- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1259.29-1261.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里修阐明,由于自运者中的动因因附带受推动而不能引起连续运动,第一推动者必须连附带地也不受推动,并通过与在同一处所进行圆周运动的宇宙整体直接相连,成为永恒且连续运动的原因。
" Ἐξ ὧν ἔστι πιστεῦσαι, ὅτι εἴ τί ἐστι τῶν ἀκινήτων μὲν ἕως τοῦ συνεχὲς ὂν πρὸς τὴν ἀρχήν." Εἰπών, ὅτι τὸ ἐν τοῖς αὐτοκινήτοις κινητικὸν ἀκίνητον ὂν καθ’ αὑτὸ κατὰ συμβεβηκὸς καὶ αὐτὸ κινεῖται τῷ σώματι συγκινούμενον τροφῆς δεομένῳ καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ διὰ τοῦτο συνεχῆ κίνησιν μὴ κινουμένῳ, συνήγαγεν ὅτι, εἴ τί ἐστι τῶν ἀκινήτων μὲν κινούντων δὲ καὶ ἑαυτὰ κατὰ συμβεβηκός, ὅτι οὔτε κατὰ συμβεβηκὸς δυνατὸν συνεχῆ κίνησιν κινεῖν1 ἐπὶ τῶν θνητῶν ζῴων ποιούμενος τὸν λόγον τῶν τροφῆς καὶ ὕπνου δεομένων καὶ διὰ τοῦτο μὴ δυναμένων συνεχῆ κίνησιν κινεῖσθαι τὴν οἰκείαν τοῖς ζῴοις τὴν καθ’ ὁρμὴν μεταβατικὴν κατὰ τόπον οὖσαν. εἰ γὰρ τὰ κινούμενα σώματα μὴ πέφυκε συνεχῶς κινεῖσθαι, οὐδὲ τὸ κινοῦν συνεχῶς κινεῖ οὔτε αὐτὰ τὰ σώματα οὔτε ἑαυτὸ κατὰ συμβεβηκὸς τῷ ἐν κινουμένῳ τῷ σώματι εἶναι. τούτῳ οὖν δειχθέντι τῷ τὰ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητα μὲν κινητικὰ δὲ μὴ κινεῖν συνεχῆ κίνησιν, συνάπτει ἄλλην ἐπιχείρησιν2 δεικνῦσαν, ὅτι πρὸ τῶν ἐν τοῖς αὐτοκινήτοις κινητικῶν ἄλλο τι εἶναι χρὴ κυριώτερον τῆς κινήσεως αἴτιον. εἰ γὰρ ἀνάγκη μὲν εἶναι συνεχῆ κίνησιν, τὰ δὲ ἐν τοῖς αὐτοκινήτοις κινητικὰ ἀδύνατον συνεχῆ κίνησιν κινεῖν ἀκίνητα μὲν ὄντα καθ’ αὑτά, κινούμενα δὲ κατὰ συμβεβηκός, δεῖ εἶναι τὸ πρῶτον κινοῦν μηδὲ κατὰ συμβεβηκὸς κινούμενον. τοῦτο γὰρ δηλοῖ τὸ ἀκίνητον κατὰ συμβεβηκός. δεῖ οὖν εἶναι, φησί, τὸ τοιοῦτον αἴτιον, εἴπερ μέλλοι ἔσεσθαι, καθάπερ δέδεικται, ἄπαυστός τις ἐν τοῖς οὖσι καὶ ἀθάνατος κίνησις. συνεχὴς γὰρ ἡ τοιαύτη· ἡ γὰρ μὴ συνεχὴς διακέκοπται. τὸ δὲ κατὰ συμβεβηκὸς κινούμενον ὡς μεταβαῖνον τόπον ἐκ τόπου (περὶ τούτων γὰρ ὁ λόγος) οὐ κινεῖ συνεχῆ κίνησιν, ὅτι μηδὲ τὸ κινούμενον ὑπ’ αὐτοῦ συνεχῶς πέφυκε κινεῖσθαι. καὶ εἴπερ μένοι, φησί, τὸ ὂν αὐτὸ ἐν αὑτῷ καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ ἔστι 〈τι〉 παρὰ τὸ ὄν, ὂν δὲ λέγει τὸν κόσμον.3 ὥστε ἐν αὑτῷ ἐστι καὶ ἐν τῷ αὐτῷ οὐ μεταβαίνων τόπον ἐκ τόπου, οὐδὲ ἄλλος ἐξ ἄλλου γινόμενος· καὶ τῷ εἴδει γὰρ τῆς οὐσίας ἐν τῷ αὐτῷ μένει καὶ τῇ ποιότητι τῆς κινήσεως. τὸ γὰρ κύκλῳ κινούμενον ἐν ταὐτῷ μένον κινεῖται. “καὶ οὕτως ἂν μόνως, φησὶν ὁ Ἀλέξανδρος, δύναιτο μηδὲ κατὰ συμβεβηκὸς κινεῖσθαι τὸ κινοῦν, εἰ τὸ κινούμενον ὑπ’ αὐτοῦ ἐν ταὐτῷ μένον κινοῖτο. εἰ γὰρ τὸ μὲν ὅλον ἐστίν, ἐν ᾧ τὸ τοιοῦτον κινητικόν, τοῦτο δὲ ἐν τῷ αὐτῷ μένει (κατὰ μόρια γὰρ τῷ κύκλῳ κινουμένῳ ἡ κίνησις), οὐδ’ ἂν τὸ ἐν αὐτῷ ὂν κινοῖτο κατὰ συμβεβηκὸς ἔτι ὑφ’ ἑαυτοῦ· ἣν γὰρ κινεῖ κίνησιν τὸ σῶμα, οὐ κατὰ μεταβολὴν τοῦ ὅλου γίνεται, ἐν ᾧ ἐστιν, ὡς ἐγίνετο ἐπὶ τῶν θνητῶν ζῴων, ἃ τῇ μοχλείᾳ ἐκινεῖτο ὑπὸ τῆς ψυχῆς ἀλλάσσοντα ὅλα τοὺς τόπους· οὐ γὰρ δὴ κατὰ μόριόν τι τοῦ κύκλῳ κινουμένου τὸ κινητικὸν ἐροῦμεν εἶναι. τί γὰρ μᾶλλον τοῦτο ἢ τοῦτο πάντων ὁμοίως ὑπ’ αὐτοῦ κινουμένων; εἰ δέ τις ἀπαιτοίη, φησίν, πῶς οὖν ἐν τῷ ὅλῳ ἔσται, ἐροῦμεν, ὅτι ὅπως ἄν καὶ ὁ ἐν μέρει τινὶ λέγων αὐτὸ εἶναι τοῦ κινουμένου ὑποθῆται· οὐ γὰρ δὴ σῶμά ἐστιν, ὡς τόπον τινὰ κατέχειν ἀφωρισμένον· ἀσώματον δὲ φύσιν τινὰ καὶ οὐσίαν οὐδὲν θαυμαστὸν ἐν ὅλῳ τινὶ ἅμα εἶναι.” τῆς δὲ ἀιδιότητος τοῦ κινουμένου αἴτιον τὸ πρῶτον κινοῦν· τοῦτο γὰρ δηλοῖ τὸ τῆς γὰρ ἀρχῆς μενούσης ἀνάγκη καὶ τὸ πᾶν μένειν συνεχὲς ὂν πρὸς τὴν ἀρχήν· μένοι δὲ ἂν ἡ ἀρχή, εἰ μηδὲ κατὰ συμβεβηκὸς κινοῖτο. καὶ ὅτι πᾶσα κυρίως ἀρχὴ ἀΐδιος (“ἀρχῆς γὰρ ἀπολομένης οὔτε αὐτή ποτε ἔκ του οὔτε ἄλλο ἐξ ἐκείνης γενήσεται”, ὡς Πλάτων φησί), καὶ τὸ πᾶν δὲ συνεχὲς ὂν πρὸς τὴν ἀρχήν, τουτέστι προσεχῶς καὶ ἀμέσως, ὑπὸ τῆς ἀϊδίου ἀρχῆς κινούμενον, ἀνάγκη καὶ αὐτὸ μένειν ἀΐδιον· τῆς γὰρ ἀρχῆς ἀεὶ ὡσαύτως κινούσης ἀδύνατον μὴ καὶ τὸ προσεχῶς κινούμενον ἀΐδιον εἶναι. εἰ γὰρ τοῦτο φθείροιτο, οὔτε ἀρχὴ ἂν ἔτι ἐκεῖνο εἴη οὔτε ἀεὶ κινοῦν· ἡ γὰρ ἀρχὴ ἀεὶ σὺν τῷ οὗ ἐστιν ἀρχὴ καὶ τὸ κινοῦν σὺν τῷ κινουμένῳ. οὐκ ἰδίως δὲ νῦν περὶ τοῦ πρώτου οὐρανοῦ λέγει τοῦ προσεχῶς ὑπ’ αὐτοῦ κινουμένου, ὅτι ἀΐδιος (τοῦτο γὰρ ἐν τοῖς ἑξῆς δείξει), ἀλλὰ κοινῶς ὅτι τὸ πᾶν καὶ ὁ κόσμος εἴη ἂν οὕτως ἀΐδιος, πάντων τῶν ἐν αὐτῷ κινουμένων ἐξ ἐκείνου τὴν ἀρχὴν ἐχόντων τῆς κινήσεως.
