- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1262.14-1263.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐述了亚里士多德的论证,借助假言三段论证明,为了解释生成与毁灭的永恒交替,不仅需要第一不动动因,还必须存在受推动同时起推动作用的永恒动者(天球运动,特别是黄道的倾斜),并指出了天体运动和形相的多样性与柏拉图《斐德罗篇》之间的关联。
" Ἀλλὰ μήν, εἴ γέ ἐστί τι ἀεὶ τοιοῦτο τὸ κινοῦν ἕως τοῦ καὶ ὁτὲ μὲν ἠρεμοῦν, ὁτὲ δὲ κινούμενον." Δείξας πρῶτον, ὅτι ἔστι κίνησις ἀεί, καὶ οὔτε γέγονέ ποτε κίνησις πρότερον μὴ οὖσα οὔτε φθείρεταί ποτε, ὥστε μὴ εἶναι κίνησιν, εἶτα ἐφεξῆς δείξας, ὅτι τὸ πρώτως κινοῦν ‘καθ’ ἑκάστην κίνησιν’, ὡς ὁ Εὔδημος προστίθησιν, ἀκίνητον εἶναι χρὴ καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, εἶναι δὲ καὶ ἀίδιον ὡς ἀιδίου κινήσεως αἴτιον, ἀνάγκην εἶναί φησι τὸ πρώτως κινούμενον ὑπὸ τοῦ ἀκινήτου καὶ ἀιδίου κινητικοῦ ἀίδιον καὶ αὐτὸ εἶναι· συνυπάρχει γὰρ ἀλλήλοις τὸ κινοῦν ὡς κινοῦν καὶ τὸ κινούμενον ὡς κινούμενον. αὐτὸς δὲ καὶ ἄλλην ἀπόδειξιν τούτου προστίθησι. λαβὼν γὰρ ὁμολογούμενον τὸ εἶναι γένεσιν ἀεὶ καὶ φθορὰν ἐν τοῖς οὖσιν συνημμένον τι τοιοῦτον ἐπάγει· εἰ μὴ ἔστι τι ἀίδιον κινούμενόν τε καὶ κινοῦν, οὐκ ἂν εἴη γένεσις ἀεὶ καὶ φθορά· ἀλλὰ μὴν ἔστι ταῦτα· ἔστιν ἄρα ἀίδιόν τι κινούμενόν τε καὶ κινοῦν. καὶ τὴν μὲν πρόσληψιν, ὡς εἶπον, τὴν λέγουσαν, ὅτι ἔστιν ἀεὶ γένεσις καὶ φθορά, ὡς ὁμολογουμένην τέθεικεν· οὐ γὰρ ἂν εἴη γενέσεως γένεσις, τὸ δὲ συνημμένον δείκνυσιν οὕτως· τὸ γινόμενον καὶ φθειρόμενον δεῖται πάντως τοῦ κινοῦντος. ἢ οὖν ἀκίνητον ἢ κινούμενον ἀνάγκη τὸ κινοῦν εἶναι. ἀλλὰ τὸ μὲν ἀκίνητον ἅτε ἀμετάβλητον ὂν τὸν αὐτὸν κινήσει τρόπον, ὥστε ἢ γίνεσθαι ἢ φθείρεσθαι μόνον, τὸ δὲ κινούμενον ὑπὸ τοῦ ἀκινήτου διὰ τὸ ἐν ἐναντίοις γίνεσθαι τόποις καὶ ποτὲ μὲν προσάγειν ποτὲ δὲ ἀφίστασθαι τὸ γεννητικόν, ὡς ἐν τῇ Περὶ γενέσεως καὶ φθορᾶς λέγεται, οὐ τῆς αὐτῆς ἔσται κινήσεως αἴτιον, ἀλλ’ ἐναντίως κινούμενον ἕκαστον τῶν ἄλλων παρέξεται, καὶ τὸ αὐτὸ ποτὲ μὲν ἠρεμοῦν, ποτὲ δὲ κινούμενον. ἀληθὲς οὖν ὅτι εἰ μὴ ἔστι τι, ὃ κινήσει κινούμενον, οὐκ ἔσται γένεσις ἀεὶ καὶ φθορά. καὶ δῆλον ὅτι καὶ ἀΐδιόν ἐστι τὸ τὰς τοιαύτας κινήσεις κινοῦν καὶ αὐτὸ κινούμενον. εἰ γὰρ ἀεί εἰσιν αὗται αἱ κινήσεις, ἀεὶ δεῖ τὸ κινοῦν αὐτὰς εἶναι. εἰ γὰρ μὴ ἀΐδια εἴη τὰ τούτων τῶν κινήσεων αἴτια, ἀλλὰ γινόμενά τε καὶ φθειρόμενα, πάλιν ἄλλο τι αἴτιον τῆς τούτων γενέσεως καὶ φθορᾶς ζητηθήσεται· καὶ ἐκεῖνο πάλιν ἀκίνητον μὲν οὐκ ἂν εἴη, εἰ δὲ κινούμενον, ἢ ἀεὶ καὶ ἀΐδιον ἔσται ἢ γενητὸν καὶ φθαρτόν. καὶ πάλιν ἡ αὐτὴ ζήτησις· ἀεὶ γὰρ τοῦ ἐν γενέσει ὄντος αἴτιόν τι αὐτοκίνητον ὀφείλοντος ἔχειν,1 εἰ μὴ εἰς ἄπειρον ἡ πρόοδος ἔσεσθαι μέλλοι, ἔσται τι πρῶτον αὐτοκίνητον ἀΐδιον ὑπὸ τοῦ πρώτου κινοῦντος ἀκινήτου καὶ ἀϊδίου κινούμενον συνεχῶς· οὕτω γὰρ ἥ τε κίνησις συνεχὴς καὶ ἀΐδιος, καὶ ἡ γένεσις καὶ ἡ φθορὰ καὶ ἡ εἰς ἄλληλα τῶν σωμάτων μεταβολὴ ἄπαυστος. Εἰπὼν δὲ τὸ κινούμενον ὑπὸ τοῦ ἀκινήτου προσέθηκεν ἢ κινουμένου ἤδη, διότι ὑπὸ μὲν τοῦ ἀκινήτου προσεχῶς κινεῖται ἡ ἀπλανής, ὑπὸ δὲ τοῦ ἀπλανοῦς κινουμένου ἤδη τὸ πλανώμενον. ἐν ἐναντίοις δὲ τόποις ἢ εἴδεσι λέγει, ὅτι ποτὲ μὲν πλησιάζει ἡμῖν ὁ ἥλιος καὶ τὰ ἄλλα ἄστρα διὰ τὴν ἔγκλισιν τοῦ ζῳδιακοῦ, ποτὲ δὲ ἀφίστανται ἡμῶν καὶ πρὸς τὰ νότια ὁμοίως διατίθενται καὶ ὁτὲ μὲν ὑψηλότερα γίνεται, ὁτὲ δὲ περιγειότερα. ἐν ἐναντίοις δὲ εἴδεσι, ψυχροτέροις ἢ θερμοτέροις, ὅτι κατὰ τὰς διαφόρους ἑαυτῶν θέσεις τῶν ἐναντίων εἰδῶν τούτων καὶ τῶν τοιούτων ἐστὶ ποιητικά. τάχα δὲ ἄν τις εἴποι τὰ ἐν Φαίδρῳ τοῦ Πλάτωνος ἐνταῦθα παραξέειν2 τὸν Ἀριστοτέλην, ὅταν ἐκεῖνος λέγῃ· “ψυχὴ πᾶσα παντὸς ἐπιμελεῖται τοῦ ἀψύχου, πάντα δὲ οὐρανὸν περιπολεῖ ἄλλοτε ἐν ἄλλοις εἴδεσι γινομένη.” πρὸς γὰρ τὴν τῶν ἐκεῖ εἰδῶν θεωρίαν διαφόρων ὄντων καὶ αἱ κινήσεις αὐτῶν γίνονται διάφοροι καὶ ἡ ἀπὸ τῶν κινήσεων ἐνταῦθα διαφορὰ ὑφίσταται.
