- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:126.14-127.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于《物理学》186b12中亚里士多德针对巴门尼德和梅利梭证明单一存在不能具有量度因而既非有穷亦非无穷的段落,辛普利丘探讨了亚历山大关于“对每一部分而言其存在相异”的解释及自己的诸种解读,并阐明亚里士多德所归谬的实质在于否定了可感自然物体具有量度这一自明事实。
" Οὐ τοίνυν οὐδὲ μέγεθος ἕξει τὸ 〈ὂν εἴπερ〉 ὅπερ ὄν· ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων.1" Ἐφεξῆς ὅτι οὐδὲ πεπερασμένον ἢ ἄπειρον δεῖ λέγειν τὸ ἓν ὂν δείκνυσιν, ἅμα πρὸς Παρμενίδην καὶ πρὸς Μέλισσον ὑπαντῶν. εἰ γὰρ ἓν ἐστι, φησί, τὸ ὄν, οὐδὲ μέγεθος ἕξει. μέγεθος δὲ μὴ ἔχον, δῆλον ὅτι οὐδὲ πεπερασμένον οὐδὲ ἄπειρον ἔσται· ὁ δὲ Παρμενίδης καὶ μέγεθος αὐτοῦ κατηγορεῖν αὐτόθεν δοκεῖ καὶ τῷ ὅλον εἶναι καὶ μέρη ἔχειν λέγων πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ μεσσόθεν ἰσοπαλές. ὅτι οὖν εἰ ἕν ἐστιν οὐχ ἕξει μέγεθος δῆλον, εἴπερ τὸ μὲν ἓν οὐκ ἔστι πολλὰ οὐδὲ ἔχει πολλά, τὸ δὲ μέγεθος ἔχον μέρη ἔχει· τὸ δὲ μέρη ἔχον πολλὰ ἔχει καὶ πολλά ἐστι, διότι τῶν μερῶν ἑκάστῳ ἕτερον τὸ εἶναι· οἷς δὲ ἕτερον τὸ εἶναι, ταῦτα διαφέρουσι ἀλλήλων καὶ πολλά ἐστιν. ἀλλ’ οὕτως μὲν ὡς πρὸς τὸ ἕτερον ἡ ἐπιχείρησις γίνεται, δεικνῦσα ὅτι πολλά ἐστιν. ἔοικε δὲ ὁ Ἀριστοτέλης καὶ ὡς πρὸς τὸ ὅπερ ὂν ὑπαντᾶν· καὶ γὰρ οὐσίαν ὑπέθετο νῦν τὸ ἓν ὂν καὶ προσέθηκεν εἴπερ ὅπερ ὄν ἐστιν, οὐδὲν ἄλλο οἶμαι λέγων ἢ ὅτι εἰ οὐσία μόνον ἐστίν, οὐκ ἔσται διαιρετόν· τὸ γὰρ εἰς πλείονα μέρη διαιρούμενον ποσοῦ μετέχει. ἐπειδὴ δὲ ἑκατέρῳ τῶν μορίων ἕτερον τὸ εἶναι εἶπεν, ὁ Ἀλέξανδρός φησιν οἰκειότερον εἶναι μὴ ὡς μεγέθους μόρια ἀκούειν, ἀλλ’ ὅτι εἰ καὶ μέγεθος καὶ οὐσία δύο μέρη ἔσται τοῦ ὄντος τό τε ποσὸν καὶ ἡ οὐσία. μήποτε δὲ ἑκατέρῳ εἶπε,2 διότι τὸ πρῶτον ἐκ μερῶν συντεθὲν ἐξ ἐλαχίστων ὤφειλε συγκεῖσθαι· ἐκ δυοῖν ἄρα καὶ οὐ πλειόνων. ἴσως δὲ τὸ ἑκάτερον εἶπε καὶ ὡς ὡρισμένου ἀριθμοῦ τοῦ δύο δηλωτικόν, καὶ διὰ τοῦτο ποσοῦ μέθεξιν σημαῖνον ἐν τῷ ὄντι ἐναργῶς. μήποτε δὲ οὐ τοῦτο αὐτοῖς ἐπάγει τὸ ἄτοπον Ἀριστοτέλης, ὅπερ οἱ πολλοὶ τῶν ἐξηγητῶν οἴονται,3 τὸ μὴ ἔχειν ἂν μέγεθος τὸ ὂν καίτοι ἄπειρον ἢ πεπερασμένον ὑπ’ αὐτῶν λεγόμενον (οὐ γὰρ ἠγνόει ὅτι ἀμέγεθες αὐτὸ καὶ ἀδιαίρετον ἠβούλοντο εἶναι καὶ ἀπεδείκνυσαν), ἀλλ’ ὅτι εἰ ἓν μόνον ὑποτεθῇ τὸ ὄν, οὐδὲν ἐν τοῖς οὖσιν ἔσται μέγεθος ἔχον οὐδὲ ὅλον καὶ μέρη. πολὺ δὲ τοῦτο παρὰ τὴν ἐνάργειάν ἐστι διὰ τὸ τὰ αἰσθητὰ καὶ φυσικὰ πάντα σώματα εἶναι μέγεθος ἔχοντα.
