- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1255.30-1256.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨了一个疑难,即《物理学》第八卷第一章所证明的“运动的永恒性”似乎仅指月下相继的运动;他通过指出相继运动的连绵不绝必然以天体连续、永恒且单一的运动为原因,为亚里士多德的推论进行了辩护。
οὕτω δὲ καὶ ἐν τῇ Μετὰ τὰ φυσικὰ ἐκ τῶν συνεχῶς κινουμένων κυκλοφορητικῶν σωμάτων τὸν ἀριθμὸν τῶν ἀκινήτων μὲν πρώτως δὲ κινούντων αἰτίων ἐπεχείρησεν εὑρεῖν. Ἀπορήσοι δὲ ἄν τις εἰκότως, ὡς οἶμαι, πῶς τῷ ἐν ἀρχῇ δειχθέντι, ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι ἕπεται τὸ συνεχῆ εἶναι· τὸ γὰρ ἀεί φησι συνεχές, τὸ δὲ ἐφεξῆς οὐ συνεχές. καίτοι οὐχ ὡς συνεχής, ἀλλ’ ὡς ἐφεξῆς ἀεὶ οὖσα κίνησις ἐν τοῖς φθάσασι λόγοις ἐδείχθη, εἴπερ ἀεὶ πρὸ τῆς πρώτης ὑποτιθεμένης μεταβολῆς ἄλλην ἔδειξε προτέραν καὶ μετὰ τὴν τελευταίαν ἄλλην ὑστέραν. αἱ δὲ τοιαῦται κινήσεις ἐφεξῆς εἰσιν, ἀλλ’ οὐ συνεχεῖς. εἰ οὖν τὸ μὲν ἀεὶ συνεχές, ὥς φησι, τὸ δὲ ἐφεξῆς οὐ συνεχές, συνάγεται ἐν δευτέρῳ σχήματι κατηγορικῶς, ὅτι τὸ ἐφεξῆς οὐκ ἀεί.1 εἰ οὖν ἡ δειχθεῖσα κίνησις ἐφεξῆς ἦν, οὐ δέδεικται δι’ ἐκείνης τῆς δείξεως, ὅτι ἀεὶ κίνησίς ἐστιν, οὐδὲ ὅτι μία· ὥστε οὐδὲ ὅτι ἓν τὸ κινοῦν δειχθήσεται, ὡς νῦν εἶπεν, ἐκ τοῦ δεδεῖχθαι, ὅτι ἀνάγκη ἀεὶ κίνησιν εἶναι. οὕτω γὰρ ἐδείχθη ἀεὶ ὡς ἐφεξῆς, ἀλλ’ οὐχ ὡς συνεχής. ἡ μὲν οὖν ἀπορία τοιαύτη ἄν εἴη· ῥητέον δὲ ἴσως, ὅτι ἐν ἀρχῇ μὲν ἐδείχθη, ὅτι ἀεί ἐστι κίνησις κινήσεως ἐφεξῆς· τοῦτο γὰρ ἐναργὲς ἦν ἐν τοῖς προσεχέσιν ἡμῖν τοῖς ὑπὸ σελήνην ὑπάρχον, ἐν οἷς πρὸ πάσης κινήσεως ἄλλην ἀνάγκη προϋπάρχειν καὶ μετὰ πᾶσαν ἄλλην μεθυπάρχειν. ἐλήφθη δὲ λοιπὸν ἐξ ὑποθέσεως, ὅτι πρὸ τῆς ἐφεξῆς ἀεὶ ἔστιν ἡ συνεχὴς ἀεὶ ἡ τοῦ ἀνεκλείπτου τῆς ἐφεξῆς αἰτία. τὸ οὖν εἰρημένον ἐνταῦθα εἰ δὲ ἀεί, ἀνάγκη συνεχῆ εἶναι· τὸ γὰρ ἀεὶ συνεχές, τὸ δὲ ἐφεξῆς οὐ συνεχὲς δηλοῖ, ὅτι τὸ ἐφεξῆς, καθ’ ὃ ἐφεξῆς, οὐκ ἔστι συνεχὲς οὐδὲ τὸ ἀεὶ ἐξ ἀνάγκης ἔχει. ἐπεὶ οὖν δέδεικται ἀνέκλειπτον τὸ ἐφεξῆς τῆς κινήσεως ἐν τοῖς ὑπὸ σελήνην, ἀπὸ συνεχοῦς τινος ἀνάγκη τὸ ἀνέκλειπτον καὶ ἀεὶ τῷ ἐφεξῆς ὑπάρχειν· μὴ γὰρ οὔσης συνεχοῦς καὶ ἀϊδίου τῆς οὐρανίας κινήσεως, οὐκ ἂν ἡ τῶν ὑπὸ σελήνην κίνησις ἐφεξῆς οὖσα ἀνέκλειπτος καὶ ἀΐδιος ἦν. ὅτι δὲ ἐξ ὑποθέσεως ἐλήφθη, τὸ ἀνεκλείπτου δειχθείσης τῆς ἐφεξῆς κινήσεως εἶναι συνεχῆ κίνησιν,2 δηλοῖ προελθὼν αὐτός, ἐν οἷς φησιν “ἅμα δὲ καὶ τὸ νῦν καὶ πρότερον ὑποτεθέν, ὅτι ἐνδέχεται τινα κίνησιν εἶναι συνεχῆ καὶ ἀΐδιον, φανερὸν ἔσται τῇ αὐτῇ μεθόδῳ”, καὶ δείκνυσιν, ὅτι μόνη τῶν ἄλλων κινήσεων ἡ κυκλοφορία τοιαύτη ἐστίν. εἰ οὖν οὔσης ἐν τοῖς ὑπὸ σελήνην τῆς ἐφεξῆς ἀνεκλείπτου κινήσεως, ἀνάγκη τὴν φύσει προτέραν προϋπάρχειν τὴν συνεχῆ καὶ μίαν καὶ ἀΐδιον καὶ τοῦ ἀεὶ τῷ ἐφεξῆς αἰτίαν, οὔσης δὲ μιᾶς καὶ συνεχοῦς καὶ ἀϊδίου κινήσεως ἀνάγκη καὶ τὸ κινοῦν αὐτὴν ἓν εἶναι καὶ ἀΐδιον, εἰκότως ἐκ τοῦ ἐν ἀρχῇ δεδειγμένου περὶ τοῦ ἀεὶ κίνησιν ἐφεξῆς εἶναι δείκνυσθαί φησιν,3 ὅτι καὶ συνεχῆ καὶ μίαν κίνησιν ἀνάγκη εἶναι ἀεί, καὶ τὸ κινοῦν αὐτὴν ἓν καὶ ἀΐδιον, εἴπερ μία κίνησις ἡ ὑφ’ ἑνὸς τοῦ κινοῦντος καὶ ἑνὸς τοῦ κινουμένου.
