- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:124.33-126.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明亚里士多德在186a32处的论证,指出根据巴门尼德派“存在是一”的预设,无论将存在视作偶性还是视作实体(主体),都会导致存在沦为端端的非存在这一自相矛盾,从而论证了存在具有多重含义的必然性。
τούτων δὴ διωρισμένων δῆλον ὡς εἰ ἕν ἐστι τὸ ὄν, καθάπερ οἱ περὶ τὸν Παρμενίδην φασίν, οὐδὲν ἔσται ἕτερον ᾧ τοῦτο συμβέβηκεν, ἀλλὰ καθ’ οὗ ἂν κατηγορῆται, ἀνάγκη τοῦτο εὐθὺς καὶ ὅπερ ὂν λέγεσθαι καὶ ὅπερ ἕν, ὡσανεὶ αὐτοῦ καθ’ ἑαυτοῦ κατηγορουμένου τοῦ ὄντος. εἰ γὰρ μὴ οὕτως ἀλλ’ ὡς συμβεβηκὸς κατ’ ἄλλου τινὸς ῥηθήσεται τὸ ὄν, ἔσται ἐκεῖνο ἕτερόν τι τοῦ ὄντος, καὶ διὰ τοῦτο οὐκ ὂν ἅμα καὶ ὄν· ὅπερ ἄτοπον. εἶναι γάρ τι καὶ τὸ αὐτὸ μὴ εἶναι ἀδύνατον. ὥστε εἰ ἕν ἐστι τὸ ὄν, καὶ ὅπερ ὂν ἔσται καὶ οὐθενὶ ἑτέρῳ συμβήσεται. οὐ γὰρ ἔσται ὄντι εἶναι ἐκείνῳ ᾧ συμβέβηκεν,1 εἴπερ ἕτερον τοῦ ὄντος ἐστίν, εἰ μὴ πολλὰ εἴη τὰ ὄντα οὕτως ὥστε καὶ ἕτερόν τι εἶναι παρὰ τὸ ὄν, οἷον παρὰ τὴν οὐσίαν τὸ συμβεβηκός. ἀλλ’ ὑπόκειται αὐτοῖς ἓν σημαίνειν τὸ ὄν. λείπεται τοίνυν οὐσίαν μᾶλλον καὶ τὸ ὑποκείμενον τῷ συμβεβηκότι εἶναι τὸ κυρίως ὄν, εἴπερ μὴ ἔστι τὸ συμβεβηκός· τοῦτο γὰρ καὶ ἀκολουθότερον. ὃ γὰρ καὶ τοῖς ἄλλοις τοῦ εἶναι αἴτιόν ἐστι, τοῦτο ἂν εἴη μάλιστα ὄν· τοιοῦτον δὲ ἡ οὐσία. πάντα γὰρ τὰ ἄλλα ἤτοι καθ’ ὑποκειμένου λέγεται τῆς οὐσίας ἢ ἐν ὑποκειμένῳ αὐτῇ ἐστιν, ὡς ἐν Κατηγορίαις μεμαθήκαμεν. ἀλλὰ καὶ ἓν ἡ οὐσία κυρίως μόνη. τῶν γὰρ ἄλλων ἓν ἕκαστον κατὰ συμβεβηκὸς καλεῖται τῷ τὴν οὐσίαν ᾗ συμβέβηκε μίαν εἶναι ταύτην. ἀλλὰ καὶ τὸ οὐσίαν εἶναι ἀδύνατον. εἰ γὰρ τὸ κυρίως ὄν, ὃ καλοῦμεν ὅπερ ὄν, μηδενὶ ἄλλῳ συμβέβηκεν, ἀλλ’ ἐκείνῳ ἄλλο τι συμβέβηκεν, εἴπερ τὸ ὑποκείμενόν ἐστι, τί μᾶλλον τὸ ὂν τὸ ὅπερ ὂν σημαίνει, ἀλλ’ οὐχὶ τὸ μὴ ὄν; εἰ γὰρ μόνον τὸ ὑποκείμενον καὶ τὸ ὅπερ ὂν τοῦτό ἐστιν ὄν, τὸ συμβεβηκὸς αὐτῷ οὐκ ὂν ἔσται, οἷον τὸ λευκόν. εἰ οὖν τὸ ὅπερ ὂν καὶ λευκόν ἐστι διὰ τὸ συμβεβηκέναι αὐτῷ τὸ λευκόν, τὸ δὲ συμβεβηκὸς αὐτῷ τὸ λευκὸν ὃ λευκῷ εἶναι