“由此可以确信,如果那些不动者之中有某种……直到……因与原则相连续”。 在指出了自运者中的动因自身虽是不动的,却通过与需要食物、睡眠和清醒的身体一同被推动,而自身也附带地被推动,并因此不进行连续的运动之后,他总结道:如果那些虽不动却也附带地推动自身的事物之中有某种东西,那么甚至附带地也不可能引起连续的运动;他是就凡俗动物立论的,这些动物需要食物和睡眠,并因此不能进行动物所特有的连续运动,即依冲动的处所位置移动。因为如果受推动的诸身体在本性上不连续运动,那么推动者也就既不能连续推动这些身体自身,也不能因存在于受推动的身体中而附带地连续推动自身。因此,在证明了这一点——即自运者中不动却起推动作用者不能引起连续运动——之后,他又联系了另一个论证,用以表明在自运者中的动因之前,必须存在某种其他更严格的运动原因。因为如果必然存在连续的运动,而自运者中的动因自身虽不动却由于附带地被推动而不可能引起连续运动,那么第一推动者就必须连附带地也不受推动。因为“附带地不动”所指的正是这一点。因此他说,如果真如所证明的那样,在存在者中将存在某种不绝且不死的运动,就必须存在这样的原因。因为这样的运动是连续的;而不连续的运动则是被中断的。而作为从一处移至另一处而附带地受推动者(因为论述是关于这些的),并不能引起连续的运动,因为受其推动者在本性上也绝不能连续运动。而且他说,“如果存在者自身确实常驻于自身之中且常驻于同一之中”。因为在存在者之外没有任何东西,而他所说的存在者乃是宇宙。因此它存在于自身之中且常驻于同一之中,不从一处移至另一处,也不从一种状态变成另一种状态;因为无论是在其实体的形相上,还是在运动的性质上,它都常驻于同一之中。因为依圆周运动者乃是在常驻于同一处所的同时进行运动的。“只有这样”,亚历山大说,“推动者才有可能连附带地也不受推动:如果受其推动者在常驻于同一处所的同时进行运动。因为如果存在着此种动因所居于其中的整体,并且这一整体常驻于同一之中(因为对于依圆周运动者而言,运动是依部分进行的),那么居于其中的动因也就不再会被自身附带地推动了;因为它推动身体所进行的运动,并非通过它所处的整体改变处所而产生,并不像在凡俗动物的情形中那样产生,后者乃是由灵魂通过杠杆作用推动而在整体上变换处所;因为我们绝不会说动因是依循圆周运动者的某个部分而存在的。因为在一切部分都同样受其推动的情况下,凭什么说是这个部分而不是那个部分呢?他说,如果有人质问,‘那么它如何存在于整体之中呢?’,我们将回答说,正如主张它位于受推动者的某个部分的人所设想的那样;因为它绝不是身体,以至于占据某个限定的处所;而一种无身体的本性和实体同时存在于某个整体之中,原是丝毫不奇怪的”。而受推动者的永恒性的原因乃是第一推动者;因为“原则既然常驻,整体因与原则相连续也必然常驻”这句话所指的正是这一点;如果原则连附带地都不受推动,它就会常驻。而且既然凡严格意义上的原则都是永恒的(正如柏拉图所说,“因为原则一旦毁灭,它自身既绝不可能从任何东西生成,别的任何东西也绝不可能从它生成”),并且整体与原则相连续,即切近且直接地受永恒原则的推动,那么整体自身也必然保持永恒;因为既然原则始终依同样方式推动,切近受推动者也绝不可能不是永恒的。因为如果这个受推动者毁灭了,那个在先者也就既不再是原则,也不再是始终推动者了;因为原则始终与其作为其原则的事物同在,推动者也始终与受推动者同在。而他现在并非特指切近受其推动的第一天是永恒的(因为这将在后文中证明),而是普遍地指出,由于宇宙中一切受推动者都从那一推动者获得运动的原则,因此整体和宇宙将依此方式是永恒的。
- 8.59συνήγαγεν ὅτι, εἴ τί ἐστι τῶν ἀκινήτων μὲν κινούντων δὲ καὶ ἑαυτὰ κατὰ συμβεβηκός, ὅτι οὔτε κατὰ συμβεβηκὸς δυνατὸν συνεχῆ κίνησιν κινεῖν
在引导动词 συνήγαγεν 之宾语从句的 ὅτι 之后,插入了条件从句(εἴ τί ἐστι...),随后连接词 ὅτι 再次赘出(复述性 ὅτι)。第二个 ὅτι 在语法上仅用以在插入从句后重新恢复间接引语并引出主句(οὔτε κατὰ συμβεβηκὸς δυνατόν...)。
- 8.59τούτῳ οὖν δειχθέντι τῷ τὰ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητα μὲν κινητικὰ δὲ μὴ κινεῖν συνεχῆ κίνησιν, συνάπτει ἄλλην ἐπιχείρησιν
与格短语 τούτῳ ... δειχθέντι 作为动词 συνάπτει(“把……连接于……”)的间接宾语,带冠词不定式从句 τῷ ... μὴ κινεῖν 则充当 τούτῳ 的同位语。整句的骨架为:“向这一被证明的事实——即自运者中的事物不作连续运动——他又连接了另一个论证”。
- 8.59οὐ γὰρ ἔστι 〈τι〉 παρὰ τὸ ὄν, ὂν δὲ λέγει τὸν κόσμον
底本中的 ὃν 系中性分词宾格 ὂν(在 δέ 前标抑音符)的误植,充当直接宾语 τὸν κόσμον(阳性单数宾格)的宾语补足语。意义上相当于“而他所说的‘存在者’乃是宇宙”。
