἄλλων κινήσεων ἡ φορά, ἔδειξε καὶ τὴν ἀπὸ τῆς γενέσεως ἔνστασιν ἔλυσεν.

“此外,在时间上[位移也是]第一的……直到……其他任何一种变化[也都不是第一的]。” 在表明了位移在本性上先于其他诸运动之后,他紧接着表明它在时间上也是第一的,这也是通过如下的潜在三段论推理来证明的:在时间上居第一位的运动,是能够属于永恒事物的运动;能够属于永恒事物的运动是位移;所以,在时间上居第一位的运动是位移。在这两个前提中,主张“永恒事物能够被推动的运动是第一的”这一小前提,他作为显而易见者而予以省略;因为正如永恒事物在时间上先于生成事物一样,永恒事物所被推动的运动由于是永恒的,也将先于生成事物所被推动的非永恒运动。但他设定了主张永恒事物只能进行位置运动的大前提,这一点他不久后将予以证明。然而,既然处于生成中的事物在后才进行位置运动(因为动物直到已经成熟时,那时才按照位置运动;因为它们首先生成,受到滋养,通过变质而增长,这样才按照位置运动),那么说按照位置的运动在时间上先于其他运动,似乎并不真确。因此,在消解这一异议时他说,在处于生成中的每一个别事物身上,按照位置的运动是在诸运动中居于最后的;因为它们是在已经发育完全时才按照位置迁移。但在这些首先生成、变质、增长,然后才这样进行位置运动的事物之前,必然预先存在着另一个进行位置运动的事物,它是那生成者的生成原因,而它自身是未生成的,或者不是在彼时生成的,而是在此前生成的,就像父亲对于儿子,一般而言生殖者对于被生殖者那样;因为这一[生殖者]必须按照位置运动,以便生殖那被生殖者。而自身并不生成、但通过进行位置运动而成为生成之原因的,乃是作圆周运动的物体。因为仅就每一个别的生成而言,生成似乎会是诸运动中的第一者,因为事物必须首先生成,并且当它的实体得以确立时,关于它的偶性——变质、增长以及按照位置的变化——那时才能属于它。在每一个别事物身上固然如此。但必然存在另一个按照位置运动的事物,它是那生成者的原因,而它自身在彼时并不生成;而在这一个事物之前,又预先存在着另一个作为其生成原因的事物,它并不生成,而是在彼时存在并按照位置运动;所以,在每一个别生成之前,都存在着位置运动,由那彼时并不生成的生成原因所运动。而在这一事物之前,还存在着另一个进行永恒位置运动的事物,它根本就不生成;正如之前所说,“因为生人者是人,也是太阳”。在表明了即便在个别事物上生成似乎先于其他运动,但位置运动在每一个生成之前就已经预先存在之后,他又从反面提醒人们注意这同一结论。因为如果生成是诸运动中的第一者,那么一切被运动者都将是可毁灭的;因为如果生成确实是诸运动中的第一者,那么事物必须首先生成,然后才以无论何种运动被推动,而生成之物是要毁灭的。所以,如果并非一切被运动者都是可生成与可毁灭的(正如由于运动是永恒的这一事实而已经证明,并将更进一步予以证明的那样),那么生成也不会是第一的;因为在永恒却被运动的事物中,生成将不再预先存在。如果生成不是第一的,显然在生成之后必然存立的其他诸运动——变质、增长与减少——中的任何一种也都不是第一的。因为唯有生成之物才增长与减少,且变质也唯独属于这些事物,既然一切变质都是按照受动性质发生的,而唯有处于生成中的事物才遭受变动。因此,如果其他运动次于生成,而生成又次于位移,那么显然其他运动在时间上也晚于位移。他就这样表明了位移在时间上先于其他诸运动,并且消解了源于生成的异议。

语法注3 条
  1. 8.68ὅτι ἐπὶ μὲν ἑκάστου τῶν ἐν γενέσει ὄντων τελευταίαν τῶν κινήσεων τὴν κατὰ τόπον γίνεσθαι

    连词 ὅτι 之后没有接限定动词,而是接了带宾格的不定式结构(τελευταίαν ... γίνεσθαι)。这是引导间接引语的 ὅτι 与不定式结构的句法混合(contamination),从属于主动词 λέγει,表达其引述的内容。

  2. 8.68ὃ καὶ τῆς γενέσεως αἴτιον τῷ γινομένῳ αὐτὸ ἀγένητον ὂν ἢ οὐ τότε γινόμενον, ἀλλὰ πρότερον

    主格关系代名词 ὃ 指涉先行词 ἄλλο τι,以 καὶ τῆς γενέσεως αἴτιον 为表语(省略动词 ἐστί),τῷ γινομένῳ 是关涉/利益与格。分词短语 αὐτὸ ἀγένητον ὂν ... 与主语同格,用以说明该生成原因自身的状态。

  3. 8.68εἰ γὰρ εἴη πρώτη τῶν κινήσεων ἡ γένεσις, πάντα ἂν εἴη τὰ κινούμενα φθαρτά

    条件从句为 εἰ + 愿望式(εἴη),主句为 ἄν + 愿望式(ἂν εἴη)对应的潜在/假定条件句。通过随后对该推论结果(即一切被运动者皆可毁灭)的否定,从句的前提(生成为第一者)在归谬法中被驳倒。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1270.1-1271.18