- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1256.31-1258.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘基于亚里士多德《物理学》259a20的引文,通过指出动物灵魂等自运者的不完全性与附带运动,论证了第一不动推动者的必然性。他回顾了基于运动与静止之划分及避免无穷倒退的研究方法,并阐明动物表面上的自发运动实际上源于内在存有的由外在事物所引发的运动。
" Ἔκ τε δὴ τούτων πιστεύσειεν ἄν τις ἕως τοῦ ὥστε καὶ τὸ ἐν τῷ σώματι ὂν καὶ τῇ μοχλείᾳ κινοῦν ἑαυτό." Πολλαχῶς δείξας, ὅτι ἔστι τι πρώτως κινοῦν ἀκίνητον, πιστεύσειεν ἄν τις, φησί, τοῦτο καὶ ἐπὶ τὰς ἀρχὰς τῶν κινούντων ἐπιβλέψας, τουτέστι τὰς ἐν τοῖς ζῴοις ψυχὰς καὶ αὐτὰς ἀρχὰς καὶ ἀκινήτους ἀρχὰς δοκούσας τῶν κινήσεων. εἰ γὰρ αὗται μήτε πάσης τοῦ ζῴου κινήσεως1 ἀρχαὶ οὖσαι φαίνονται (οὔτε γὰρ αὐξήσεως οὔτε φθίσεως οὔτε ἀναπνοῆς, ἀλλ’, εἴπερ ἄρα, τῆς κατὰ τόπον μόνης κινήσεως τῆς καθ’ ὁρμὴν αἴτιαί εἰσιν αἱ τῶν ζῴων ψυχαί, καὶ οὐδὲ ταύτης κυρίως ἀρχαί· ἔξωθεν γὰρ καὶ ταύτης αἱ ἀρχαὶ δειχθήσονται), εἰ δὲ μηδὲ ἀκίνητοι κατὰ πάντα τρόπον εἰσίν, ἀλλὰ κατὰ συμβεβηκὸς κινοῦνται τοῖς ὑφ’ ἑαυτῶν κινουμένοις σώμασι συγκινούμεναι, δῆλον ὅτι οὐκ εἰσὶν αὗται κυρίως ἀρχαὶ τῆς κινήσεως, ἀλλ’ ἔστιν ἄλλη τις πρὸ τούτων. ὁ μὲν οὖν εἱρμὸς τῆς προκειμένης ἐπιχειρήσεως τοιοῦτός ἐστιν· εἰπὼν δέ, ὅτι καὶ ἐκ τῶν προειρημένων πιστεύσειεν ἄν τις εἶναί τι πρῶτον ἀκίνητον καὶ πάλιν ἐπιβλέψας ἐπὶ τὰς ἀρχὰς τῶν κινούντων, ἐξέτρεψε τὸν λόγον ἐπὶ τὴν ἔφοδον, καθ’ ἣν ηὑρέθησαν τὰ τῶν κινήσεων αἴτια. ἀρχὴ δὲ πανταχοῦ τὸ φανερὸν τοῦ ἀφανοῦς γίνεται. ἐπειδὴ οὖν προφανές ἐστιν, ὅτι τινὰ τῶν ὄντων ὁτὲ μὲν κινεῖται ὁτὲ δὲ ἠρεμεῖ, ὥσπερ τὰ ζῷα φαίνεται καὶ τὰ φυσικὰ σώματα κινούμενα μὲν φυσικῶς ἐπὶ τοὺς οἰκείους τόπους, ἐν τούτοις δὲ κατὰ φύσιν ἠρεμοῦντα, τὸ δὲ αὐτὸ καὶ ἐκ τῶν παρὰ φύσιν κινουμένων δείκνυται (ἡ γὰρ παρὰ φύσιν κίνησις ἔκστασίς ἐστιν ἀπὸ τῆς κατὰ φύσιν ἠρεμίας βιαίως γινομένη), καὶ διὰ τούτου φησὶ γέγονε δῆλον, ὅτι οὔτε πάντα τὰ ὄντα ἀεὶ κινεῖται, ὡς Ἡράκλειτος ἐδόκει λέγειν, οὔτε πάντα ἀεὶ ἠρεμεῖ οὔτε τὰ μὲν ἀεὶ ἠρεμεῖ, τὰ δὲ ἀεὶ κινεῖται. τὰ γὰρ ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα ἐλέγχει ταῦτα τὰ τῆς διαιρέσεως τμήματα. ὄντων δὲ τούτων τῶν ποτὲ μὲν κινουμένων ποτὲ δὲ ἠρεμούντων, καὶ προφανῶν ὄντων, ζητεῖ πάντως ὁ λόγος, εἰ τῶν μέσων