- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1267.29-1269.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘阐释了亚里士多德为确立位移优先性而提出的“在先者”的三种涵义(依本性、依时间与依实体),并结合亚历山大的注疏以及《范畴篇》和《形而上学》第五卷中关于“在先与在后”的分类进行了对比考究。
" Ἔτι καὶ ἐντεῦθεν ἐπισκοποῦσιν ἔσται φανερόν ἕως τοῦ καὶ τὸ κατ’ οὐσίαν." Ὁρμήσας καὶ ἄλλας ἐπιχειρήσεις παραδοῦναι δεικνύσας, ὅτι πρώτη τῶν κινήσεών ἐστιν ἡ φορά,1 διαίρεσιν ποιεῖται τῶν τοῦ προτέρου σημαινομένων, ὅπερ ἐν ἀρχῇ παραλιπὼν νῦν ἀνεπλήρωσε, καὶ κατὰ πάντας τοὺς τρόπους, καθ’ οὓς λέγεται κυρίως τὸ πρότερον, δείκνυσι πρώτην οὖσαν τὴν φορὰν τῶν ἄλλων κινήσεων. τρεῖς δὲ ἐνταῦθα τοῦ προτέρου τρόπους ἐξέθετο. λέγεται γὰρ πρότερόν τι τῇ φύσει, οὗ μὴ ὄντος οὐκ ἔσται τὰ ἄλλα, ἐκεῖνο δὲ ἄνευ τῶν ἄλλων, καὶ τῷ χρόνῳ πρότερον, ὥσπερ τοῦ τῆτες τὸ πέρυσι, καὶ τὸ κατ’ οὐσίαν, ὅπερ ἐστὶ 〈τὸ〉 τελειότερον· τοῦ γὰρ ἀτελοῦς πρότερον τὸ τέλειον· τοιοῦτον δὲ τὸ τὴν οἰκείαν οὐσίαν ἀπειληφός. “λέγοιτο δὲ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ἰδίως κατ’ οὐσίαν προτέρα κίνησις, ἥτις οὐχ ἅπτεται τῆς οὐσίας τοῦ κινουμένου οὐδέ τινος τῶν ὑπαρχόντων αὐτῷ, ἀλλὰ πάντῃ τοῦ αὐτοῦ διαμένοντος αὐτοῦ γίνεται, 〈ᾗ〉 ὁμοία μόνη ἡ κατὰ τόπον ἐστί.2 τούτων μὲν οὖν ἐνταῦθα τῶν τοῦ προτέρου σημαινομένων ἐμνημόνευσεν, ἐν δὲ ταῖς Κατηγορίαις πρὸς τῷ κατὰ φύσιν καὶ κατὰ χρόνον προτέρῳ τέθεικεν ἄλλα τοῦ προτέρου σημαινόμενα· καὶ γὰρ τῇ τάξει πρότερον ἢ τῇ θέσει ἔλεγέν τι ἐκεῖ καὶ τὸ ἐντιμότερον. καὶ τῶν ἀντιστρεφόντων κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν τὸ αἴτιον ὁπωσοῦν θατέρῳ τοῦ εἶναι, ὡς τὸν πατέρα τοῦ υἱοῦ καὶ ὅλως τὸ αἴτιον τοῦ αἰτιατοῦ. ἐν δὲ τῷ Δ τῆς Μετὰ τὰ φυσικὰ πλείονας ἐκτίθεται τρόπους τοῦ προτέρου καὶ ὑστέρου· ‘τό τε γὰρ ἐγγύτερον ἀρχῆς ἐν ἑκάστῳ γένει ἢ φύσει ἢ πρός τι ὡρισμένης πρότερον λέγεται καὶ τὸ πορρώτερον ὕστερον. οἷον κατὰ τόπον τῷ εἶναι ἐγγύς τινος τόπου ἢ φύσει ὡρισμένου οἷον τοῦ μέσου ἢ τοῦ ἐσχάτου ἢ πρὸς τὸ τυχόν. τὸ δὲ κατὰ χρόνον πρὸς τὸ νῦν παραβαλλόμενον ἐπὶ μὲν τοῦ παρεληλυθότος πρότερον τὸ πορρώτερον τοῦ νῦν, ὡς τὰ Τρωικὰ τῶν