← 辛普里丘

亚里士多德《物理学》注释

§1258.12-1259.28

动物自运对外部原因的依赖与杠杆机制

辛普里丘遵循亚里士多德在259a20以后的论述,指出动物自运的第一原因依赖于外部天体的旋转运动以及环境和食物的变化,从而驳斥了运动从彻底静止中生成的观点,并进一步分析了灵魂通过“杠杆作用”推动身体及其附带性自我运动的机制。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.58#2

μία γάρ ἐστι κίνησις, ὡς καὶ πρόσθεν εἶπεν, ἣν ἑαυτὰ κινεῖ τὰ ζῷα, ἡ κατὰ τόπον μεταβατική, καὶ οὐδὲ ταύτην κυρίως καὶ πάντη ἐξ ἑαυτῶν κινεῖται· οὐ γὰρ ἐν αὐτοῖς ἡ πρώτη τῆς τοιαύτης κινήσεως ἀρχή, ἀλλὰ κινεῖται μέν τινας κινήσεις ἄλλας φυσικῶς καὶ οὐκ ἐξ ἑαυτῶν, ὡς τὴν κατὰ αὔξησιν καὶ μείωσιν καὶ τὴν κατὰ ἀναπνοὴν καὶ ὕπνον καὶ ἐγρήγορσιν. ὧν κινήσεων οὐκ αὐτὸ αὑτῷ αἴτιον τελέως τὸ ζῷον, ἀλλὰ τὸ κυκλοφορητικὸν σῶμα. καὶ τῆς μὲν ἀναπνοῆς τὸ περιέχον, ἀήρ, αὐξήσεως δὲ καὶ ὕπνου καὶ ἐγρηγόρσεως ἡ τροφὴ αἰτία. πεττομένης μὲν γὰρ αὐτῆς καθεύδει τὰ ζῷα διὰ τὸ καταλαμβάνεσθαι τὰ αἰσθητήρια ὑπὸ τῶν ἐκ τῆς τροφῆς ἀναθυμιάσεων καρουσῶν τῷ βάρει τῆς ὑγρότητος καὶ μὴ συγχωρουσῶν ἐνεργεῖν κατ’ αὐτὰ τὸ ζῷον. πάλιν δὲ αὖ μετὰ τὴν πέψιν λεπτυνομένων καὶ κινουμένων τῶν περιττωμάτων ἀφυπνίζεται τὸ ζῷον. καὶ τότε κινεῖ ἑαυτὸ τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης. τοῦ γὰρ διυπνισθῆναι αἰτία ἡ τῆς τροφῆς πέψις καὶ τῶν ἀναθυμιάσεων κίνησις, ἥτις οὐκ ἔστιν ἐξ ἑαυτοῦ τοῦ ζῴου ἁπλῶς, ἀλλ’ ἐκ τῆς τροφῆς καὶ τῆς φυσικῆς, ἀλλ’ οὐ τῆς καθ’ ὁρμὴν ἐνεργείας. τὸ δὲ δεῖσθαι μὲν τὰ ζῷα τροφῆς τε καὶ ὕπνου, μὴ δύνασθαι δὲ καθεύδοντα ἅμα καὶ τὴν ἐξ αὑτῶν κίνησιν κινεῖσθαι, αἴτιόν ἐστι τοῖς ζῴοις τοῦ μὴ κινεῖν ἑαυτὰ συνεχῶς. εἰπὼν δὲ τῆς πρώτης ἀρχῆς ἔξωθεν οὔσης ἐπήγαγεν· ἄλλο γὰρ τὸ κινοῦν αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων ἑαυτά.1 ἄλλο δὲ λέγει τὸ κυκλοφορητικὸν σῶμα· τοῦτο γάρ ἐστι τὸ τὰ ἔξωθεν προσπίπτοντα κινοῦν καὶ μεταβάλλον τῇ ἑαυτοῦ συνεχεῖ κινήσει πρὸς ἕκαστον, τουτέστιν οἰκείως ἑκάστῳ τῶν ὑπὸ σελήνην αὐτοκινήτων. κινεῖ δὲ τὰ προσπίπτοντα ἔξωθεν τὰς φυσικὰς κινήσεις οἷον τὰς κατ’ ἀλλοίωσιν· ὑπ’ ἐκείνου γὰρ θερμαινόμενα ἢ ψυχόμενα τὰ προσπίπτοντα ἢ ἄλλην τινὰ μεταβολὴν οἰκείαν τοῖς αὐτοκινήτοις μεταβάλλοντα κινεῖ αὐτά. καὶ διὰ τοῦτο οὐ συνεχῶς ἑαυτὰ κινεῖ τὰ ζῷα, διότι ἀκολουθεῖ ταῖς ἔξωθεν προσπιπτούσαις κινητικαῖς ἀρχαῖς. καὶ δεῖται καὶ ἀναπαύσεως καὶ ὕπνου, διὰ δὲ τοῦ μήτε ἀκίνητά ποτε ὄντα τὰ ζῷα ἐνδέχεσθαι κινεῖν ἑαυτά, καὶ ταύτης δὲ τῆς κινήσεως, ἣν ἐξ ἑαυτῶν δοκεῖ κινεῖσθαι, ἔξωθεν εἶναι τὸ πρῶτον αἴτιον2 κινούμενον καὶ μεταβαλλόμενον πρὸς ἕκαστον αὐτῶν ὑπό τινος ἀεικινήτου, ἀνήρηται τὸ ἐν τοῖς ζῴοις γένεσιν κινήσεως γίνεσθαι μὴ πρότερον ὅλως οὔσης. δείξας δὲ διὰ τῶν εἰρημένων, ὅτι οὐκ ἔστι κυρίως ἀρχὴ κινήσεως τὸ ἐν τοῖς αὐτοκινήτοις κινοῦν, διότι καὶ τοῦτο ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως, ἐφεξῆς δείκνυσιν, ὅτι οὐδὲ ἀκίνητον κυρίως ἐστὶ τὸ ἐν τοῖς αὐτοκινήτοις κινοῦν· ἐν πᾶσι γὰρ τούτοις τὸ κινοῦν πρῶτον, τουτέστιν ἡ ψυχή, αἴτιον ὂν τοῦ αὐτὸ ἑαυτὸ κινεῖν. διὰ γὰρ τὴν ψυχὴν αὐτοκίνητόν ἐστι τὸ ζῷον· τοῦτο οὖν τὸ πρώτως κινοῦν κινεῖται ὑφ’ ἑαυτοῦ διὰ μέσου τοῦ σώματος, κατὰ συμβεβηκὸς μέντοι κινεῖ ἑαυτὸ τὴν τοιαύτην κίνησιν· κινοῦν γὰρ τὸ σῶμα μεταβάλλειν τὸν τόπον ὑπὸ τῆς ἑαυτοῦ μοχλείας ποιεῖ. καὶ συμμεταβάλλει τὸν τόπον αὐτὸ ἐν τῷ σώματι ὄν, ὥστε τῇ μοχλείᾳ ἑαυτὸ κινεῖν, κατὰ συμβεβηκὸς μέντοι· τῷ γὰρ τὸ3 σῶμα κινεῖν, ἐν ᾧ ἐστι. μοχλείᾳ δὲ ἀπείκασε τὴν ὑπὸ τῆς ψυχῆς τοῦ σώματος γινομένην ἐν τοῖς ζῴοις κίνησιν, ἢ ὡς καὶ τῆς ψυχῆς ἔξωθεν ἐχούσης τὴν αἰτίαν τοῦ κινεῖν τὸ σῶμα, ὡς καὶ οἱ μοχλοὶ ὄργανα ὄντες τῶν πρώτως κινούντων, ἢ τῷ τοὺς μοχλοὺς προσκειμένους ἀεὶ κινεῖν τὰ ἀπωθούμενα καὶ οὐ χωριζομένους, οὕτω δὲ καὶ τὴν ψυχὴν συνοῦσαν ἀεὶ τῷ σώματι κινεῖν αὐτό· ἢ μᾶλλον διὰ τὸ βίαιον καὶ μὴ κατὰ φύσιν εἶναι τῷ σώματι τὴν τοιαύτην κίνησιν· ἄλλη γὰρ ἡ κατὰ φύσιν ἑκάστου τῶν ἐν τῷ σώματι στοιχείων κίνησις, τῆς μὲν γῆς κάτω, τοῦ δὲ πυρὸς ἄνω. διὸ καὶ κάμνει κινούμενα τὴν ὑπὸ τῆς ψυχῆς κίνησιν καὶ οὐ δύναται διαρκεῖν ἐπὶ πολύ· καίτοι τὰς κατὰ φύσιν κινήσεις τὰς ἐπὶ τοὺς αὐτῶν τόπους κινούμενα οὐ κάμνει. σημεῖον δὲ τὸ πλησίον τοῦ οἰκείου τόπου γινόμενον ἕκαστον αὐτῶν θᾶττον κινεῖσθαι. τῇ δὲ μοχλείᾳ κινεῖν εἶπεν ἑαυτὸ οὐ προηγουμένως, ἀλλὰ κατὰ συμβεβηκός· προηγουμένως γὰρ τὸ σῶμα κινεῖ τῇ μοχλείᾳ.

因为正如他先前所说,动物推动自身的运动只有一种,即依处所的位置移动;而且即便连这一运动,它们也并非严格地且完全地出于自身而运动。因为此类运动的第一原则并不在它们自身之中,相反,它们自然地而非出于自身而进行某些其他运动,如依生长和缩减的运动,以及依呼吸、睡眠和清醒的运动。对于这些运动,动物自身并非对其完全是原因,而是环行旋转的物体[作为原因]。呼吸的原因是周围之物即空气,而生长、睡眠和清醒的原因则是食物。因为在食物被消化时,动物会睡眠,这是由于感官被来自食物的水汽所侵袭,这些水汽因其湿气的沉重而导致麻木,并且不容许动物依感官而活动。而在消化之后,随着残余物变稀薄并活动起来,动物便再次醒来。此时,在第一原则来自外部的情况下,它推动自身。因为清醒的原因乃是食物的消化和水汽的运动,这绝非单纯出于动物自身,而是出于食物并出于自然的、而非出于冲动的活动。动物需要食物与睡眠,并且在睡眠时不能同时进行出于自身的运动,这一事实乃是动物不能连续地推动自身的原因。在说了“第一原则来自外部”之后,他又接着说:“因为推动它的乃是另一事物,它自身被推动并在对待每一个推动自身者时发生变化”。而他所说的“另一事物”,乃是指环行旋转的物体;因为正是这同一个物体,以自身的连续运动推动并改变着从外部临及的事物,使之“对待每一个”,即适宜于月下界中每一个自运者。从外部临及的事物引起了自然的运动,例如依质变的运动;因为从外部临及的事物被该环行物体所加热或致冷,或者经历某种适宜于自运者的其他变化,从而推动了它们。因此,动物并非连续地推动自身,因为它们追随着从外部临及的动因原则。而且它们既需要休歇,也需要睡眠;而由于动物不可能在某时处于不动状态而推动自身,并且它们似乎出于自身而进行的这种运动,其第一原因也是来自外部、由某种永动之物推动并依其各自发生变化的,由此便驳斥了在动物中运动会从先前完全不存在的状态中生成的说法。 在通过前述论证表明自运者内部的推动者并非严格意义上的运动原则(因为这一推动者也从外部获得运动的原则)之后,他接着证明自运者内部的推动者也并非严格意义上的不动者。因为在所有这些事物中,第一推动者即灵魂乃是其自身推动自身的原因;因为正是由于灵魂,动物才是自运的。因此,这个第一推动者通过身体的中介而受自身推动,然而它是附带地以这种运动推动自身的。因为通过推动身体,它使其在自身的杠杆作用下改变处所;而灵魂自身存在于身体中,也共同改变处所,从而通过杠杆作用推动了自身,然而这乃是附带的;因为这是通过推动其所处的身体而实现的。而他之所以把动物中由灵魂所引起的身体运动比作“杠杆作用”,要么是因为灵魂推动身体的原因也来自外部,正如杠杆也是第一推动者的工具一样;要么是因为杠杆始终紧贴并推动受推之物而不与之分离,灵魂也是这样始终与身体同在并推动它;或者更确切地说,是因为这种运动对于身体而言乃是强力的且违反本性的。因为身体中各元素的依本性运动是各不相同的:土的运动向下,火的运动向上。因此,当受灵魂所引起的运动推动时,它们会感到疲劳且无法长久维持;然而当它们依本性的运动向着自身固有的处所运动时,却并不疲劳。而每一种元素在接近其固有处所时运动得更快,便是这一点的证据。他说它通过杠杆作用推动自身,不是本原性地,而是附带性地;因为它是本原性地通过杠杆作用推动身体的。