τούτων καὶ ἐπαμφοτεριζόντων ἐν τοῖς οὖσιν ὄντων ἐστὶ καὶ τὰ ἄκρα τὰ μὲν ἀεὶ ἀκίνητα, τὰ δὲ ἀεὶ κινούμενα. καὶ προϊόντες ἐπὶ τὴν τούτου δεῖξιν ἔθεμεν ἅπαν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι, ὅπερ καὶ ἐν τῷ πρὸ τούτου δέδεικται βιβλίῳ, τὸ δὲ κινοῦν ἢ ἀκίνητον ἀνάγκη εἶναι ἢ κινούμενον, καὶ εἰ κινούμενον, ἢ ὑφ’ ἑαυτοῦ ἢ ἀεὶ ὑπ’ ἄλλου, ὥστε ἀεὶ τὸ κινοῦν ὑπό τινος ἔξωθεν κινεῖσθαι. τούτου οὖν ὄντος ἀτόπου, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, ἀρχαὶ τῶν κινουμένων ἐφάνησαν δύο, προσεχὴς μὲν τὸ ἑαυτὸ κινοῦν, πάντων δὲ τὸ ἀκίνητον. καὶ πᾶν τὸ αὐτοκίνητον τὸ κινοῦν ἀκίνητον ἔχον ἐφάνη. οὐ μόνον δὲ κατὰ τὸν λόγον ηὑρέθη τὸ αὐτοκίνητον ὡς ἐξ ἀνάγκης προϋπάρχον τῶν κινούντων καὶ κινουμένων, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, ἀλλὰ καὶ ἐκ τῆς αἰσθήσεως δῆλον, ὅτι ἔστι τινὰ τῶν ὄντων κινούμενα καὶ ἱστάμενα, ἃ οὐκ ἔξωθεν τὸ κινοῦν καὶ ἱστάνον ἔχει, ἀλλ’ ἐν αὑτοῖς, ὥσπερ τὰ ζῷα καὶ ὅλως ὅσα ψυχὴν ἔχει. καὶ γὰρ καὶ τὰ φυτὰ ἔνδοθεν τρέφεταί τε καὶ αὔξεται καὶ φθίνει· τὰ γὰρ φυσικά, κἂν ἔχῃ ἐν ἑαυτοῖς ἀρχὴν κινήσεως, οὐχ ὡς πρὸς τὸ κινεῖν ἔχει τὴν ἀρχήν, ὡς εἴρηται πρότερον, ἀλλὰ πρὸς τὸ πεφυκέναι κινεῖσθαι. εἴρηται γάρ, ὅτι τὰ φυσικὰ “κινήσεως ἀρχὴν ἔχει, οὐ τοῦ κινεῖν οὐδὲ τοῦ ποιεῖν, ἀλλὰ τοῦ πάσχειν”. τοῦ δὲ τὰ ζῷα καὶ ὅλως τὰ ἔμψυχα αὐτοκίνητα νομίζεσθαι τεκμήριον παράγει τὸ ἐκ τούτων ἀπορεῖν,2 μήποτε γενητή ἐστιν ἡ κίνησις, ὡς φανερῶς ἐν τούτοις γινομένης κινήσεως τῆς μὴ πρότερον οὔσης. ἐδόκει γὰρ ἀκίνητά ποτε ὄντα μεταβάλλειν ἐξ ἑαυτῶν εἰς τὸ κινεῖσθαι. πρὸς ἣν ἀπορίαν ἐνισταμένην τῷ ἀγένητον εἶναι τὴν κίνησιν ὑπήντησεν κατ’ ἀρχὰς τοῦ βιβλίου δεικνύς, ὅτι μὴ ἔστιν ἀκίνητα τὰ ζῷα, ἐπειδὰν μὴ κινῆται τὴν ἐξ ἑαυτῶν κίνησιν· αὕτη δέ ἐστιν ἡ καθ’ ὁρμὴν γινομένη μεταβατικῶς. ὑπερθέμενος δὲ τότε τὸν περὶ τούτου λόγον, ὡς ὕστερον περὶ αὐτοῦ σαφέστερον ἐρῶν, νῦν λέγει κατ’ ἄλλην ἐπιβολὴν δεικνύς, ὅτι ἣν κινεῖ κίνησιν ἑαυτὰ τὰ ζῷα, οὐχὶ πρότερον ἠρεμοῦντα τέλεον ἄρχεται ἑαυτὰ κινεῖν, ἀλλ’ ἐνούσης τινὸς ἐν αὐτοῖς κινήσεως τῆς ὑπὸ τῶν ἔξωθέν τινος ἐγγινομένης ὑπ’ ἐκείνης καὶ ἐξ ἐκείνης ἡ εἰς τὴν ἑαυτῶν κίνησιν αὐτοῖς μεταβολὴ γίνεται.