“因此,存在如果是恰恰是存在,它也不会具有量度;因为对每一部分而言,其存在都是相异的。” 接下来,他同时针对巴门尼德和梅利梭证明,不应说这一存在是有穷的或无穷的。因为他说,如果存在是一,它便连量度也不会具有。而既然不具有量度,显然它既不会是有穷的,也不会是无穷的。然而,巴门尼德似乎直接就将量度述谓于它,不仅因为它是一个整体且具有部分,而且他还说它“恰如从各方皆圆整的球体之团块,从中心向外均等”。因此显然,如果它是一,它便不会具有量度;因为一既不是多,也不包含多,而具有量度的事物具有部分;具有部分的事物既包含多而且就是多,这是因为对各部分中的每一者而言,其存在都是相异的;而那些对其而言存在是相异的事物,彼此各不相同,乃是多数。但是,这样的论难是针对其中一方而作出的,证明它是多。然而亚里士多德似乎也针对“恰恰是存在”作出了反驳;因为他此刻将这一存在假定为实体,并补充说“如果是恰恰是存在”,我想他所说的无非是:如果它唯独是实体,它便将是不可分的;因为被分割为较多部分的事物分有数量。既然他说了“对每一部分而言,其存在都是相异的”,亚历山大便说,更切合的做法不是将它们理解为量度的部分,而是理解为:如果它既是量度又是实体,那么数量和实体就将是存在的两个部分。不过,也许他说“对每一者”是因为最初由部分组合而成的事物必定是由最少数目的部分构成的,因此是由两部分构成,而不是由更多部分构成。或许他说“每一者”也是作为确定数目二的指示,并由此明白地表示在存在之中对数量的分有。然而,也许亚里士多德向他们指出的荒谬之处并不在于多数注释家所认为的那样,即存在虽然被他们说成是无穷的或有穷的,却不会具有量度(因为他并非不知道他们意图使存在没有量度且不可分,并且论证了这一点);而是在于,如果存在被假定为仅此单一者,那么在存在者之中便没有任何事物具有量度,也不会有整体与部分。而鉴于一切可感和自然物体都是具有量度的,这极大地违背了明摆着的事实。
- 1.24ἑκατέρῳ γὰρ ἕτερον τὸ εἶναι τῶν μορίων
主语为 τὸ εἶναι,谓语为 ἕτερον,与格 ἑκατέρῳ τῶν μορίων 表领属或相关(“对每一部分而言,其存在都是相异的”)。由于 ἑκάτερος 严格指“二者中的每一者”,由此引申出注疏家之间的不同解释:亚历山大将其理解为“实体”与“数量”这两个部分,而辛普利丘则补充了由最少部分构成的两部分或以二表示确定数量的解法。
- 1.24μήποτε δὲ ἑκατέρῳ εἶπε
μήποτε 与直陈式过去时 εἶπε 连用,构成委婉提出推测或审慎假说的惯用表达(“不过,或许他说……”),引出辛普利丘自身对亚里士多德为何选用具有双数/两者意味的 ἑκάτερος 一词的思考。
- 1.24μήποτε δὲ οὐ τοῦτο αὐτοῖς ἐπάγει τὸ ἄτοπον Ἀριστοτέλης, ὅπερ οἱ πολλοὶ τῶν ἐξηγητῶν οἴονται
此处 μήποτε 再次作为表示审慎主张的副词与主动词 ἐπάγει 配合。否定词 οὐ 否定 τοῦτο τὸ ἄτοπον,并与后文的 ἀλλ’ ὅτι... 形成呼应(“并非……而是……”),以此区分多数注释家的理解与辛普利丘自己的观点:亚里士多德并非仅揭示爱利亚学派的内部矛盾,而是指出其取消了自然界中具有量度之物体的荒谬后果。
