← 辛普里丘

亚里士多德《物理学》注释

§1261.12-1262.13

天球的连续运动与受他者推动之别

辛普利丘注解了亚里士多德在《物理学》卷八第六章(259b28)中关于受自身附带推动与受他者推动的区别。针对天球连续运动的疑难,他介绍了亚历山大对天体灵魂的解释,并指出亚里士多德的原意并不主张在“受他者”推动中补充“附带地”这一涵义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.60

" Οὐκ ἔστι δὲ ταὐτὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ἕως τοῦ θάτερον τοῖς φθαρτοῖς μόνον." Εἰπόντος αὐτοῦ, ὅτι ἐπὶ τῶν ἀκινήτων μὲν κινούντων δὲ καὶ ἑαυτὰ κατὰ συμβεβηκὸς ἀδύνατον συνεχῆ κίνησιν κινεῖν, παντὸς ἦν ἀπορεῖν,1 πῶς οἱ οὐρανοὶ ζῷα καὶ αὐτοὶ ὄντες αὐτοκίνητα καὶ ἔχοντες τὸ κινοῦν ἀκίνητον μὲν καθ’ αὑτό, κατὰ συμβεβηκὸς δὲ ἑαυτὸ κινοῦν, ἀλλ’ ὑφ’ ἑτέρου κατὰ συμβεβηκὸς κινούμενον (ὑπὸ γὰρ τοῦ ἀπλανοῦς οἱ πλανώμενοι τὴν ἐκείνου κίνησιν κινοῦνται), συνεχῆ ὁμοίως κινοῦνται κίνησιν. ταύτην οὖν τὴν ἀπορίαν λύει λέγων μὴ εἶναι τὸ αὐτὸ τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ τὸ κινεῖσθαι ὑφ’ ἑτέρου. τὸ μὲν γὰρ ὑφ’ ἑτέρου φησὶν ὑπάρχει καὶ ταῖς πλανωμέναις σφαίραις ἄλλην μὲν τὴν οἰκείαν κινουμέναις περὶ τοὺς ἑαυτῶν πόλους, ἄλλην δὲ τὴν τῆς ἀπλανοῦς, περὶ τοὺς ἐκείνης πόλους κινουμένων τῶν οἰκείων αὐτῶν πόλων. καὶ δυνατὸν συνεχῆ κίνησιν κινεῖσθαι τὴν ὑπὸ τῆς ἀπλανοῦς συνεχῶς κινουμένης καὶ κινούσης· ὑφ’ ἑαυτῶν γὰρ οὐ κινοῦνται κατὰ συμβεβηκός, διότι τὸ κινοῦν ἐν ὅλῳ ἐστί, τὸ δὲ ὅλον οὐ κινεῖται· κατὰ μόρια γὰρ κινεῖται τὰ κύκλῳ κινούμενα καὶ οὐ καθ’ ὅλα. τὸ δὲ κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτῶν κινεῖσθαι τοῖς φθαρτοῖς ὑπάρχει μόνοις· τὸ γὰρ μόνον ἀντὶ τοῦ μόνοις εἴρηται.2 καὶ ὁ μὲν Ἀλέξανδρος τὰς ἐν ταῖς πλανωμέναις σφαίραις ψυχὰς κατὰ συμβεβηκὸς κινεῖσθαί φησιν, οὐχ ὑφ’ ἑαυτῶν μέντοι, ἀλλ’ ὑπὸ τῆς τὰ σώματα αὐτῶν κινούσης, διότι ἐν τούτοις εἰσὶ κινουμένοις οὐκ ἐπὶ τὰ αὐτά, ἐφ’ ἃ κινεῖται ὑπὸ τῶν ἐν αὐτοῖς ἀκινήτων. “τὸ δὲ πρῶτον, φησίν, αἴτιον τὸ τῆς ἀπλανοῦς κινητικὸν οὔτε ὑφ’ ἑαυτοῦ οὔτε ὑπ’ ἄλλου κινοῖτο ἂν κατὰ συμβεβηκὸς τῷ μίαν κίνησιν κινεῖσθαι τὴν ἀπλανῆ, καὶ ταύτην ἐν τῷ αὐτῷ μενόντων τῶν πόλων, ἢ τῷ μηδὲ τὴν ἀρχὴν εἶδος εἶναι τοῦ κινουμένου σώματος, ἀλλ’ οὐσίαν τινὰ κεχωρισμένην.” ταῦτα μὲν οὖν ὁ Ἀλέξανδρος λέγει τὰς ἄλλας πάσας ψυχὰς εἴδη νομίζων ἀχώριστα τῶν σωμάτων. ἀλλὰ τοῦτο μὲν ἐν ἄλλοις ἐξετάζειν ἐστὶν οἰκειότερον. ἐπιστῆσαι δὲ ἄξιον, μήποτε ἄλλο μὲν τὸ κατὰ συμβεβηκὸς ἡγεῖσθαι νομίζει ὁ Ἀριστοτέλης3 ἐπὶ τῶν θνητῶν ζῴων αὐτὸ θεωρῶν, ἄλλο δὲ τὸ ὑφ’ ἑτέρου καὶ ταῖς πλανᾶσθαι λεγομέναις σφαίραις ὑπάρχον. τὸ μὲν γὰρ κατὰ συμβεβηκὸς ἀίδιον εἶναι οὐ δυνατόν, διότι παρυπόστασις τοῦ καθ’ αὑτό ἐστι καὶ ἐκτροπὴ τοῦ προηγουμένου· οὐδεμία δὲ τοιαύτη φύσις ἀίδιος. τὸ δὲ ὑφ’ ἑτέρου καὶ προηγούμενον ἔχειν λόγον δυνατόν. καὶ διὰ τοῦτο ὁ Ἀριστοτέλης οὕτως εἶπεν, ὅτι οὐκ ἔστι ταὐτὸν τὸ κινεῖσθαι κατὰ συμβεβηκὸς ὑφ’ ἑαυτοῦ καὶ τὸ ὑφ’ ἑτέρου κινεῖσθαι, οὐκ ἀξιῶν οἶμαι προσυπακούειν τῷ ὑφ’ ἑτέρου τὸ κατὰ συμβεβηκός.4