“然而确实,如果总是存在某个这样的推动者……直到……且某一时刻静止,另一时刻受推动”。 在首先证明了运动总是存在,运动既从未在先前不存在的情况下产生过,也从未毁灭以致运动不复存在之后;接着顺次证明了“就每一运动而言”的第一推动者——正如欧德谟所补充的那样——必须就自身而言和附带地都是不动的,并且作为永恒运动的原因也必须是永恒的之后,他说,被不动且永恒的动因首先推动的事物,其自身也必然是永恒的;因为作为推动者的推动者与作为受推动者的受推动者彼此共存。而他自己也对此补充了另一个论证。因为在将“存在者之中始终存在生成与毁灭”作为公认的事实接受之后,他引出了如下一个假言命题:如果不具有某种既受推动又起推动作用的永恒之物,就不会始终存在生成与毁灭;然而确实存在这些;因此存在某种既受推动又起推动作用的永恒之物。而正如我所说,那条表明始终存在生成与毁灭的小前提,他是作为公认之理设立的;因为不可能存在生成的生成;而假言命题他则如此证明:凡生成和毁灭之物,无论如何都需要推动者。因此,推动者必然要么是不动的,要么是受推动的。但不动者由于是不变化的,将以相同的方式推动,从而导致只有生成或者只有毁灭;相反,受不动者推动之物,由于进入相反的处所,并且正如在《论生成和毁灭》中所说的那样,由于产生因时而靠近时而远离,将不会成为相同运动的原因,而是使其余各物依相反方式受推动,并使同一事物某一时刻静止,另一时刻受推动。因此,如果不具有某种受推动而起推动作用之物,就不会始终存在生成与毁灭,这是真实的。并且显而易见,推动此类运动且自身受推动之物也是永恒的。因为如果这些运动始终存在,那么推动它们的事物就必须始终存在。因为如果这些运动的原因不是永恒的,而是生成和毁灭的,人们就会再次寻求这些原因的生成和毁灭的另一个原因;而那个原因同样不会是不动的,但如果是受推动的,它要么是始终存在且永恒的,要么是生成的且可毁灭的。于是同样的探求将再次发生;因为如果过程不至于走向无限,既然处于生成之中的事物必须始终拥有某种自运的原因,就必定会存在某种最初的、自运的永恒之物,它被最初的不动且永恒的推动者连续地推动;因为唯有如此,运动才是连续且永恒的,生成、毁灭以及物体之间的相互转化才是止息不了的。 而在说了“受不动者推动之物”之后,他又补充了“或者受已经被推动者推动之物”,这是因为恒星天被不动者直接推动,而行星天球则被已经被推动的恒星天推动。而他说“在相反的处所或形相中”,是因为由于黄道的倾斜,太阳和其他星体某一时刻接近我们,另一时刻远离我们并对南方区域形成相似的态势,且时而更高,时而更接近地面。至于“在相反的形相中”,即更冷或更热的形相中,是因为根据它们各自不同的位置,它们乃是这些相反形相及诸如此类事物的促成者。或许有人会说,亚里士多德在此处触及了柏拉图在《斐德罗篇》中的话,当那位作者说:“一切灵魂照料一切无灵魂之物,巡游整个诸天,在不同的时间进入不同的形相之中”。因为朝向对彼处相异形相的观照,它们的运动也变得各异,而由这些运动所引发的差异便在此处[尘世]确立起来。
- 8.61ἀεὶ γὰρ τοῦ ἐν γενέσει ὄντος αἴτιόν τι αὐτοκίνητον ὀφείλοντος ἔχειν
此处为属格绝对结构,逻辑主语为 τοῦ ἐν γενέσει ὄντος(处于生成之中的事物),分词为 ὀφείλοντος(必须/应当)。该结构充当原因从属分句,修饰主句 ἔσται τι πρῶτον αὐτοκίνητον ἀΐδιον(必定会存在某种最初的自运永恒之物)。
- 8.61παραξέειν
该不定式与充当主语宾格的 τὸν Ἀριστοτέλην 一起构成由 εἴποι 支配的宾格不定式结构(τάχα δὲ ἄν τις εἴποι ... παραξέειν τὸν Ἀριστοτέλην)。动词 παραξέω 字面意为“刮过表面、擦过”,在此语境下作比喻用,意为“触及、掠及”柏拉图的文句或思想。
