- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1252.38-1254.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘基于亚里士多德《物理学》卷八第六章(258b16),以严密的推论形式论证了生成消灭的个别推动者及其无限相继的整体均不能充当永恒运动的原因,并阐明了由运动的永恒性必然导出首要推动者永恒(且按永恒运动之数目相应设立)的假言推理。
πῶς οὖν οἷόν τε πάντα αἴτια λέγειν τῆς ἀϊδίου καὶ συνεχοῦς μεταβολῆς τὰ μήτε ἀεὶ πάντα μήτε ἅμα ὄντα; τὰ γὰρ μήπω ὄντα ἢ μηκέτι ὄντα πῶς ἂν αἴτια τοῦ ὄντος εἴη; ὅτι δὲ οὐδὲ οὕτω πάντα,1 ὡς πάντα μὲν τῆς αὐτῆς καὶ μιᾶς, ἄλλα δὲ ἄλλου μέρους, ὡς τοῦδε μὲν τοῦδε, ἄλλου δὲ ἑτέρου, οἷον τὰ νῦν ὄντα τῶν νῦν ὄντων καὶ τὰ αὖθις τῶν αὖθις, δείξει προελθών. δυνατὸν δὲ οἶμαι καὶ οὕτως ἐκ τῶν εἰρημένων συλλογίσασθαι, ὅτι οὔτε ἓν τῶν μὴ ἀϊδίων οὔτε πάντα αἴτια τῆς συνεχοῦς καὶ ἀϊδίου κινήσεώς ἐστι. λαβὼν γὰρ ὅτι τὸ οὕτως ἔχειν, τουτέστι τὸ αἴτιον εἶναι συνεχοῦς καὶ ἀϊδίου κινήσεως, ἀΐδιον ἐξ ἀνάγκης ἐστίν, ἢ ὡς ὁ Ἀλέξανδρος καὶ ὁ Θεμίστιος γράφουσιν, ἀΐδιον καὶ ἐξ ἀνάγκης (καὶ γὰρ ἀνάγκη τὸ αἴτιον τοῦ ἀϊδίου αἰεὶ εἶναι), ταύτῃ τῇ καταφατικῇ προτάσει προστίθησιν ἀποφατικὴν πρότασιν τὴν λέγουσαν ‘τὸ ἓν ἕκαστον γενητὸν καὶ φθαρτὸν καὶ πάντα τὰ τοιαῦτα οὐκ ἔστιν ἀΐδιον’, ἐξ ὧν συνάγεσθαι, ὅτι τὸ ἓν τὸ γενητὸν καὶ φθαρτὸν καὶ πάντα τὰ τοιαῦτα οὐκ ἔστιν αἴτια τῆς συνεχοῦς καὶ ἀϊδίου κινήσεως. ἀλλ’ ὅτι μὲν τὸ ἓν ἕκαστον τὸ γενητὸν καὶ φθαρτὸν οὐκ ἔστιν ἀΐδιον, καὶ περιττὸν ἦν δεικνύναι. ὅτι δὲ οὐδὲ τὰ πάντα ἀΐδιά ἐστιν, δείκνυσι διὰ τοῦ ἄπειρα εἶναι, καὶ οὕτως ἄπειρα ὡς ἐπ’ ἄπειρον γινόμενα, καὶ οὐχ ἅμα πάντα ὄντα. ἄλλοτε γὰρ ἄλλα γινόμενα οὐχ ἅμα πάντα ἐστίν, ὥστε οὐδὲ τὰ πάντα ἀΐδια· εἰ γὰρ ἦν ἀΐδια, ἅμα ἂν ἦν τὰ πάντα. καὶ οὐ νῦν μὲν ἄλλα, αὖθις δὲ ἕτερα. δῆλον τοίνυν, φησίν, ὅτι κἂν μυριάκις, τουτέστιν ἐπ’ ἄπειρον, αἱ τοιαῦται ἀρχαὶ2 αἱ τῶν ἀκινήτων μὲν κινουσῶν δέ, οἷαί εἰσιν αἱ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητοι, τουτέστιν αἱ τῶν ζῴων ψυχαί, καὶ πολλὰ δὲ τῶν αὐτοκινήτων (τὰ γὰρ ὑπὸ σελήνην πάντα τὰ μὲν