“从这些事情中,人们也会获得确信”至“以至于在身体中且通过杠杆作用移动自身者亦然”。 在多方面地证明了存在某种第一不动推动者之后,他说,如果人们着眼于推动者的诸原则,即动物中的灵魂——它们自身也似乎是运动的诸原则以及不动的原则——也会确信这一点。因为如果这些灵魂显见并非动物一切运动的原则(因为它们既非生长的原因,亦非衰亡的原因,亦非呼吸的原因;动物的灵魂即便真的是原因,也仅仅是出于冲动的空间运动的原因,而且严格说来甚至连这种运动的原则也不是;因为关于这种运动,诸原则也将被证明是来自外部的),而如果它们在任何意义上又绝非不动的,而是由于与受其推动的身体一同被推动而发生附属性运动,那么显而易见,它们并非严格意义上的运动原则,而是在它们之前必然存在着某种其他的原则。所提出的论证的脉络便是如此;而在说明了人们从前述的论点以及再次着眼于推动者的原则出发,都会确信存在着某种第一不动者之后,他将论述转向了藉以发现运动之诸原因的研究途径。因为在任何地方,显明者都是不显明者的原则。既然显而易见的是,存在物中的某些事物有时运动有时静止,正如动物显现的那样,自然物体也是如此,它们自然地向其固有处所运动,并在这些处所中依本性而静止;同样的事实也从反乎本性而运动的事物中得到证明(因为反乎本性的运动乃是从依本性的静止出发因受强力而产生的脱离);他说,通过这一点已经表明,既非一切存在物都始终在运动(正如赫拉克利特似乎主张的那样),亦非一切事物都始终在静止,亦非某些事物始终静止而另一些事物始终运动。因为那些有时运动有时静止的事物驳斥了划分中的这些分支。既然存在着这些有时运动有时静止的事物,并且是显而易见的,那么论述就必然会探究:在这类处于中间且模棱两可的事物存在于存在物之中时,两极是否存在,即一者始终不动,另一者始终在运动。而在进至对此的证明时,我们假定凡受动者必为某物所推动,这一点在前一卷中也已被证明;而推动者必然或者是不动的,或者是受动的;如果它是受动的,则要么由自身推动,要么始终由他物推动,从而导致推动者始终被来自外部的某种事物所推动。因此,既然这是荒谬的,为了不陷入无穷倒退,受动者的原则就显现出有两个:作为邻近原则的是自我运动者,而作为一切事物的原则的是不动者。并且一切自运者都被表明拥有作为不动者的推动者。自我运动者不仅在逻辑上被发现为在推动者与受动者之前必然先行存在以避免无穷倒退,而且从感觉出发也很清楚,存在着某些运动和停止的存在物,它们并不是从外部拥有推动与使之停止者,而是在自身之内拥有,正如动物以及一般而言一切具有灵魂的事物那样。因为植物也是从内部得到滋养、生长和衰亡的;因为自然物体即使在自身中具有运动的原则,正如先前所说,也不是就推动而言具有原则,而是就具有受动的自然倾向而言[具有原则]。因为已经说过,自然物体“具有运动的原则,不是推动或动作的原则,而是承受的原则”。而至于动物以及一般而言有灵物被认为是自运者,他引述了从这些事物中产生的疑难作为证据,即运动是否曾被产生,理由是运动显见在这些事物中从先前不存在的状态中生成。因为它们在先前不动时,似乎是出于自身转变为处于运动之中。针对阻碍“运动非受造”这一命题的这一疑难,他在本卷开头予以了回应,表明动物即使没有进行出于自身的运动时,也并非不动的;而这种运动乃是出于冲动而依位移产生的。然而,他当时搁置了关于此事的论述,打算在稍后更清晰地加以阐明,而现在他根据另一探究途径进行论述,表明就动物推动自身的运动而言,它们并非在先前完全静止的状态下开始推动自身,而是在它们内部存在着某种由某一外在事物产生的运动时,经由该运动且源于该运动,它们转入自身运动的变化才得以产生。
- 8.58εἰ γὰρ αὗται μήτε πάσης τοῦ ζῴου κινήσεως ἀρχαὶ οὖσαι φαίνονται... εἰ δὲ μηδὲ ἀκίνητοι κατὰ πάντα τρόπον εἰσίν... δῆλον ὅτι οὐκ εἰσὶν αὗται κυρίως ἀρχαὶ τῆς κινήσεως
由两个并列的条件从句(εἰ... μήτε... 与 εἰ δὲ μηδέ...)引出主句归结节 δῆλον ὅτι 的句式结构。在第一个条件从句中,分词 οὖσαι 用作动词 φαίνονται 的补足分词;在第二个条件从句中则使用了限定动词 εἰσίν。全句骨架为:“因为如果它们显见并非……而如果它们又非……,那么显而易见它们并非……”。
- 8.58τοῦ δὲ τὰ ζῷα καὶ ὅλως τὰ ἔμψυχα αὐτοκίνητα νομίζεσθαι τεκμήριον παράγει τὸ ἐκ τούτων ἀπορεῖν
以名词 τεκμήριον 为核心的倒装结构。带定冠词的属格不定式短语 τοῦ... νομίζεσθαι 用作名词 τεκμήριον 的同位或说明性属格(“……被认为是自运者的证据”),而动词 παράγει 的直接宾语是带冠词的不定式短语 τὸ ἐκ τούτων ἀπορεῖν(“从这些事物中产生疑难这一事实”)。主语(亚里士多德)省略,骨干结构为:“他引述了从这些事物中产生疑难,作为动物被视为自运者的证据”。
