← 辛普里丘

亚里士多德《物理学》注释

§1254.10-1255.30

第一推动者的单一性与连续运动的论证

辛普利丘阐明了亚里士多德为何主张第一推动者是单一而非多数、即使多数也是有限的理由(基于自然求善与节约原则),并梳理了证明永恒连续运动必然要求数目上单一的永恒第一推动者的假言推论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.56

" Ἓν δὲ μᾶλλον ἢ πολλὰ ἕως τοῦ ἔσται ἀρχὴ τοῖς ἄλλοις κινήσεως." Εὐλογώτερόν φησιν ἓν μᾶλλον εἶναι τὸ πρώτως κινοῦν αἴτιον ἢ πολλά· οὐ γὰρ ἀγαθὸν πολυκοιρανίη, ὅπερ αὐτὸς ἐν τῇ Μετὰ τὰ φυσικὰ περὶ τούτου λέγων Ὁμηρικῶς ἀνεφθέγξατο. εἰ δὲ πολλά, εὐλογώτερον πεπερασμένα μᾶλλον νομίζειν ἢ ἄπειρα. καὶ τὴν αἰτίαν προστίθησι· διότι τῶν αὐτῶν συμβαινόντων τὰ πεπερασμένα μᾶλλον ληπτέον. τούτου δὲ πάλιν αἴτιον τὸ δεῖν ἐν τοῖς φυσικοῖς, ἂν ἐνδέχηται, τὸ πεπερασμένον μᾶλλον ὑπάρχειν, διότι βέλτιον τοῦτο τοῦ ἀπείρου καὶ τὸ ἓν τῶν πολλῶν. κεῖται γάρ, ὅτι ἡ φύσις ἀεὶ τῶν ἐνδεχομένων τὸ ἄριστον ποιεῖ προηγουμένως. καὶ κατὰ τοῦτον τὸν λόγον ἐν τῷ πρώτῳ τῆσδε τῆς πραγματείας τῶν ἄπειρα τὰ στοιχεῖα ὑποθεμένων Δημοκρίτου τε καὶ Ἀναξαγόρου προέκρινεν Ἐμπεδοκλέα1 πεπερασμένα εἰπόντα καὶ πάντα ἀποδιδόντα, ὅσα ἐκεῖνοι διὰ τῶν ἀπείρων ἀποδεδώκασι. ταῦτα δὲ λέγει δεικνύναι μέλλων, ὅτι καὶ τῶν πολλῶν συνεχῶν κινήσεων πεπερασμένων οὐσῶν καὶ οὐκ ἀπείρων ἐστὶ μία προυπάρχουσα ἡ περιέχουσα τὰς ἄλλας ἡ τῆς ἀπλανοῦς καὶ τῶν κινητικῶν αἰτίων ἐστὶν ἓν τὸ ὑπερανέχον, εἰς ἃ καὶ νῦν ἀποβλέπων ἐπήγαγεν, ὅτι ἱκανὸν καὶ ἕν, ὃ πρῶτον τῶν ἀκινήτων ἀίδιον ὄν, ἔσται ἀρχὴ τοῖς ἄλλοις κινήσεως.

“与其多数不如单一,直至‘将成为其他事物运动的本原’。” 他说,首要的推动原因与其是多数,不如是单一,这样更为合乎情理;因为“多头统治并非善事”,这正是他在《形而上学》中论及此事时以荷马式的诗句所高呼的。而若是多数,认为它们是有限的要比认为是无限的更为合乎情理。随后他补充了原因:因为在产生相同结论的前提下,应当宁可选取有限者。而这背后的原因又在于:在自然事物中,如果可能,有限者更应当成立,因为这优于无限者,而单一者优于多数者。因为有这样一条基本原则:自然始终在本原意义上达成可能事物中最善者。依照这一道理,在本著作的第一卷中,相比于设定元素是无限的德谟克利特与阿那克萨哥拉,他更为推崇恩培多克勒,因为后者主张元素是有限的,并且解释了前者通过无限元素所解释的全部事物。他讲这些话,是因为他即将证明:即使多重连续的运动是有限而非无限的,也存在着在先且包容其他运动的单一运动,即恒星天的运动,而在推动诸因中也存在着高居至上的单一者;着眼于这些,他在当下也补充道:“即便只有一个也就足够了,它在不动者中居首且是永恒的,将成为其他事物运动的本原”。