γίνεται τὰ δὲ φθείρεται τοῦ προλαβόντος ἀεὶ τῷ ἐφεξῆς αἰτίου γινομένου τῆς γενέσεως), ἀλλ’ ὅμως οὐδὲν ἧττον ἔστιν τι ἀΐδιον αἴτιον παρ’ ἕκαστον τούτων, ὃ περιέχει καὶ ὁρίζει τὰς τούτων μεταβολὰς τὸ ἀνέκλειπτον αὐταῖς παρεχόμενον, ὅπερ οὔτε ἕκαστον τῶν γινομένων καὶ φθειρομένων οὔτε πάντα ἅμα δύναται παρασχεῖν· τὸ γὰρ ἐφεξῆς οὔτε συνεχὲς οὔτε ἀΐδιον. ἀΐδιος δὲ καὶ συνεχὴς ἡ κίνησις ἀποδέδεικται. δείξας οὖν, ὅτι οὔτε ἓν ἕκαστον οὔτε πάντα τὰ γενητὰ καὶ φθαρτὰ τῆς κινήσεως αἴτια δύναται τῆς ἀϊδίου κινήσεως αἴτια εἶναι, εἰκότως ἐπήγαγε δῆλον εἶναι, ὅτι ἔστι τι ἀΐδιον αἴτιον τῆς ἀϊδίου μεταβολῆς. εἶτα προστίθησιν, ὅτι τοῦτο μὲν τὸ ἀΐδιον αἴτιον τούτοις τοῖς οὐκ ἀϊδίοις ὑποκειμένοις κινητικοῖς αἴτιον 〈τοῦ〉 εἶναί τε καὶ κινεῖν καὶ τοῖς αὐτοκινήτοις, ἐν οἷς τὰ τοιαῦτα κινητικά, ἐκεῖνο αἴτιον τοῦ εἶναι, ταῦτα δὲ τὰ αὐτοκίνητα τοῖς ἄλλοις αἴτια τῆς κινήσεώς ἐστι τοῖς κινουμένοις μέν, οὐκ ἀεὶ δὲ ἕτερα κινοῦσιν, εἴ γε ἀρχὴ καὶ πρῶτον τῶν κινούντων τε καὶ κινουμένων ἐστὶ τὸ αὐτοκίνητον, ἵνα μὴ ἐπ’ ἄπειρον ἴωμεν, πρὸ παντὸς ἑτεροκινήτου ἑτεροκίνητον τιθέντες. δύναται δὲ τοῦτο μὲν τούτοις λέγειν τὸ ἀΐδιον κινητικὸν τοῖς ἀεὶ καὶ συνεχῶς κινουμένοις, τουτέστι τοῖς κυκλοφορητικοῖς, ταῦτα δὲ τοῖς γινομένοις καὶ φθειρομένοις αἴτια τῆς τε κινήσεως καὶ τῆς γενέσεως. ἄμεινον δὲ ἴσως τὸ καὶ τοῦτο μὲν τούτοις περὶ τῶν ἐν τοῖς αὐτοκινήτοις κινητῶν ἀκούειν, ἐπειδὴ περὶ τούτων προσεχῶς ὁ λόγος ἦν. ὡς συμπέρασμα δὲ τοῖς εἰρημένοις πᾶσιν ἐπάγει σύντομόν τι καὶ ὑγιὲς συνημμένον. εἴπερ γὰρ ἀΐδιος, φησίν, ἡ κίνησις, ἀΐδιον καὶ τὸ κινοῦν αἴτιον ἔσται, τὸ πρώτως δηλονότι κινοῦν. ἔχων οὖν τὸ ἡγούμενον κατεσκευασμένον τὸ ἀΐδιον εἶναι τὴν κίνησιν θαρρούντως ἐπάγει τὸ ἐπαγόμενον3 τὸ ἀΐδιον εἶναι τὸ πρώτως κινοῦν. καὶ εἰ μὲν ἓν εἴη τὸ ἀϊδίως κινούμενον, ἓν ἔσται τὸ κινοῦν ἀΐδιον, εἰ δὲ πλείω τὰ ἀΐδιον κίνησιν κινούμενα, πλείω καὶ τὰ κινοῦντα ἀΐδια· ἓν γὰρ καθ’ ἑκάστην κίνησιν.