“然而附带地受推动并不是同一回事……直到……其中一方仅属于可毁灭者”。 既然他说过,在自身不动却也附带地推动自身的事物上,不可能引起连续的运动,那么任何人都会提出疑难:诸天本身也是自运的动物,并拥有就自身而言不动、却附带地推动自身、但又被他者附带地推动的动因(因为行星天球被恒星天依那一重运动而推动),它们又如何同样被推动以进行连续的运动呢?因此,他通过说明受自身附带地推动与受他者推动并非同一回事,化解了这一疑难。因为他说,受他者推动也属于各行星天球,它们一方面围绕各自的极点进行固有的运动,另一方面由于各自固有的极点围绕那一恒星天的极点运动,也进行恒星天的运动。并且〔它们〕依来自连续运动并起推动作用的恒星天的运动,作为连续运动而被推动是可能的;因为它们并非由自身附带地被推动,这是因为推动者存在于整体之中,而整体并不运动;因为圆周运动者是依部分运动而非依整体运动。而受自身附带地推动仅属于可毁灭者;因为[原文中的副词]“仅仅”是代替[与格复数形容词]“仅给……者”而说的。亚历山大说,行星天球中的灵魂乃是附带地被推动的,然而并非受自身推动,而是受推动它们身体的天球推动,因为它们所居于其中的身体并不朝向它们内部的不动动因所推动的相同方向运动。“但是”,他说,“恒星天的动因这一第一原因,既不会被自身,也不会被他者附带地推动,这是由于恒星天进行单一的运动,并且此运动是在极点常驻于同一位置的情况下进行的;或者由于〔它〕根本不是受推动身体的形相,而是某种分离的实体”。亚历山大之所以这么说,是因为他认为所有其他灵魂都是不能脱离身体的形相。但这更适宜在别处进行考察。然而值得注意的是,亚里士多德或许认为附带的乃是一回事,并是在凡俗动物身上观察到它的,而受他者推动则是另一回事,它也属于被称为巡游的诸天球。因为附带之物绝不可能是永恒的,因为它乃是就自身而言者的副产物,是偏离主要目的之物;而没有任何此类本性是永恒的。但受他者推动者却完全可以具有主要的原因。正因如此,亚里士多德才这样说,即受自身附带地推动与受他者推动不是同一回事,依我之见,他并不赞成在“受他者”之下补入“附带地”。

语法注4 条
  1. 8.60παντὸς ἦν ἀπορεῖν

    未完成过去时 ἦν 搭配领属属格 παντός 与不定式 ἀπορεῖν,构成了表示“任何人都有可能提出疑难 / 提出疑难是任何人的常态”的句式。

  2. 8.60τὸ γὰρ μόνον ἀντὶ τοῦ μόνοις εἴρηται

    注疏者对引文中副词 μόνον 的语法功能作出的说明,指出此处副词充当了与 τοῖς φθαρτοῖς 一致的与格复数形容词 μόνοις 的代用语。

  3. 8.60ἐπιστῆσαι δὲ ἄξιον, μήποτε ἄλλο μὲν τὸ κατὰ συμβεβηκὸς ἡγεῖσθαι νομίζει ὁ Ἀριστοτέλης

    在 ἐπιστῆσαι ἄξιον(值得注意)之后,连词 μήποτε 引导一个推测性从句(“是否可能……”)。从句内部由 ἄλλο μέν ... ἄλλο δέ 构成对比,主语 ὁ Ἀριστοτέλης 支配动词 νομίζει,后者再带不定式 ἡγεῖσθαι 作为补充。

  4. 8.60οὐκ ἀξιῶν οἶμαι προσυπακούειν τῷ ὑφ’ ἑτέρου τὸ κατὰ συμβεβηκός

    分词 ἀξιῶν 表示情态或考量,支配不定式 προσυπακούειν(暗中补入)。该构式以与格 τῷ ὑφ’ ἑτέρου 为补入对象,以宾格 τὸ κατὰ συμβεβηκός 为补入内容,表明在辛普利丘看来,亚里士多德并不认为应当在“受他者”之下补入“附带地”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1261.12-1262.13