§8.57#1

"Φανερὸν δὲ καὶ ἐκ τοῦδε, ὅτι ἀνάγκη εἶναί τι ἓν ἕως τοῦ οὐ συνεχὴς ἡ ὅλη κίνησις, ἀλλ’ ἐφεξῆς." Δείξας, ὅτι ἔστι τι τὸ πρώτως κινοῦν ἀίδιον καθ’ ἕκαστον τῶν συνεχῶς καὶ ἀιδίως κινουμένων καὶ ὅτι εὔλογον ἓν τοῦτο νομίζειν, τὸ αὐτὸ καὶ δι’ ἑτέρας ἐπιχειρήσεως τῆς διὰ τριῶν ἢ διὰ πλειόνων κατὰ τὸν ὑποθετικὸν τρόπον συναγομένης δείκνυσιν οὕτως· εἰ ἀνάγκη ἀεὶ εἶναι κίνησιν, ἀνάγκη συνεχῆ εἶναι· εἰ ἀνάγκη ἀεὶ καὶ συνεχῆ εἶναι, ἀνάγκη μίαν εἶναι· εἰ ἀνάγκη ἀεὶ καὶ συνεχῆ καὶ μίαν εἶναι κίνησιν, ἀνάγκη ὑφ’ ἑνὸς ἀιδίου κινουμένου καὶ ἑνὸς ἀιδίου κινοῦντος γίνεσθαι. εἰ ἄρα ἀνάγκη ἀεὶ εἶναι κίνησιν, ἀνάγκη ἓν καὶ ἀΐδιον εἶναι τὸ πρώτως κινοῦν· ἀλλὰ μὴν δέδεικται τὸ ἡγούμενον· ἀληθὲς ἄρα καὶ τὸ ἑπόμενον. καὶ ὅτι μὲν εἰ ἀεί ἐστι, καὶ συνεχής ἐστιν, ἔδειξε διὰ τοῦ τὸ ἀεὶ καὶ συνεχὲς εἶναι· εἰ γὰρ διαλείποι, οὐκ ἀεὶ ἔσται, εἰ δὲ συνεχής, μία· εἰ γὰρ πλείους, οὐ συνεχής, ἀλλ’ ἐφεξῆς. εἰ ἄρα συνεχής, οὐ πλείους, ἀλλὰ μία. ὅτι δὲ οὐχ οὕτως μία, ὡς ἐκ τῶν ἐφεξῆς γινομένων συγκεῖσθαι τὴν ἀΐδιον, δῆλον, εἴπερ τὴν ἐφεξῆς κίνησιν ἐνδέχεται καὶ διαλείπειν· οὐ γὰρ ἀνάγκη μετὰ τὸ πρῶτον κίνησιν2 εὐθὺς εἶναι καὶ γίνεσθαι τὸ μετ’ αὐτὸ κινοῦν, εἰ μή τι εἴη ἀΐδιόν τε καὶ ἓν τῆς ἀναγκαίας διαδοχῆς τοῖς κινοῦσιν αἴτιον, ὅπερ νῦν ὁ λόγος εἰσάγει. μὴ ὄντος δὲ τοιούτου, ἐνδέχεται καὶ διαλείπειν καὶ μὴ εὐθὺς τῷ φθείρεσθαι τὸ πρῶτον κινῆσαν τὸ μετ’ αὐτὸ εἶναι. διαλείποντος δὲ ἐκείνου, διαλείποι ἂν καὶ ἡ κίνησις· τοῦτο δὲ ἀδύνατον. εἰ δὲ εἴη συνεχὴς καὶ μία, τῷ ἀριθμῷ μία ἔσται· μία δέ ἐστι τῷ ἀριθμῷ, ὡς ἔμπροσθεν ἐδείχθη ἡ ἑνός τε τῷ ἀριθμῷ κινοῦντος καὶ ἑνὸς τῷ ἀριθμῷ κινουμένου· οὔτε γὰρ πολλῶν ὄντων τῶν κινουμένων μία κίνησις, ἀλλ’ ἐφεξῆς, εἰ ἄρα, οὔτε πολλῶν ὄντων τῶν κινούντων. ἐν γὰρ τῇ τῶν κινούντων διαδοχῇ γίνεταί τις στάσις· δεῖ γὰρ τὸ μὲν παύσασθαι τὸ δὲ ἄρξασθαι· οὕτω δὲ ἡ συνέχεια διασπᾶται. ἔτι δὲ ἐρρήθη, ὅτι οὐδὲ ἀνάγκην τινὰ ἕξει τοῦ εὐθὺς μετὰ τὸ πρῶτον κινῆσαν εἶναι τὸ δεύτερον κινοῦν. οὐ γὰρ δὴ πλείω ὄντα ἀΐδια ἐκ διαδοχῆς κινήσει.3 ταῦτα γὰρ ἀναπαύσεως δεῖται κατὰ τὴν συνέχειαν τῆς ἐνεργείας, ἃ ἐν τῷ ἐνεργεῖν κάμνει· κάμνει δὲ τὰ θνητά, τὸ δὲ ἀΐδιον οὐ κάμνει. ἔτι ἵνα ἐκ τοῦ μὴ κινεῖν εἰς τὸ κινεῖν μεταβάλλῃ, δεήσει αὐτὰ κινεῖσθαι· ἀλλ’ ἦν ἀκίνητα· πρῶτα γάρ. ἔδειξε δὲ διὰ τούτων, ὅτι μηδὲ πάντα τὰ κινητικὰ μέν, μὴ ἀΐδια δὲ οἷά τε αἴτια εἶναι τῆς ἀϊδίου κινήσεως ἐκ διαδοχῆς κινοῦντα. ἔδειξε δὲ πρότερον ὅτι οὐδὲ πάντα ἅμα. δῆλον οὖν καὶ ἐκ τῶν νῦν εἰρημένων, ὅτι τὸ ἑκάστης συνεχοῦς κινήσεως ἀΐδιον κινητικὸν αἴτιον ἓν εἶναι βούλεται.