那么,对于既非全部始终存在、又非同时存在的事物,怎能说它们是永恒且连续的变化的全部原因呢?因为尚未存在或已不再存在的事物,又怎能成为存在着的事物的原因呢?而且,即使以全部都是同一且单一的变化的原因、但不同事物是不同部分的原因这种方式——例如这物是这物的原因,另一物是另一物的原因,比如现在存在者是现在存在者的原因,后来者是后来者的原因——全部事物也绝非[原因],这一点他在后文中将会表明。我想,也可以从上述论点中这样推论:非永恒者之中的个别者或全体,都不是连续且永恒的运动的原因。因为他假定了“处于这种状态者”——即作为连续且永恒的运动的原因——是“出于必然永恒的”,或者如亚历山大和德米斯提乌斯所写的那样是“永恒且出于必然的”(因为永恒者的原因必然始终存在),在这一肯定前提上,他又增加了一个否定前提,即“每一个可生成和可消灭之物以及全部此类事物都不是永恒的”,由此得出结论:“单个可生成且可消灭之物以及全部此类事物,都不是连续且永恒的运动的原因”。但是,每一个可生成且可消灭之物不是永恒的,这甚至是多余去证明的。但全部事物也绝非永恒,他是通过它们是无限的、并且是按照无限生成的方式成为无限的、且并非全部同时存在来表明的。因为在不同时间生成不同事物,它们并非全部同时存在,因而全部事物也不是永恒的;因为如果它们是永恒的,全部事物就必当同时存在,而不是现在是这些、后来是另一些。因此他说,很显然,哪怕无数次——即无限次——存在着不动却推动的这类本原,正如自主动者之内的不动者,即动物的灵魂,以及许多自主动者(因为月下之物全都一部分生成、一部分消灭,先行者始终成为相继者的生成原因),然而即便如此,在这些事物中的每一个之外,依然同样存在着某种永恒的原因,它包容并界定它们的变化,为它们提供不绝性;这种不绝性,无论是生成与消灭的事物中的每一个,还是全部加在一起,都无法提供。因为相继之物既非连续亦非永恒。然而运动已被证明是永恒且连续的。因此,在证明了运动的诸可生成与可消灭的原因中,无论是单个还是全部,都不能成为永恒运动的原因之后,他顺理成章地补充说,显然存在着永恒变化的某种永恒原因。随后他补充说:这一永恒原因对这些非永恒的底层推动者而言,是其存在与推动的原因;而对于包含此类推动者的自主动者而言,那个[永恒原因]也是其存在的原因;而这些自主动者对于其他受动却不始终推动他物的事物而言,则是运动的原因,如果自主动者确乎是既推动又受动者的本原与首要者的话,以免我们在每一个被他物推动者之前设定另一个被他物推动者而走向无限。不过,他所说的“此物对于这些”也可以指永恒推动者对于始终且连续受动者——即作圆周运动的物体——而言[是原因],而这些对于可生成与可消灭之物而言是运动与生成的原因。但或许把“并且此物对于这些”理解为关于自主动者内部受动因的讨论更好,因为刚才的讨论紧接着涉及的正是这些。作为对上述全部内容的结论,他提出了一个简短而完备的假言命题。他说,因为如果运动是永恒的,推动的原因也将是永恒的,显然后者即首要的推动者。因此,在确立了前件即“运动是永恒的”之后,他胸有成竹地导出了后件即“首要推动者是永恒的”。如果永恒受动者是单一的,永恒的推动者也将是单一的;但若作永恒运动的事物是多个,永恒的推动者也将是多个;因为每一个运动对应一个。
- 8.55ὅτι δὲ οὐδὲ οὕτω πάντα
句末的 δείξει προελθών(“他在后文中将会表明”)为主句的述谓核心,前置的 ὅτι 从句充当其宾语从句。从句谓语根据前文须补出 αἴτιά ἐστιν(“是原因”),主干为“全部事物也绝非以这种方式[成为原因]”。随后的 ὡς 从句则对副词 οὕτω(“以这种方式”)进行具体展开,解释全体对应于同一变化而不同部分各自作为不同部分之原因的分配模式。
- 8.55κἂν μυριάκις, τουτέστιν ἐπ’ ἄπειρον, αἱ τοιαῦται ἀρχαὶ
由 κἂν(“即使/哪怕”)引导的让步状语从句,其内部省略了虚拟式动词(如 ὦσιν),主语为 αἱ τοιαῦται ἀρχαί(“此类本原”)与并列的 καὶ πολλὰ δὲ τῶν αὐτοκινήτων(“以及许多自主动者”)。在插入了有关月下界生成的较长括号性解释后,后结从句以 ἀλλ’ ὅμως οὐδὲν ἧττον(“然而即便如此,依然同样”)加以承接,构成了断续破格句式(anacoluthon)。
- 8.55τὸ ἡγούμενον κατεσκευασμένον τὸ ἀΐδιον εἶναι τὴν κίνησιν θαρρούντως ἐπάγει τὸ ἐπαγόμενον
采用古代逻辑学术语的复杂句式。分词 ἔχων(“具有/掌握”)的宾语为指代假言命题前件的 τὸ ἡγούμενον,受完成时被动分词 κατεσκευασμένον(“已被确立的”)修饰,并带有说明其内容的同位语对格不定式短语 τὸ ἀΐδιον εἶναι τὴν κίνησιν(“运动是永恒的”)。主干动词 ἐπάγει(“导出”)的宾语则是表示后件的 τὸ ἐπαγόμενον(相当于标准逻辑学术语中的 τὸ ἑπόμενον 或 τὸ λῆγον),由同位语短语 τὸ ἀΐδιον εἶναι τὸ πρώτως κινοῦν(“首要推动者是永恒的”)予以充实。
