← 辛普里丘

亚里士多德《物理学》注释

§1263.30-1265.7

生成消灭疑难的解决与第一运动的探求

辛普利丘确认了由于天体运动的相异关系,有关生成、毁灭以及动静交替的先前疑难已获解决(260a11),继而转向探求诸运动中何者是第一、连续且永恒的(260a20)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.62

" Φανερὸν δὴ γέγονεν ἐκ τῶν εἰρημένων καὶ ὃ κατ’ ἀρχὰς ἠποροῦμεν ἕως τοῦ μίαν καὶ ἁπλῆν κινήσει κίνησιν." Εἰπὼν αἴτιον εἶναι τοῦ τινὰ τῶν ὄντων γίνεσθαι καὶ φθείρεσθαι καὶ ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν, τὴν διάφορον πρὸς αὐτὰ τῶν οὐρανίων κινήσεων σχέσιν,1 ὑπομιμνῄσκει ἡμᾶς, ὅτι ἐκ τῶν νῦν εἰρημένων λέλυται τὸ πρόσθεν ἀπορηθέν. ὅτε γὰρ ἔλυεν τοὺς κατασκευάζειν δοκοῦντας λόγους, ὅτι ἡ κίνησις γίνεται μὴ πρότερον οὖσα, ἔλεγεν ἄπορον εἶναι τοῖς γένεσιν κινήσεως ὑποτιθεμένοις, διὰ τίνα αἰτίαν οὐ πάντα ἢ κινεῖται ἀεὶ ἢ ἠρεμεῖ ἀεί, ἢ τὰ μὲν ἀεὶ κινεῖται, τὰ δὲ ἀεὶ ἠρεμεῖ, ἀλλ’ ἔστιν ἐν τῷ κόσμῳ καὶ τὰ ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα. τούτου δή, φησί, τὸ αἴτιον νῦν γέγονε δῆλον. διότι γὰρ τὰ μὲν ὑπὸ ἀκινήτου κινεῖται ἀιδίου, ἀνάγκη ταῦτα ἀεὶ κινεῖσθαι, τὰ δὲ ὑπὸ κινουμένου καὶ μεταβάλλοντος ἀεί, ἀνάγκη καὶ ταῦτα ἀεὶ μεταβάλλειν. τὸ δὲ ἀκίνητον, ὥσπερ εἴρηται, διὰ τὸ ἀεὶ ὁμοίως ἔχειν, μίαν καὶ ἁπλῆν καὶ συνεχῆ καὶ ἀίδιον κινεῖ κίνησιν. ὥστε εἰκότως τὰ μέν ἐστιν ἀεὶ ἀκίνητα τὰ πρώτως καὶ κυρίως κινοῦντα, τὰ δὲ ἀίδια καὶ ἀεὶ κινούμενα ὁμοίως, ὅσα προσεχῶς ὑπὸ τῶν ἀκινήτων κινεῖται, τὰ δὲ γινόμενα καὶ φθειρόμενα καὶ ποτὲ μὲν κινούμενα, ποτὲ δὲ ἠρεμοῦντα, ὅσα ὑπὸ τῶν ἀεὶ μὲν κινουμένων, ἄλλοτε δὲ ἄλλην σχέσιν ἐχόντων κινεῖται.

“因此,从所说的话中,我们起初所疑惑的事情也变得清楚了……直到……将推动单一且单纯的运动”。 在指出某些存在者生成和毁灭,以及某一时刻受推动、另一时刻静止的原因,乃是天体运动对它们的不同关系之后,他提醒我们,根据刚才所说的话,先前所疑惑的问题已经得到了解决。因为当他在破解那些似乎确立“运动在先前不存在的情况下产生”的论证时,他曾说,对于那些假设运动有生成的人来说,由于什么原因并非一切事物要么始终受推动要么始终静止,或者某些事物始终受推动而另一些事物始终静止,反而在宇宙中也存在某一时刻受推动、另一时刻静止的事物,这乃是一个疑难。他说,这件事情的原因现在已经清楚了。因为既然某些事物受永恒的不动者推动,这些事物就必然始终受推动;而既然另一些事物受始终受推动且变化之物[推动],这些事物就必然也始终变化。而不动者正如所说的那样,由于始终处于相同的状态,因而推动着单一、单纯、连续且永恒的运动。因此合乎情理的是,某些事物,即最初且本义上起推动作用的事物,始终是不动的;另一些事物,即一切直接受不动者推动的事物,是永恒且始终以相同方式受推动的;而还有一些事物,即一切受虽然始终受推动但在不同时刻具有不同关系之物推动的事物,则经历生成与毁灭,并且某一时刻受推动,另一时刻静止。

§8.63

"Οὐ μὴν ἀλλὰ καὶ ἄλλην ποιησαμένοις ἀρχὴν ἕως τοῦ καὶ φορᾶς, εἰ ἔστιν ἡ μὲν πρώτη ἡ δὲ ὑστέρα, τὴν πρώτην." Δείξας, ὅτι ἀιδίου τῆς κινήσεως ὁμολογηθείσης ἀνάγκη καὶ τὸ πρώτως κινοῦν ἀίδιον εἶναι καὶ τὸ πρώτως κινούμενον, ἐφεξῆς δείκνυσι ποίαν τῶν κινήσεων ἀίδιον εἶναι καὶ συνεχῆ δυνατόν. δῆλον γὰρ ὅτι ταύτην καὶ τὸ ἀίδιον κινοῦν κινήσει καὶ τὸ ἀίδιον κινούμενον κινηθήσεται. ἀίδιον δὲ καὶ συνεχῆ εὔλογον εἶναι τὴν πρώτην τῶν κινήσεων, εἴπερ τὰς μετ’ ἐκείνην. ζητεῖ οὖν, τίς ἡ πρώτη τῶν κινήσεων, καὶ διελόμενος τὰ τῆς κινήσεως εἴδη, δείκνυσιν ὅτι ἡ κατὰ τόπον κίνησις πρώτη τῶν κινήσεών ἐστι κατὰ πάντα τοῦ πρώτου τὰ σημαινόμενα, καὶ τῆς κατὰ τόπον κινήσεως ἡ κυκλοφορία, ἣν μόνην ἀίδιον εἶναι καὶ συνεχῆ δυνατόν. ὥστε καὶ πρῶτον τῶν κινουμένων καὶ ἀίδιον τὸ κυκλοφορητικὸν ἔσται σῶμα, καὶ τὸ πρῶτον κινοῦν ἀίδιον ὂν καὶ αὐτὸ τοῦτο προσεχῶς κινήσει. συναποδείκνυται οὖν τῷ τὸ κυκλοφορητικὸν πρώτως καὶ ἀιδίως κινούμενον εἶναι τὸ τὸ πρώτως κινούμενον καὶ τὸ πρώτως κινοῦν ἀίδιον εἶναι.2 διὸ καὶ ἀπὸ ἄλλης ἀρχῆς τοῦτο φανερὸν γίνεσθαί φησι συναναφαινόμενον τῷ τὸ πρώτως καὶ ἀιδίως κινούμενον τὸ κυκλοφορητικὸν εἶναι σῶμα. ἀρχὴν δὲ τῆς σκέψεως εἶναί φησι, πότερον ἐνδέχεται συνεχῆ κίνησιν εἶναι ἢ οὔ, καὶ εἰ ἐνδέχεται, τίς αὕτη· αὕτη δὲ καὶ πρώτη τῶν κινήσεών ἐστιν. ἀλλὰ τὸ μέν, εἰ ἐνδέχεται συνεχῆ κίνησιν εἶναι, νῦν ὑπερθέμενος, μετ’ ὀλίγον ζητήσει, νῦν δὲ ποία πρώτη τῶν κινήσεών ἐστι, δείκνυσιν. ᾧ συναποδείκνυται καὶ ποία ἡ συνεχής ἐστιν· ἡ γὰρ συνεχὴς πρώτη τῶν μὴ συνεχῶν ἐστι· καὶ γὰρ ἡ ἀίδιος τῶν μὴ ἀιδίων. ἐκθέμενος δὲ ἐν τάξει τὰ προβλήματα (πρώτη γὰρ ἡ περὶ τοῦ εἰ ἔστι ζήτησις τῆς περὶ τοῦ τί ἐστιν) ἐφεξῆς δείκνυσιν, εἰς τί χρήσιμον αὐτῷ τὸ δεῖξαι, τίς ἡ πρώτη καὶ συνεχὴς κίνησις, δυνάμει συλλογιζόμενος οὕτως· εἰ ἀναγκαῖόν ἐστι κίνησιν ἀεὶ εἶναι, ὅπερ δέδεικται, αὕτη δὲ ἡ ἀΐδιος πρώτη καὶ συνεχής ἐστι (πρώτη γὰρ ἡ ἀΐδιος καὶ συνεχὴς τῶν μὴ τοιούτων), ἐὰν δείξω τίς αὕτη, δῆλον ὅτι τὸ πρῶτον κινοῦν ταύτην κινεῖ προσεχῶς καὶ συστοίχως τὴν κίνησιν, ἥτις μόνη τῶν ἄλλων μία καὶ ἡ αὐτή ἐστι καὶ συνεχὴς καὶ πρώτη, διότι ὑφ’ ἑνὸς τοῦ πρώτως συνεχῶς κινοῦντος γίνεται.