同样地,在《形而上学》中,他也试图从连续运动的圆周运动物体出发,探寻不动且首要的推动原因的数量。然而,正如我所认为的,人们可能会合乎情理地提出疑难:从一开始所证明的“运动必然始终存在”,如何能推导出它是“连续的”呢?因为他说,始终[存在者]是连续的,而相继者并不是连续的。然而,在先前的论证中被证明的运动,并不是作为连续的运动,而是作为相继的运动而始终存在的,只要他表明了在所假设的第一变化之前始终存在另一个更先前的变化,而在最后的变化之后也始终存在另一个更随后的变化。这样的运动是相继的,而不是连续的。因此,如果正如他所说,始终[存在者]是连续的,而相继者不是连续的,那么在第二格中就可以定言地推导出:“相继者并非始终[存在者]”。因此,如果被证明的运动是相继的,通过那个证明就根本没有表明运动始终存在,也没有表明它是单一的;以至于正如他现在所说,从“运动必然始终存在”已被证明这一点出发,也无法证明推动者是单一的。因为运动被证明为“始终[存在]”,是作为相继的运动,而不是作为连续的运动。这一疑难大致就是如此;但或许应当说:在一开始,被证明的是运动相继于运动而始终存在;因为这在贴近我们的月下事物中是显而易见地成立的,在这些事物中,在每一运动之前必然先行存在另一运动,而在每一运动之后也必然随后存在另一运动。但作为余下的环节,它是通过假定被采纳的,即在相继者之前始终存在着连续且永恒的运动,后者正是相继运动连绵不绝的原因。因此,在此处所说的“如果它始终存在,它就必然是连续的;因为始终[存在者]是连续的,而相继者不是连续的”,意在表明相继者就其相继而言既非连续,也不必然具有“始终[存在]”。既然在月下事物中运动的相继性已被证明是连绵不绝的,那么相继者之所以具有连绵不绝与“始终[存在]”,必然是源自某种连续者;因为如果天体运动不是连续且永恒的,月下事物的运动就不会在相继的同时又是连绵不绝且永恒的。至于说当相继运动被证明是连绵不绝时存在着连续运动是通过假定被采纳的,这一点他自己在推进论述时已经表明,他说:“同时,现在和先前所假定的——即某种运动可能是连续且永恒的——也将通过同样的方法变得显然”,并且他证明了在其他运动中唯有圆周运动具有这种性质。因此,如果在月下事物中存在着相继且连绵不绝的运动时,必然预先存在着本性上在先、连续、单一、永恒且为相继者之“始终[存在]”之原因的运动,而当存在着单一、连续且永恒的运动时,推动它的事物也必然是单一且永恒的,那么他合乎情理地说:从一开始关于运动相继地始终存在所作的证明中,可以证明必然始终存在着连续且单一的运动,并且推动它的事物也是单一且永恒的,只要由一个推动者所产生的、一个受动者的运动是单一的运动。
- 8.57συνάγεται ἐν δευτέρῳ σχήματι κατηγορικῶς, ὅτι τὸ ἐφεξῆς οὐκ ἀεί
指示了第二格定言三段论(Camestres式)的逻辑结构。由“始终[存在者]是连续的”(全称肯定)与“相继者不是连续的”(全称否定)两个前提,通过共同的中项“连续的”,推导出结论“相继者并非始终[存在者]”(全称否定)。
- 8.57τὸ ἀνεκλείπτου δειχθείσης τῆς ἐφεξῆς κινήσεως εἶναι συνεχῆ κίνησιν
定冠词化的带宾格不定式短语“τὸ ... εἶναι συνεχῆ κίνησιν”(存在连续运动)内部嵌入了属格绝对结构“ἀνεκλείπτου δειχθείσης τῆς ἐφεξῆς κινήσεως”(在相继运动被证明是连绵不绝之时)。整个短语在句法上充当先行动词“ἐλήφθη”的主语。
- 8.57εἰκότως ἐκ τοῦ ἐν ἀρχῇ δεδειγμένου περὶ τοῦ ἀεὶ κίνησιν ἐφεξῆς εἶναι δείκνυσθαί φησιν
主句的主干为“εἰκότως ... δείκνυσθαί φησιν”(他合乎情理地说……得到证明)。主动词“φησιν”的主语是亚里士多德,“δείκνυσθαι”是其补充不定式,不定式所表达的具体内容由随后的“ὅτι καὶ συνεχῆ καὶ μίαν κίνησιν ἀνάγκη εἶναι ἀεί...”从句展开。
