← 辛普里丘

亚里士多德《物理学》注释

§1265.8-1266.9

空间位移的本性优先性与圆周运动的首要地位

针对亚里士多德论证三种运动(增长、变质、空间位移)中空间位移在自然本性上居首,辛普里丘阐明增长以变质为前提,变质以空间位移为前提,并梳理出圆周运动最终在一切运动中居首的结论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.64

" Τριῶν δὲ οὐσῶν κινήσεων ἕως τοῦ καὶ φορᾶς, εἰ ἔστιν ἡ μὲν πρώτη, ἡ δὲ ὑστέρα, τὴν πρώτην." Τριῶν οὐσῶν κατ’ εἶδος κινήσεων,1 τῆς τε κατὰ μέγεθος, τουτέστι τῆς κατὰ αὔξησιν καὶ μείωσιν, καὶ τῆς κατὰ πάθος, τουτέστι τῆς ἀλλοιώσεως (αὕτη γὰρ ἐδείχθη κατὰ τὰς παθητικὰς γινομένη ποιότητας), καὶ τῆς κατὰ τόπον, ἣν καλοῦμεν φοράν, ταύτην πολλοῖς ἐπιχειρήμασι δείξει πρώτην οὖσαν τῶν ἄλλων κινήσεων. καὶ τό γε πρῶτον τῶν ἐπιχειρημάτων δείκνυσι μήτε αὔξησιν δυναμένην χωρὶς ἀλλοιώσεως γενέσθαι μήτε ἀλλοίωσιν χωρὶς φορᾶς, ὥστε πρώτη κατὰ φύσιν ἡ φορὰ τῶν ἄλλων κινήσεών ἐστιν. εἰ γὰρ χωρὶς μὲν ταύτης οὐδεμία τῶν ἄλλων, ἡ δὲ φορὰ καὶ ἄνευ ἐκείνων, ὡς δειχθήσεται, δῆλον ὅτι συναναιρεῖ μὲν αὕτη τὰς ἄλλας, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν.2 τὰ δὲ τοιαῦτα τῇ φύσει πρῶτα. ἀλλ’ ὅτι μὲν ἀλλοίωσις αὐξήσεως προϋπάρχει, δείκνυσιν ἐκ τοῦ τὸ αὐξόμενον ὑπὸ τῆς τροφῆς αὔξεσθαι, τὴν δὲ τροφὴν ἐξ ἀρχῆς ἀνομοίαν οὖσαν τῷ τρεφομένῳ καὶ ἐναντίαν πως, δι’ ὃ καὶ λέγεται τὸ ἐναντίον τροφὴ τῷ ἐναντίῳ, ὕστερον εἰς τοὐναντίον μεταβάλλουσαν καὶ ἐξομοιουμένην τῷ τρεφομένῳ προσκρίνεσθαι καὶ τρέφειν καὶ αὔξειν αὐτό. μεταβολῆς ἄρα χρεία καὶ ἀλλοιώσεως· τὴν γὰρ εἰς τὰ ἐναντία κατὰ ποιότητα μεταβολὴν ἀνάγκη ἀλλοίωσιν εἶναι. φυσικώτερον δὲ λέγει νῦν περὶ αὐξήσεως τροφῆς προσθήκῃ λέγων αὔξεσθαι τὸ αὐξόμενον ἤπερ ἐν ταῖς Κατηγορίαις ἔλεγεν τὸ τετράγωνον αὔξεσθαι τῇ περιθέσει τοῦ γνώμονος. ὅτι δὲ οὐδὲ ἀλλοιωθῆναί τι δυνατὸν μὴ οὔσης φορᾶς, δῆλον, εἴπερ τὸ ἀλλοιούμενον ὑπὸ ἀλλοιοῦντός τινος καὶ μεταβάλλοντος αὐτὸ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ἀλλοιοῦται. τὸ δὲ μεταβάλλον αὐτὸ καὶ ἀλλοιοῦν δῆλον ὅτι οὐχ ὁμοίως ἔχει πρὸς αὐτὸ τῇ θέσει νῦν τε, ὅτε μεταβάλλει αὐτό, καὶ πρότερον, ὅτε μήπω μετέβαλλεν. εἰ γὰρ ὁμοίως εἶχεν, διὰ τί μὴ καὶ τότε τὸ μὲν μετέβαλλεν, τὸ δὲ μετεβάλλετο;3 δεῖ ἄρα τοπικὴν κίνησιν γενέσθαι ἢ ἀμφοτέρων τοῦ τε ἀλλοιοῦντος καὶ τοῦ ἀλλοιουμένου ἢ πάντως γε τοῦ ἑτέρου αὐτῶν, ἵνα τὸ μὲν ἀλλοιώσῃ, τὸ δὲ ἀλλοιωθῇ· καὶ γὰρ καὶ ἡ τροφὴ οὐκ ἂν ἐπέφθη καὶ ἠλλοιώθη κατὰ χώραν τὴν ἑαυτῆς μένουσα, ἀλλὰ προσενεχθείσης αὐτῆς ἐκείνη μὲν ἠλλοιώθη, τὸ δὲ ἐν ἡμῖν πεπτικὸν ἠλλοίωσε. χρεία ἄρα φορᾶς, εἰ μέλλοι ἀλλοίωσις ἐπιτελεῖσθαι. καὶ συμπεραινόμενος τὸν λόγον εἰ ἄρα ἀνάγκη φησὶν ἀεὶ κίνησιν εἶναι, ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι πρώτην δειχθεῖσαν τῶν κινήσεων· ἡ γὰρ πρώτη κατὰ φύσιν ἀΐδιος ἂν εἴη τῶν ἄλλων μᾶλλον. εἰ δὲ καὶ τῆς φορᾶς ἡ μὲν πρώτη ἐστὶν ἡ δὲ ὑστέρα, δειχθήσεται δὲ ἡ κυκλοφορία πρώτη οὖσα τῆς ἐπ’ εὐθείας κινήσεως, αὕτη ἂν εἴη πρώτη κατὰ φύσιν πασῶν τῶν κινήσεων, εἴπερ τῆς μὲν φορᾶς ἡ κυκλοφορία πρώτη, τῶν δὲ ἄλλων ἡ φορά.