Μηδικῶν πρότερα, ἐπὶ δὲ τοῦ μέλλοντος τὸ ἐγγύτερον τοῦ νῦν πρότερον, ὡς ἡ αὔριον ἡμέρα τῆς μετ’ αὐτὴν τῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων.3 τρίτον δὲ λέγει τὸ κατὰ κίνησιν, οἷον παῖς ἀνδρὸς πρότερον, ὅτι ἐγγύτερον τοῦ πρώτου κινήσαντος· ἀρχὴ γὰρ καὶ αὕτη τις ἁπλῶς. τέταρτον δὲ τὸ κατὰ δύναμιν· τὸ γὰρ ἄρχον τῇ δυνάμει πρότερον καὶ δυνατώτερον· τοιοῦτον δέ ἐστιν, οὗ κατὰ τὴν προαίρεσιν ἀνάγκη ἀκολουθεῖν τὸ ὕστερον· ἡ δὲ προαίρεσις ἀρχή. πέμπτον τὰ κατὰ τάξιν· ταῦτα δέ ἐστιν, ὅσα πρός τι ἓν ὡρισμένον διέστηκε κατὰ τὸν λόγον, οἷον παραστάτης τριτοστάτου πρότερον καὶ παρανήτη νήτης· ἀρχὴ δὲ κἀνταῦθα, ὅπου μὲν ὁ κορυφαῖος, ὅπου δὲ ἡ μέση. ἕκτον τὸ τῇ γνώσει πρῶτον ἄλλως μὲν τὸ κατὰ τὸν λόγον, ἄλλως δὲ τὸ κατὰ τὴν αἴσθησιν· 〈κατὰ μὲν γὰρ τὸν λόγον τὰ καθόλου πρότερα, κατὰ δὲ τὴν αἴσθησιν〉 τὰ καθέκαστα· καὶ κατὰ τὸν λόγον δὲ τὸ συμβεβηκὸς τοῦ ὅλου πρότερον, οἷον τὸ μουσικὸν τοῦ μουσικοῦ ἀνθρώπου· οὐ γὰρ ἔσται ὁ λόγος ὅλος ἄνευ τοῦ μέρους. ἕβδομον τὰ τῶν προτέρων πάθη, οἷον εὐθύτης λειότητος. τὸ μὲν γὰρ γραμμῆς καθ’ αὑτὴν πάθος, τὸ δὲ ἐπιφανείας. ὄγδοον τὰ κατὰ φύσιν καὶ οὐσίαν, ὅσα ἐνδέχεται εἶναι ἄνευ ἄλλων, ἐκεῖνα δὲ ἄνευ ἐκείνων μή. ταύτῃ δέ, φησίν, τῇ διαιρέσει ὁ Πλάτων ἐχρῆτο. ἔνατον τὸ ὑποκείμενον πρότερον τοῦ ἐν ὑποκειμένῳ· διὸ ἡ οὐσία πρότερον. δέκατον ἄλλως μὲν κατὰ δύναμιν, ἄλλως δὲ κατὰ ἐντελέχειαν. οἷον κατὰ δύναμιν μὲν ἡ ἡμίσεια τῆς ὅλης καὶ τὸ μόριον τοῦ ὅλου καὶ ἡ ὕλη τῆς οὐσίας προτέρα, κατ’ ἐντελέχειαν δὲ ὑστέρα. διαλυθέντος γὰρ τοῦ κατ’ ἐντελέχειαν ἔσται ταῦτα.’ τοιαύτην μὲν οὖν καὶ ἐν ἐκείνῃ τῇ πραγματείᾳ τὴν τοῦ προτέρου καὶ ὑστέρου διαίρεσιν παραδέδωκεν ἐντελεστέραν. ἐνταῦθα δὲ ἐπὶ κινήσεως ζητῶν τὸ πρότερον καὶ ὕστερον, ὅσα χρήσιμα πρὸς αὐτὴν σημαινόμενα παρέλαβεν· τὸ γὰρ κατὰ θέσιν, εἴπερ ὅλως εἴη ἐν τῇ κινήσει, κατὰ τὸν χρόνον ἂν λαμβάνοιτο, ἢ τάχα ἡ τῶν προτέρων κατὰ θέσιν σωμάτων προτέρα ἂν καὶ αὐτὴ λέγοιτο τῇ θέσει. ἐκείνῳ δὲ ἐφιστάνειν ἄξιον, ὅτι ἐν μὲν τῇ Μετὰ τὰ φυσικὰ συνῆψε τὸ κατὰ φύσιν καὶ κατ’ οὐσίαν, ἐνταῦθα δὲ διεῖλεν αὐτό.