语法注3 条
  1. 8.58ἄλλο γὰρ τὸ κινοῦν αὐτὸ κινούμενον καὶ μεταβάλλον πρὸς ἕκαστον τῶν κινούντων ἑαυτά

    引自亚里士多德《物理学》卷八第六章(259b1–3)。τὸ κινοῦν αὐτό(“推动它者”)担任主语,ἄλλο 前置作谓语;其后的分词 κινούμενον καὶ μεταβάλλον 在性、数、格上与谓语 ἄλλο 一致,用以补充说明这一外在推动者自身也在运动并相对于各个自运者发生变化。

  2. 8.58διὰ δὲ τοῦ μήτε ἀκίνητά ποτε ὄντα τὰ ζῷα ἐνδέχεσθαι κινεῖν ἑαυτά, καὶ ταύτης δὲ τῆς κινήσεως, ἣν ἐξ ἑαυτῶν δοκεῖ κινεῖσθαι, ἔξωθεν εἶναι τὸ πρῶτον αἴτιον

    带冠词不定式结构 διὰ δὲ τοῦ 统摄了两个带宾格的不定式从句(μήτε ... ἐνδέχεσθαι 与 καὶ ... ἔξωθεν εἶναι),共同构成修饰主动词 ἀνήρηται(“被驳斥”)的复合原因状语。在前一从句中,分词 ὄντα 充当时间性或让步性修饰(“在任何时候不动时”)。

  3. 8.58μοχλείᾳ δὲ ἀπείκασε τὴν ὑπὸ τῆς ψυχῆς τοῦ σώματος γινομένην ἐν τοῖς ζῴοις κίνησιν, ἢ ὡς... ἢ τῷ... ἢ μᾶλλον διὰ τὸ...

    亚里士多德将灵魂对身体的推动比作“杠杆作用(μοχλεία)”的理由,通过三种并列但句式交替(variatio)的原因结构提出:ἢ ὡς 引导的属格绝对小句、ἢ τῷ 引导的与格带冠词不定式、以及 ἢ μᾶλλον διὰ τὸ 引导的宾格带冠词不定式。辛普里丘明确将第三项(该运动对身体元素而言是强力的/反乎本性的)视为最合理的解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1258.12-1259.28