“不仅如此,而且对于另作起点的探讨者来说……直到……而关于空间位移,如果一种是第一的而另一种是后继的,则应当探求那第一的”。 在证明了既然运动被公认为是永恒的,最初的推动者与最初的受推动者也必然都是永恒的之后,他接着证明各种运动之中何者能够是永恒且连续的。因为显然,永恒的推动者将推动这种运动,而永恒的受推动者将以此种运动受推动。如果其后的诸运动确实〔如此〕,那么第一种运动是永恒且连续的便是合乎理性的。于是他探求诸运动之中的第一者是什么,并在划分了运动的各形相之后,证明了空间位移在“第一”的一切含义上都是诸运动之首,而在空间位移之中圆周运动〔是第一的〕,唯有它能够是永恒且连续的。因此,在受推动之物中最初且永恒的将是作圆周运动的物体,而最初的推动者自身作为永恒之物,也将直接推动这一物体本身。因此,随着作圆周运动之物是最初且永恒受推动之物这一事实被证明,最初受推动之物与最初推动者是永恒的这一结论也同时得到了共证。所以他说,这一点从另一个起点出发也变得显明,并且与“最初且永恒受推动之物乃是作圆周运动的物体”这一结论同时被揭示出来。他说,探究的起点在于:究竟是否存在连续运动的可能,如果可能,这种运动是什么;而这也就是诸运动之中的第一者。但他如今暂且搁置“是否存在连续运动的可能”这一问题(不久之后他将予以探求),而现在则表明诸运动之中何者是第一的。随之而得到共证的也就是何者是连续的运动;因为连续之物相对于不连续之物是第一的,正如永恒之物相对于非永恒之物是第一的一样。在依次陈列了这些论题之后(因为关于“是否存在”的探求先于关于“是什么”的探求),他接着指出,表明何者是第一且连续的运动对他而言究竟有何用处,他在潜能上作了如下推论:如果运动始终存在是必然的(这一点已被证明),并且这种永恒的运动是第一且连续的(因为永恒且连续之物相对于非此类事物是第一的),那么只要我指明这种运动是什么,显然最初的推动者就直接且相应地推动着这种运动,唯有这种运动有别于其他运动而是单一、相同、连续且第一的,因为它是由最初且连续起推动作用的独一者所生成的。

语法注2 条
  1. 8.62Εἰπὼν αἴτιον εἶναι τοῦ τινὰ τῶν ὄντων γίνεσθαι καὶ φθείρεσθαι καὶ ποτὲ μὲν κινεῖσθαι, ποτὲ δὲ ἠρεμεῖν, τὴν διάφορον πρὸς αὐτὰ τῶν οὐρανίων κινήσεων σχέσιν

    在依赖于 Εἰπὼν 的带不定式结构中,主格性宾格为句末的 τὴν διάφορον ... σχέσιν,述格性宾格为 αἴτιον。带冠词的不定式属格 τοῦ ... γίνεσθαι καὶ φθείρεσθαι ... 充当依附于 αἴτιον 的宾格性属格补足语。

  2. 8.63συναποδείκνυται οὖν τῷ τὸ κυκλοφορητικὸν πρώτως καὶ ἀιδίως κινούμενον εἶναι τὸ τὸ πρώτως κινούμενον καὶ τὸ πρώτως κινοῦν ἀίδιον εἶναι.

    被动动词 συναποδείκνυται 的主语是由冠词 τὸ 引导的带不定式分句(τὸ [τὸ πρώτως κινούμενον καὶ τὸ πρώτως κινοῦν ἀίδιον εἶναι]),而与格带冠词不定式句(τῷ [τὸ κυκλοφορητικὸν ... εἶναι])表示“伴随……/与……一同”。连续出现的两个冠词 τὸ τό 是因为前一个冠词使整个不定式从句名词化,而后一个冠词则属于该从句的主语 τὸ πρώτως κινούμενον。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1263.30-1265.7