← 辛普里丘

亚里士多德《物理学》注释

§1269.13-1269.35

基于运动永恒性与连续性证明位移的自然先在性

辛普里丘注解了亚里士多德在《物理学》第八卷第七章(260b19)中的论证结构,阐明其如何以运动的永恒性与连续性为前提,并依据存在序列上的不可逆性,证明位移在本性上先于其他运动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.67

" Ὥστε ἐπεὶ κίνησιν μὲν ἀνάγκη εἶναι συνεχῶς ἕως τοῦ ἣν κινεῖ τὸ πρῶτον κινοῦν." Προθέμενος δεῖξαι τὴν φορὰν πρώτην τῶν κινήσεων κατὰ πάντα τοῦ πρώτου τὰ σημαινόμενα, πρῶτον ὅτι κατὰ φύσιν πρώτη δείκνυσι, προλαβὼν ὅτι ἀναγκαῖον ἀεὶ κίνησιν εἶναι· τοῦτο γὰρ σημαίνει τὸ εἶναι συνεχῶς. ἀποδέδεικται δὲ ἤδη, ὅτι ἀγένητός ἐστιν ἡ κίνησις. ἔχων δὲ ἐναργὲς καὶ τὸ τὴν ἀΐδιον κίνησιν πρώτην εἶναι τῆς ποτὲ οὔσης καὶ πάλιν μὴ οὔσης συλλογίζεται οὕτως·1 ἡ πρώτη κατὰ φύσιν κίνησις ἀΐδιός ἐστιν, ἐπειδὴ ἀνάγκη ἀΐδιον εἶναι κίνησιν· ἡ ἀΐδιος κίνησις ἡ συνεχής ἐστιν, ἡ συνεχὴς κίνησις ἡ κατὰ φορὰν ἐστιν· ἡ ἄρα πρώτη κίνησις κατὰ φύσιν ἡ κατὰ φοράν ἐστι. καὶ ὅτι κατὰ φύσιν πρώτη δείκνυσιν ἐκ τοῦ μὴ ἀντιστρέφειν κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν, ἀλλὰ ταύτην μὲν τῶν ἄλλων κινήσεων μὴ δεῖσθαι πρὸς τὸ εἶναι (οὔτε γὰρ αὐξάνεσθαι οὔτε ἀλλοιοῦσθαι τὸ φέρον ἀνάγκη, ἀλλ’ οὔτε γίνεσθαι ἢ φθείρεσθαι), τούτων δὲ οὐδεμίαν ἐνδέχεται εἶναι τῆς συνεχοῦς μὴ οὔσης, ἣν κινεῖ τὸ πρῶτον κινοῦν. δέδεικται γάρ, ὅτι πάντων ἀρχὴ τῶν κινουμένων ἐστὶ τὸ αὐτοκίνητον, τούτου δὲ ἀρχὴ τὸ ἀκίνητον. ἀνάγκη δὲ τὴν ἀΐδιον κίνησιν ἢ συνεχῆ ἢ ἐφεξῆς εἶναι. βέλτιον δὲ τὸ συνεχῆ τὴν ἀΐδιον κυρίως εἶναι ἢ ἐφεξῆς·2 μία γὰρ αὕτη ἑνὸς ὄντος τοῦ κινοῦντος, τὸ δὲ ἐφεξῆς οὐχ ἕν. τὸ δὲ βέλτιον ἀεὶ ἐν τοῖς φυσικοῖς ὑπολαμβάνομεν εἶναι, ἂν ᾖ δυνατόν· ὅτι δὲ δυνατὸν εἶναί τινα συνεχῆ κίνησιν, δειχθήσεται ὕστερον, καὶ ὅτι οὐδεμίαν ἄλλην οἷόν τε εἶναι συνεχῆ ἢ τὴν φοράν· νῦν δὲ ὡς ὑποκείμενα τέως εἴληπται.

“因此,既然运动必然连续地存在……直到……第一推动者所推动的那种运动。” 他打算按照“第一者”的一切涵义来表明位移是诸运动中的第一者,首先表明它在本性上居第一位,预先假定了运动必然始终存在;因为“连续地存在”正是意指这一点。并且运动是无开端的,这一点已经得到了证明。又因把永恒运动先于一度存在而又不再存在的[运动]视作显而易见的,他便作了如下的三段论推理:本性上居第一位的运动是永恒的,既然运动必然是永恒的;永恒的运动是连续的,连续的运动是位移;所以,本性上居第一位的运动是位移。并且,他从在存在之序列上并不相互蕴涵这一点,也表明了它在本性上居第一位,即位移并不为了存在而需要其他诸运动(因为引发位移者既无必然增长亦无必然变质,更无必然生成或毁灭),但若无第一推动者所推动的连续运动,则其他诸运动中的任何一种都绝不可能存在。因为已经证明,一切被运动者的本原是自身运动者,而这一者的本原是不受运动者。永恒的运动必然或者是连续的,或者是相继的。而永恒[运动]在严格意义上是连续的,要胜过它是相继的;因为当推动者为单一时,这[连续运动]是单一的,而相继者并不是单一的。并且我们设想,只要可能,在自然事物中始终存在着那更优者;至于存在某种连续运动是可能的,以及除位移外不可能有任何其他运动是连续的,这将在后文被证明;但眼下这暂时是作为前提而被采纳的。

语法注2 条
  1. 8.67ἔχων δὲ ἐναργὲς καὶ τὸ τὴν ἀΐδιον κίνησιν πρώτην εἶναι τῆς ποτὲ οὔσης καὶ πάλιν μὴ οὔσης συλλογίζεται οὕτως

    分词 ἔχων 的直接宾语是由冠词引导的不定式短语 τὸ τὴν ἀΐδιον κίνησιν πρώτην εἶναι ...,中性形容词 ἐναργές 则充当谓语性宾格(“把……视作显而易见”)。在不定式子句内部,属格短语 τῆς ποτὲ οὔσης... 是由含有比较意味的 πρώτην 所支配的比较属格。

  2. 8.67βέλτιον δὲ τὸ συνεχῆ τὴν ἀΐδιον κυρίως εἶναι ἢ ἐφεξῆς

    该句骨架为一个以比较级谓语形容词 βέλτιον 为表语、以冠词引导的不定式短语 τὸ ... εἶναι 为主语的非人称谓语结构。不定式 εἶναι 的主语是宾格的 τὴν ἀΐδιον[κίνησιν],宾格形容词 συνεχῆ 充当其表语,并通过 ἤ 与 ἐφεξῆς 构成比较对照(“永恒运动严格而言是连续的,要好过它是相继的”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1269.13-1269.35