- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1266.10-1267.28
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《物理学》260b7的注解。辛普里丘阐明变质(受动性质)与生成毁灭皆可归结为凝结与稀薄(结合与分离),增减亦伴随位置变化,从而论证位移先于所有其他变化,并指出亚里士多德此说与柏拉图《法律篇》第十卷的论述相一致。
" Ἔτι δὲ πάντων τῶν παθημάτων ἀρχὴ ἕως τοῦ μεταβάλλει κατὰ τόπον τὸ μέγεθος." Δεύτερον ἐπιχείρημα τοῦτο δεικνύον, ὅτι ἡ φορὰ προυπάρχει τῶν τε κατ’ ἀλλοίωσιν κινήσεων καὶ τῶν κατὰ αὔξησιν καὶ μείωσιν, καὶ οὐ μόνον τούτων, ἀλλὰ καὶ τῆς κατὰ γένεσιν καὶ φθορὰν μεταβολῆς. καὶ ὅτι μὲν τῶν κατὰ ἀλλοίωσιν δείκνυσιν οὕτως· ἀρχὴ τῶν παθημάτων, τουτέστι τῶν κατ’ ἀλλοίωσιν μεταβολῶν, πύκνωσις καὶ μάνωσίς ἐστι· πύκνωσις δὲ καὶ μάνωσις σύγκρισίς ἐστι καὶ διάκρισις, ἡ μὲν πύκνωσις σύγκρισις, ἡ δὲ ἀραίωσις διάκρισις· τῶν δὲ συγκρινομένων καὶ διακρινομένων κατὰ τόπον ἐστὶν ἡ μεταβολή· ἀρχὴ ἄρα τῶν κατὰ ἀλλοίωσιν μεταβολῶν ἡ κατὰ τόπον ἐστὶν [ἡ] μεταβολή. καὶ ὅτι μὲν πάντων τῶν παθημάτων ἀρχὴ πύκνωσις καὶ μάνωσις διὰ τῶν καθ’ ἕκαστον εἶδος τῆς ποιότητος ἐπιδείκνυσι· βαρὺ γάρ φησι καὶ κοῦφον καὶ μαλακὸν καὶ σκληρὸν καὶ θερμὸν καὶ ψυχρὸν πυκνότητες δοκοῦσιν καὶ ἀραιότητες εἶναί τινες, τὸ μὲν βαρὺ καὶ σκληρὸν καὶ ψυχρὸν πυκνότητες, τὰ δὲ ἐναντία τούτοις ἀραιότητες. εἴη δ’ ἂν οὕτω καὶ τὸ μὲν λευκὸν καὶ τὸ γλυκὺ ὑπὸ τὴν ἀραιότητα, διότι καὶ ταῦτα δοκεῖ ὁμοίως τῷ θερμῷ διακριτικὰ εἶναι τῶν καθ’ ἑαυτὰ αἰσθήσεων, τὰ δὲ ἀντικείμενα αὐτοῖς πυκνότητες. ὅτι δὲ ἡ πύκνωσις καὶ ἡ μάνωσις σύγκρισίς ἐστι καὶ διάκρισις ὀνομάτων ὄντων διαφόρων ἐπὶ τῷ αὐτῷ πράγματι, δῆλον. εἰπὼν δὲ τὴν πύκνωσιν καὶ μάνωσιν σύγκρισιν εἶναι καὶ διάκρισιν προσέθηκε καθ’ ἃς γένεσις καὶ φθορὰ λέγεται τῶν οὐσιῶν δεικνύς, ὅτι οὐ μόνον ἀλλοιώσεως καὶ αὐξήσεως, ἀλλὰ καὶ γενέσεως καὶ φθορᾶς ἡ κατὰ τόπον μεταβολὴ προηγεῖται. εἴτε γὰρ σύγκρισις καὶ διάκρισις αὐτόθεν ἐστὶν ἡ γένεσις καὶ φθορά, ὡς ἤρεσκε Δημοκρίτῳ τε καὶ Ἀναξαγόρᾳ καὶ Ἐμπεδοκλεῖ καὶ ὅσοι τὰ πρῶτα σώματα ἀπαθῆ ὑποθέμενοι τελέως ἐκ τούτων ἐγέννων τὰ ἄλλα, ἢ ὅσοι ἓν ὑποθέμενοι τὸ στοιχεῖον, ὥσπερ Ἀναξίμανδρος τὸ μεταξύ, πυκνούμενον τοῦτο καὶ μανούμενον τὰ ἄλλα ἀποδιδόναι φασίν, εἴτε καὶ κατὰ ἀλλοίωσιν1 ἡ γένεσις καὶ ἡ φθορά, καὶ οὕτως ὑγιὲς τὸ κατὰ σύγκρισιν καὶ διάκρισιν τὴν γένεσιν καὶ τὴν φθορὰν ἐπιτελεῖσθαι, εἴπερ πάσης ἀλλοιώσεως ὡς εἰπεῖν ἡγεῖται σύγκρισις καὶ διάκρισις. εἰπὼν δὲ καθ’ ἃς γένεσις καὶ φθορὰ λέγεται προσέθηκε τῶν οὐσιῶν· αὗται γὰρ αἱ κυρίως γενέσεις εἰσὶ καὶ φθοραί. καὶ μέντοι περὶ τῶν κατὰ ποιότητα καὶ μέγεθος εἴρηται, ὅτι διὰ συγκρίσεως καὶ διακρίσεως ἐκεῖναι. δείξας δὲ καὶ διὰ τῆς συγκρίσεως καὶ διακρίσεως, ὅτι καὶ ἀλλοιώσεως καὶ γενέσεως καὶ φθορᾶς προϋπάρχει ἡ κατὰ τόπον μεταβολή, δείκνυσιν ὅτι καὶ τῶν αὐξομένων καὶ φθινόντων μεταβάλλει κατὰ τόπον τὸ μέγεθος. οὐ μόνον δὲ τὸ αὐξόμενον καὶ μειούμενον μεταβάλλει τὸν τόπον τοῦ μὲν αὐξομένου μείζονα καταλαμβάνοντος τόπον, τοῦ δὲ μειουμένου ἐλάττονα, ἀλλὰ καὶ τὴν τροφήν, ὑφ’ ἧς αὔξεται τὸ αὐξόμενον, κατὰ τόπον ἀνάγκη μεταβάλλειν, ὥστε ἅμα τῷ τρεφομένῳ καὶ αὐξομένῳ κινεῖσθαι τὴν τροφήν. καὶ πάλιν εἰ γίνοιτο μείωσις, δεῖ τι χωρισθῆναι τοῦ μειουμένου. Ἐπιστῆσαι δὲ ἄξιον, μήποτε κατὰ τὴν αὐτὴν μέθοδον τὴν ἀπὸ τῆς συγκρίσεως καὶ διακρίσεως καὶ τοῦ αὐξομένου καὶ μειουμένου προϋπάρχειν ἐνδείκνυται τὴν κατὰ τόπον μεταβολήν· καὶ γὰρ τούτων κατὰ τόπον μεταβολὴ μεγέθους τοῦ μὲν αὐξομένου συγκρινομένης αὐτῷ τῆς τροφῆς, τοῦ δὲ μειουμένου διακρινομένης ἀπ’ αὐτοῦ τινος οὐσίας. κἀνταῦθα δὲ ὁ Ἀριστοτέλης συμφωνεῖν βούλεται τῷ ἑαυτοῦ καθηγεμόνι· καὶ γὰρ ὁ Πλάτων ἐν τῷ δεκάτῳ τῶν Νόμων πρώτην ἁπασῶν εἶναι λέγει τὴν κατὰ τόπον κίνησιν, ἀπὸ ταύτης δὲ ὑφίστασθαι τὴν σύγκρισιν καὶ τὴν διάκρισιν, καὶ ἀπὸ ταύτης τὴν αὔξησιν καὶ τὴν μείωσιν· “προστυγχάνοντα, γάρ φησιν, τὰ κατὰ τόπον κινούμενα,2 ἑκάστοτε ἑκάστοις τοῖς ἑστῶσι μὲν διασχίζεται, τοῖς δὲ ἄλλοις ἐξ ἐναντίας ἀπαντῶσι καὶ φερομένοις εἰς ἓν γινόμενα μέσα τε καὶ μεταξὺ τῶν τοιούτων συγκρίνεται.” — “καὶ μὴν καὶ συγκρινόμενα μὲν αὐξάνεται, διακρινόμενα δὲ φθίνει.” ἀπὸ δὲ τῆς αὐξήσεως τὴν γένεσιν ὑφίστασθαί φησι καὶ ἀπὸ τῆς μειώσεως τὴν φθοράν.