“在运动有三种的情况下……直到……而关于空间位移,如果一种是第一的而另一种是后继的,那第一的〔也必然始终存在〕”。 在运动按种而言有三种的情况下——即关于大小的运动,亦即关于增长与减少的运动;关于性质受动状态的运动,亦即变质(因为这已被证明是根据受动性质而发生的);以及关于位置的运动,即我们称之为空间位移的运动——他将通过诸多论证来表明,这[空间位移]在其他运动之中乃是第一的。而论证中的第一条则表明,增长不可能在没有变质的情况下发生,变质也不可能在没有空间位移的情况下发生,因此空间位移在自然本性上先于其他诸运动。因为如果在没有它的情况下其他运动皆不能存在,而空间位移正如将要证明的那样,甚至在没有那些运动的情况下也能存在,那么显然它协同取消了其他运动,却不被它们所协同取消。而此类事物在自然本性上是先在的。至于变质先于增长而存在,他从“增长之物是由滋养物所促成增长”这一事实来表明:滋养物起初与受滋养之物不同,并且在某种意义上相反(所以人们也说相反者乃是相反者的滋养物),随后它转变为相反者并同化于受滋养之物,与之结合并滋养且增大它。因此需要变化与变质;因为在性质上向相反者的变化必然是变质。他如今关于增长所作的讨论更为自然学,他说增长之物是由于滋养物的增添而增长的,比起他在《范畴篇》中说正方形因磬折形的附加而增大更为自然学。另一方面,在没有空间位移存在的情况下任何事物也不可能发生变质,这在如下情况下是显然的:若受变质之物乃是被某种使之变质并将之从潜能改变为现实的事物所变质。而使之改变并变质之物,显然在如今正在改变它时与先前尚未改变它时,在位置上与它的关系并不是处于相同状态。因为如果处于相同状态,为什么在当时不也是一者引起改变而另一者受到改变呢?因此,为了使一者引起变质而另一者受到变质,施变质者与受变质者双方,或者至少它们其中的一者,必须发生位置运动。因为食物若留在自己的位置上,也不会被消化和变质,而是在被运送过来之后,它才受到变质,而我们体内的消化能力则使之变质。因此,若变质得以完成,就需要空间位移。他在结束这一论证时说:因此,如果运动始终存在是必然的,那么被证明为诸运动之首的空间位移始终存在也是必然的;因为在自然本性上居首的事物比其他事物更应当是永恒的。而如果在空间位移之中也是一种居首而另一种后继(并且圆周运动将被证明先于直线运动),那么如果圆周运动在空间位移中居首,而空间位移在其他运动中居首,这一运动就将是在自然本性上先于一切运动的第一者。

语法注3 条
  1. 8.64εἰ ἄρα ἀνάγκη φησὶν ἀεὶ κίνησιν εἶναι, ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι πρώτην δειχθεῖσαν τῶν κινήσεων

    插入词 φησίν 的主语是亚里士多德。在结论句 ἀνάγκη καὶ φορὰν ἀεὶ εἶναι 之后,宾格分词短语 πρώτην δειχθεῖσαν τῶν κινήσεων 作不定式主词 φορὰν 的同位修饰成分,意为“被证明为诸运动之首的[空间位移]”。

  2. 8.64συναναιρεῖ μὲν αὕτη τὰς ἄλλας, οὐ συναναιρεῖται δὲ ὑπ’ αὐτῶν

    表达自然本性上的先在性(τῇ φύσει πρῶτον)的经典句式,即若A被取消则B随之被取消,但反之不然。通过主动语态 συναναιρεῖ 与被动语态 οὐ συναναιρεῖται 的对举,确立了空间位移(αὕτη)单向度的本体论先在性。

  3. 8.64εἰ γὰρ ὁμοίως εἶχεν, διὰ τί μὴ καὶ τότε τὸ μὲν μετέβαλλεν, τὸ δὲ μετεβάλλετο;

    过去反事实条件的反问句。条件从句 εἰ γὰρ ὁμοίως εἶχεν(未完成过去直陈语气)搭配主句同样表反事实推论的未完成过去疑问句(διὰ τί μὴ καὶ τότε...)。通过主动语态 μετέβαλλεν(施变者)与被动/中间语态 μετεβάλλετο(受变者)的对立,揭示出若空间关系完全相同则不可能先前不起变化这一荒谬结论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1265.8-1266.9