“再者,从以下方面考察的人们也将清楚明白……直到……以及依实体的。” 他着手提出其他的论证以表明位移是诸运动中居首位的,于是便对“在先者”的诸涵义作出了区分——这本是他在开端处所遗漏的,如今予以补足——并且按照“在先者”严格被述说的一切方式,证明了位移相对于其他诸运动乃是在先的。在此处,他提出了“在先者”的三种方式。因为某物被称为本性上在先,即若无它,其他事物便不能存在,而它脱离其他事物却能存在;时间上在先,正如去年相对于今年;以及依实体[在先]的,即那更为完满者;因为相对于不完满者,完满者是在先的,而获得了自身特有实体之物正是如此。“严格依实体在先的运动”,亚历山大说,“可被称作这样一种运动,它既不触及被运动者的实体,亦不触及属于它的任何属性,而是在被运动者全然保持同一的状态下发生,唯有依位置的[运动]与此相似。”在此处他提到了“在先者”的这些涵义,但在《范畴篇》中,除了依本性和依时间的在先者之外,他还设定了“在先者”的其他涵义;因为他在那里还谈到某种在秩序或在位置上在先者,以及更为尊贵者;并且在按照存在之序列相互蕴涵者之中,无论以何种方式作为另一方存在的原因者是在先的,如父亲相对于儿子,以及一般而言原因相对于结果。在《形而上学》第五卷中,他提出了“在先”与“在后”的更多方式:“因为在每个属类中,更接近依本性或相对某物而被规定的本原者,被称为在先者,而较远者为在后者。例如依位置,乃是通过接近某个或是依本性被规定的位置(如中间或极端),或是任意的位置。依时间者与‘现在’相对照,在过去的事情中,距离‘现在’较远者为在先,如特洛伊战争先于波斯战争;在未来的事情中,距离‘现在’较近者为在先,如明天先于后天,这是对于把‘现在’当作本原和第一者来运用的人们而言的。第三,他谈到依运动[在先者],如儿童先于成年人,因为更接近初始发动者;因为这在绝对意义上也是某种本原。第四是依潜能[在先者];因为在潜能上起支配作用者是在先的且更有力量的;而后起者必然依其抉择而顺从之物,便是此类,而抉择乃是本原。第五是依秩序的事物;这些是按照定义相对于某个被规定的单一事物而有所间隔的一切事物,如并列战士先于第三排战士,次高音弦先于最高音弦;在此处本原在一种情况下是指挥者,在另一种情况下是中音弦。第六是认识上居先者,一种是依定义,另一种是依感觉;因为依定义而言普遍者是在先的,依感觉而言个别者是在先的;并且依定义而言,偶性先于整体,如具有教养者先于具有教养的人;因为没有部分,整体的定义便不能成立。第七是在先者的受动性质,如直线相对于光滑;因为前者是线自身的受动性质,后者是面的。第八是依本性和实体的事物,即凡能够脱离其他事物而存在,而其他事物脱离它们便不能存在者;他说,柏拉图曾使用这种区分。第九是作为载体者先于在载体中者;因此实体是在先的。第十是一种是依潜能,另一种是依现实;例如依潜能而言,半先于整,部分先于整体,质料先于实体;但依现实而言则是在后的;因为当处于现实者被分解时,这些事物才会存在。”因此,在彼部著作中,他亦以更完备的方式传授了“在先”与“在后”的如此区分。但在此处,针对运动探究“在先”与“在后”时,他仅采纳了对运动有用的那些涵义。因为依位置者,若根本存在于运动之中,当依时间而被理解;或者大概依位置在先的物体们的[运动],其自身亦可在位置上被称为在先。然而值得注意的是,在《形而上学》中他将依本性者与依实体者合为一体,而在此处却将它们分开了。
- 8.66Ὁρμήσας καὶ ἄλλας ἐπιχειρήσεις παραδοῦναι δεικνύσας, ὅτι πρώτη τῶν κινήσεών ἐστιν ἡ φορά
相对于主句动词 διαίρεσιν ποιεῖται,Ὁρμήσας 是表示伴随状况或目的的分词。虽然部分校订本中 δεικνύσας 被读作现在分词 δεικνύς(“表明着/为了表明”),但手稿流传的过去分词 δεικνύσας 与 ὁρμήσας 并列,用以表达论证的意图与开端。
- 8.66〈ᾗ〉 ὁμοία μόνη ἡ κατὰ τόπον ἐστί
校订者所补入的与格阴性单数关系代词 〈ᾗ〉 以先行词 κίνησις(“依实体在先的运动”)为指称,充当 ὁμοία 的补足语(“与此相似”)。
- 8.66τῷ νῦν ὡς ἀρχῇ καὶ πρώτῳ χρησαμένων
属格复数分词 χρησαμένων 在此作为独立属格使用,直接句境中缺乏明确的名词先行词,泛指以“现在”为基准的一般主体(“对于把‘现在’作为本原的人们而言”)。