“从这一点也显然可见,必然存在着某种单一的事物,直至‘整个运动不是连续的,而是相继的’。” 在证明了对于每一个连续且永恒受动的事物都存在着某种首要且永恒的推动者、并且认为它是单一的是合乎情理的之后,他又通过另一种在假言方式下由三个或更多前提推导出的论证,同样表明了这一点,具体如下:如果运动必然始终存在,它就必然是连续的;如果它必然始终存在且连续,它就必然是单一的;如果运动必然始终存在、连续且单一,它就必然由一个永恒受动者和一个永恒推动者所产生。因此,如果运动必然始终存在,首要推动者就必然是单一且永恒的;然而前件已被证明;因而后件也是真实的。关于如果它始终存在它也就是连续的,他是通过始终存在者也是连续的这一点来证明的;因为如果它中断,它就不会始终存在;而如果它是连续的,它就是单一的;因为如果是多个,它就不是连续的,而是相继的。因此,如果它是连续的,它就不是多个,而是单一的。但永恒运动之单一,绝非由相继生成之物拼凑而成的那种单一,这一点很清楚,只要相继的运动也有可能发生中断;因为除非存在某种永恒且单一的原因赋予推动者以必然的交替——而这正是当下的论证所引入的——否则在第一个〔推动者〕之后,并不必然紧接着就有运动存在且随后的推动者生成。若不存在这样一种原因,运动就有可能中断,而且并不必然随着最初推动者的消灭而随后的推动者就紧接着存在。而若那个推动者发生中断,运动也将中断;但这又是不可能的。再者,如果运动是连续且单一的,它在数量上将是单一的;而正如先前所证明的,数量上单一的运动,属于数量上单一的推动者和数量上单一的受动者;因为受动者若是多个,运动就不是单一的,充其量只是相继的,推动者若是多个也同样如此。因为在推动者的交替中会发生某种停顿;因为必然是一者停止而另一者开始;这样连续性就被撕裂了。此外先前也已说过,在最初推动者之后紧接着存在第二个推动者,这并没有任何必然性。因为永恒之物若是多个,绝不会通过交替来进行推动。因为在活动的连续中需要休止的,是在活动中感到疲倦的事物;必死的事物会疲倦,而永恒者则不疲倦。此外,为了从不推动转变为推动,它们自身将需要受动;但它们是不动的;因为它们是第一本原。通过这些论点,他表明了:即便是全部推动却非永恒的因素,也不能通过交替推动而成为永恒运动的原因。而他先前已经证明了:它们即使全部同时存在也不可能如此。因此,从刚才所说的话中也清楚可见,他的意旨是:每一个连续运动的永恒推动原因都是单一的。

语法注3 条
  1. 8.56τῶν ἄπειρα τὰ στοιχεῖα ὑποθεμένων Δημοκρίτου τε καὶ Ἀναξαγόρου προέκρινεν Ἐμπεδοκλέα

    动词 προέκρινεν(προκρίνω 的不定过去时)支配宾格直接宾语 Ἐμπεδοκλέα 以及表示比较对象的属格 τῶν ... ὑποθεμένων Δημοκρίτου τε καὶ Ἀναξαγόρου,构成表示偏好和优选的句式:“相较于主张元素无限的德谟克利特与阿那克萨哥拉,他更为推崇恩培多克勒”。

  2. 8.57μετὰ τὸ πρῶτον κίνησιν

    介词 μετὰ 支配中性单数宾格 τὸ πρῶτον(“在第一个〔推动者〕之后”,与紧随其后的中性代词 αὐτὸ 及下文的 μετὰ τὸ πρῶτον κινῆσαν 相呼应),而阴性宾格 κίνησιν 则在由无人称词 ἀνάγκη 支配的宾格加不定式结构中作 εὐθὺς εἶναι 的主语,与 γίνεσθαι τὸ μετ’ αὐτὸ κινοῦν 并列,表达“在第一个〔推动者〕之后紧接着有运动存在且随后的推动者生成”这一命题并非必然。

  3. 8.57πλείω ὄντα ἀΐδια ἐκ διαδοχῆς κινήσει

    中性复数主语 πλείω ὄντα ἀΐδια(“永恒之物若是多个”)与第三人称单数主动动词 κινήσει 搭配,属于古典希腊语中标准的中性复数主语接单数动词规则(雅典语法格式)。此处既非无人称动词,亦非省略了阳性单数主语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1254.10-1255.30