“再者,一切受动性质的本原……直到……其大小依位置而变化。” 这是第二个论证,表明位移先于依变质的运动以及依增减的运动而存在,并且不仅先于这些,而且也先于依生灭的变化。至于先于依变质的变化,他如下展示:诸受动性质、即依变质变化的本原,乃是凝结与稀薄;而凝结与稀薄乃是结合与分离,凝结即结合,稀薄即分离;被结合者与被分离者的变化则是依位置的;因此依变质变化的本原就是依位置的变化。至于一切受动性质的本原乃是凝结与稀薄,他是通过性质的各个具体种属来阐明的;因为他说,重与轻、软与硬、热与冷似乎是某种凝结与稀薄,重、硬、冷是凝结,而与其相对者是稀薄。照此看来,白与甜也当属于稀薄,因为这些似乎也如同热一样,会离散与其自身相应的诸感觉,而与它们相对者则是凝结。但凝结与稀薄乃是结合与分离,不过是同一事物的不同名称而已,这是显而易见的。在说了凝结与稀薄是结合与分离之后,他加上了“依之实体的产生和毁灭被言说”,以表明依位置的变化不仅先于变质与增加,而且也先于产生和毁灭。因为无论生成和毁灭直接就是结合与分离——正如德谟克利特、阿那克萨哥拉、恩培多克勒以及所有假设初始物体完全不受动并由这些物体生成其他事物的人所主张的那样,抑或如那些假设单一元素的人(正如阿那克西曼德假设中间物那样)所言,说这元素通过被凝结和被稀薄而生出其他事物——还是生成和毁灭乃是依变质而成的,即便如此,生成和毁灭乃是依结合与分离而完成的这一点也是确凿的,假若可以说结合与分离先于一切变质的话。在说了“依之产生和毁灭被言说”之后,他加上了“实体的”;因为这些才是严格意义上的产生和毁灭。然而关于依性质和大小的变化,此前已经说过那些是通过结合与分离而发生。在通过结合与分离表明了依位置的变化先于变质、产生和毁灭之后,他又表明对于增加者和减少者而言,其大小亦依位置而变化。不仅增加者与减少者改变其位置——增加者占据更大的位置,减少者占据更小的位置——而且使增加者得以增加的养料也必然依位置而变化,以致养料与被滋养并增加者一同运动。再者,若发生减少,则必须有某物从减少者中分离出来。值得注意的是,或许按照从结合与分离得出的同一方法,他暗示了依位置的变化亦先于增加者与减少者而存在;因为在这些事物中,随着养料与增加者相结合,或某种实体从减少者中相分离,也存在着大小依位置的变化。在此处,亚里士多德亦意图与自己的导师保持一致;因为柏拉图在《法律篇》第十卷中也说,一切运动中首要的是依位置的运动,由此产生结合与分离,而由此产生增加与减少:“因为,”他说,“依位置运动之物,每次遇到静止的各个事物时便被分开,但遇到迎面而来且运动着的其他事物时,合而为一,在这些事物之间并处于其中而相结合。”——“况且,相结合者则增加,相分离者则衰亡。”并且他说,由增加产生生成,由减少产生毁灭。
- 8.65εἴτε γὰρ σύγκρισις ... εἴτε καὶ κατὰ ἀλλοίωσιν
由 εἴτε ... εἴτε... 构成的选择句结构。前半段 εἴτε 包含了德谟克利特等人的原子论/多元论观点以及由 ἢ ὅσοι... 引入的阿那克西曼德等一元论观点;后半段 εἴτε καί 则对立地提出基于变质的观点。主句结论为 καὶ οὕτως ὑγιὲς τὸ ... ἐπιτελεῖσθαι(“即便如此,……也是确凿的”),意在表明无论采取哪派自然哲学观点,结论均成立。
- 8.65προστυγχάνοντα, γάρ φησιν, τὰ κατὰ τόπον κινούμενα
引自柏拉图《法律篇》第十卷(893e)。主语为中性复数分词短语 τὰ κατὰ τόπον κινούμενα,按希腊语语法规则其谓语动词采用单数形式(διασχίζεται, συγκρίνεται)。句首分词 προστυγχάνοντα 与主语一致,其下支配两个相互对照的与格结构:一方是 τοῖς ἑστῶσι,另一方是 τοῖς δὲ ἄλλοις...。