λέγομεν,2 τουτέστιν ἡ λευκότης, οὐκ ὄν ἐστιν, οὐχὶ τὶ μὴ ὄν, ἀλλ’ ἁπλῶς μὴ ὄν (οὐδὲν γὰρ ὂν ὃ οὐχ ὅπερ ὄν), καὶ τὸ μετέχον ἄρα καὶ ᾧ συμβέβηκεν οὐκ ὂν ἔσται ἁπλῶς· ᾧ γὰρ τὸ μὴ ὂν συμβέβηκεν οὐκ ὄν ἐστιν, ὥσπερ ᾧ τὸ ὂν συμβέβηκεν ὄν. καὶ ἡ οὐσία οὖν ἤτοι τὸ ὅπερ ὂν οὐκ ὂν ἔσται ἁπλῶς, καὶ τὸ αὐτὸ κυρίως ὂν καὶ κυρίως μὴ ὄν· ὃ γὰρ τῷ ὑποκειμένῳ συνέβαινεν, εἰ συμβεβηκὸς ἦν τὸ ὅπερ ὄν, λέγω δὲ τὸ εἶναι ἅμα καὶ μὴ εἶναι, τοῦτο αὐτὸ τῷ ὅπερ ὄντι συμβαίνει ἐὰν ὑποκείμενον ὑποτεθῇ· πλὴν ὅτι ἐκείνῳ μὲν τῷ ὑποκειμένῳ τὸ μὲν εἶναι διὰ τὸ συμβεβηκὸς ὑπάρχει, τὸ δὲ μὴ εἶναι δι’ ἑαυτό, τούτῳ δὲ ἀνάπαλιν, ἐπειδὴ τὸ ὅπερ ὂν ἐνταῦθα μὲν ὑποκείμενον, ἐκεῖ δὲ συμβεβηκὸς εἴληπται. εἰ οὖν ταῦτα ἀδύνατα καὶ ἔστιν ὂν τὸ ὅπερ ὂν ὥσπερ ὑπόκειται, ἀνάγκη καὶ τὸ συμβεβηκὸς αὐτῷ ὂν εἶναι καὶ ὅπερ ὄν, εἴπερ μηδὲν ἄλλο ἐστὶ παρὰ τὸ ὅπερ ὄν. ὥστε πλείω σημαίνει τὸ ὂν καὶ οὐκέτι ἓν τὸ ὂν ἀλλὰ καὶ τὰ συμβεβηκότα οὐσίᾳ. καί μοι δοκεῖ διὰ τούτων ὁ Ἀριστοτέλης ἐνδείκνυσθαι τῷ Παρμενίδῃ, ὅτι βουλόμενος τὸ μὴ ὂν ἀνελεῖν καὶ διὰ τοῦτο ἓν τὸ ὂν ὑποτιθέμενος, ἐπειδὴ τὸ παρὰ τὸ ὂν οὐδέν ἐστιν, οὐ μόνον εἰσάγει τι μὴ ὂν διὰ τῆς ὑποθέσεως, ἀλλὰ καὶ αὐτὸ τὸ ὂν μὴ ὂν εἶναι δείκνυσι. καὶ τοῦτο μὲν ἤδη καὶ παρὰ τοῦ Πλάτωνος ἐν Σοφιστῇ δέδεικται, καὶ ὅτι τὸ ὂν ἓν μέν ἐστι, πολλὰ δὲ οὐκ ἔστιν. οὔτε γὰρ κίνησις οὔτε στάσις οὔτε ἄλλα γένη ἐστὶ τὸ ὄν· ὁ μέντοι Ἀριστοτέλης, ὅτι τοῖς λέγουσιν ἓν τὸ ὂν οὐχὶ τὸ μὴ ὂν μόνον δειχθήσεται τὸ ὄν, ἀλλ’ ἁπλῶς μὴ ὄν. ἐν δὲ τῇ λέξει πολλὴν ἀσάφειαν ἐποίησε τὸ ὑποθέμενον αὐτὸν οὐσίαν τὸ ὂν πάλιν ὅτι μὴ συμβεβηκὸς δεικνύναι ἐν τῷ τὸ γὰρ συμβεβηκὸς καὶ τοῖς ἑξῆς.”3
在这些事项被界定之后,显然,正如巴门尼德学派所主张的那样,如果存在是一,那么便不会有任何其他事物为这一存在所依附;相反,无论存在被述谓于何物,此物都必然随即被说成既是‘恰恰是存在’也是‘恰恰是一’,就仿佛存在是述谓于其自身一样。因为如果存在不以这种方式被言说,而是作为偶性被述谓于某一他物,那么那另一事物便将是某种不同于存在的东西,并由此同时既是非存在又是存在;这乃是荒谬的。因为同一事物既存在又不存在是绝不可能的。因此,如果存在是一,它也将是‘恰恰是存在’,并且不会依附于任何其他事物。因为,假若它是不同于存在的东西,那么对于〔存在〕所依附的那一事物而言便不可能有作为存在者存在,除非存在者是多数的,以至于在存在之外还存在某种其他事物,正如在实体之外存在偶性一样。但他们所设定的前提乃是:存在意指单一之物。因此剩下的只有:实体——即偶性的主体——更为本原性地是真正的存在者,假若偶性并不存在的话;因为这也更加合乎逻辑。因为那对于其他事物而言也是其存在之原因的事物,乃是最完满意义上的存在者;而实体正是这样的事物。因为正如我们在《范畴篇》中所学到的,所有其他一切事物要么是依于作为主体的实体而被言说,要么是存在于作为主体的实体之中。但唯有实体本原性地是一。因为其他每一种事物,都是由于它所依附的这一个实体是一,才依偶性被称为一。然而,[存在]是实体这也是不可能的。因为,如果我们称之为‘恰恰是存在’的本原性存在者不依附于任何他物,反倒是其他某种事物依附于它(既然它是主体),那么存在何以更是意指‘恰恰是存在’而不是意指‘非存在’呢?因为如果唯有主体以及这‘恰恰是存在’是存在,那么依附于它的偶性(例如白)便将是非存在。因此,如果‘恰恰是存在’由于白依附于它而也是白,而依附于它的白——即我们所谓的‘白之所是’,也就是白性——乃是非存在,且并非某种特定的非存在,而是端端的非存在(因为凡不是‘恰恰是存在’的事物都不是存在者),那么分有者、即白所依附的主体也将端端是非存在;因为非存在所依附的事物乃是非存在,正如存在所依附的事物乃是存在一样。因此实体,即‘恰恰是存在’,也将端端是非存在,而同一事物将既是本原性的存在又是本原性的非存在。因为,倘若‘恰恰是存在’是偶性时曾在主体身上发生的事情——我是指同时既存在又不存在——在‘恰恰是存在’被假定为主体时,恰恰也发生在这个‘恰恰是存在’身上;唯一的差别在于,对于那个主体而言,存在是由于偶性而属于它,非存在是由于其自身而属于它,而对于这一个主体而言则相反,因为‘恰恰是存在’在此处被视为基质,而在彼处被视为偶性。因此,如果这些都是不可能的,并且‘恰恰是存在’正如所假设的那样存在,那么依附于它的偶性也必然是存在并且是‘恰恰是存在’,假若在‘恰恰是存在’之外别无他物的话。这样一来,存在便意指多,存在不再是一,依附于实体的偶性也是存在。而在我看来,亚里士多德通过这些论述向巴门尼德表明:虽然巴门尼德意图取消非存在,并由此因为存在之外无物而假定存在是一,但他通过这个假说不仅引入了某种非存在,而且还证明了存在自身乃是非存在。而这一点此前柏拉图在《智者篇》中也已经指出过,并且指出存在固然是一,但绝非多;因为存在既不是运动,也不是静止,更不是其他的属。然而亚里士多德所表明的则是:对于主张存在是一的人们而言,存在不仅会被证明是[某种]非存在,而且将被证明是端端的非存在。但在文辞表达上,他把存在假定为实体,接着在‘因为偶性……’及接下来的文句中又证明它不是偶性,这造成了极大的含混。”
- 1.23οὐ γὰρ ἔσται ὄντι εἶναι ἐκείνῳ ᾧ συμβέβηκεν
与格加不定式结构(ἔσται ὄντι εἶναι ἐκείνῳ)。代词 ἐκείνῳ 作存在动词 ἔσται 的领属与格(“对那者而言不存在……”),分词 ὄντι 则是与 ἐκείνῳ 一致的表语性与格(“作为存在者而存在”)。全句意为:“因为对于被它依附的那一事物而言,绝不可能作为存在者而存在”。
- 1.23ὃ λευκῷ εἶναι λέγομεν
亚里士多德特有的本质表达公式(τὸ τινὶ εἶναι)的变形。与格 λευκῷ 与不定式 εἶναι 结合,表示“对白而言之存在(白之所是/白的本质)”,构成关系代词 ὃ 的表语部分,紧随其后的 τουτέστιν ἡ λευκότης(“即白性”)对其作了同义解释。
- 1.23ἐν δὲ τῇ λέξει πολλὴν ἀσάφειαν ἐποίησε τὸ ὑποθέμενον αὐτὸν οὐσίαν τὸ ὂν πάλιν ὅτι μὴ συμβεβηκὸς δεικνύναι ἐν τῷ τὸ γὰρ συμβεβηκὸς καὶ τοῖς ἑξῆς
整个句子的主语是由中性冠词引导的不定式短语 τὸ ... δεικνύναι,主要动词为 ἐποίησε,宾语为 πολλὴν ἀσάφειαν。宾格代词 αὐτόν(指亚里士多德)担任分词 ὑποθέμενον 和不定式 δεικνύναι 的逻辑主语,οὐσίαν 则是 ὑποθέμενον 的表语性宾格(“把存在假定为实体”)。ὅτι 引导的从句则作为 δεικνύναι 的宾语从句。
