← 辛普里丘

亚里士多德《物理学》注释

§1251.26-1252.38

第一推动者的永恒性与非永恒动者的排除

辛普里丘注解亚里士多德《物理学》第八卷第六章(258b16–),论证运动的首要本原不仅是不动的,而且必须是永恒的。他化解了关于动物灵魂等暂时且无部分的自主动者的异议,表明无论是单独的非永恒推动者还是其无限总和,都无法成为永恒且连续的生成与消灭的原因。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.55#1

" Ἔστω δέ, εἴ τις βούλοιτο ἐπί τινων ἐνδεχόμενον ἕως τοῦ εἰ δὲ πλείω, τὰ ἀΐδια πλείω." Ὅτι ἔστι τι, ὃ πρώτως κινοῦν οὐ μόνον ἀκίνητον, ἀλλὰ καὶ ἀΐδιον ἐστι, δείκνυσι πάλιν ὑποθέμενος, ὅτι ἔστιν ἐν τοῖς οὖσιν ἀΐδιος κίνησις καὶ μεταβολή, καὶ ὅτι δεῖ τῶν ἀεὶ μεταβαλλομένων προυπάρχειν τὸ ἀμετάβλητον τῆς μεταβολῆς αἴτιον. ἐνστάσεως δὲ οὔσης τῆς λεγούσης, ὅτι αἱ ἐν τοῖς αὐτοκινήτοις ἀρχαὶ τῆς κινήσεως, τουτέστιν αἱ ἐν τοῖς ζῴοις ψυχαί, κἂν μὴ ἀΐδιοι ὦσιν, ἀρκοῦσιν εἰς ἀρχῆς κινήσεως λόγον ἀκίνητοι οὖσαι (οὐ γὰρ διὰ γενέσεως ἢ φθορᾶς ἢ ὅλως μεταβολῆς ποτὲ μὲν εἰσὶ ποτὲ δὲ οὐκ εἰσίν· εἰ μὲν γὰρ διὰ μεταβολῆς ἢ κινήσεως αὐταῖς συνέβαινε τοῦτο, ἀναγκαῖον ἦν προυπάρχειν αὐτῶν τὸ κινοῦν, ἐπειδὴ δὲ οὐ διὰ κινήσεως ἢ ὅλως μεταβολῆς διὰ τὸ ἀμερεῖς εἶναι, αὐτάρκεις ἂν εἶεν εἰς ἀρχῆς λόγον, καὶ οὐ χρεία τῆς ἀϊδίου ἀρχῆς)· ταύτην οὖν τὴν ἔνστασιν εὐθὺς ἐν ἀρχῇ λύει,1 συγχωρήσας μὲν ἐνδέχεσθαί τι εἶναί ποτε καὶ μὴ εἶναι ἄνευ γενέσεως καὶ φθορᾶς, τάχα δὲ οὐκ ἐνδέχεσθαι, ἀλλὰ καὶ ἀναγκαῖον εἶναι, εἴ τι ἀμερὲς ὁτὲ μὲν ἔστιν ὁτὲ δὲ μὴ ἔστιν ἄνευ τοῦ μεταβάλλειν ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι. ἐνδεχέσθω οὖν, φησί, καὶ τῶν ἀρχῶν τοῦ κινεῖσθαί τινας ἄνευ κινήσεως καὶ μεταβολῆς ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι, οὐ μέντοι πάσας δυνατὸν τὰς ἀρχὰς ὁτὲ μὲν εἶναι ὁτὲ δὲ μὴ εἶναι· δεῖ γὰρ εἶναί τι ἀεὶ τὸ τοῦ ποτὲ εἶναι ταῖς τοιαύταις ἀρχαῖς αἴτιον,2 ἐπειδὴ τὸ ποτὲ εἶναι ἀεί ἐστιν ἐν ἄλλοις καὶ ἄλλοις. αὐτὸς δὲ καὶ ἔτι ἐναργέστερον δείκνυσιν, ὅτι καὶ τοῖς ἑαυτὰ κινοῦσιν, εἰ ὑποτίθοιτο καὶ τὸ κινοῦν ἐν αὐτοῖς ποτὲ μὲν εἶναι ποτὲ δὲ μή, ἔστι τι αἴτιον ἀίδιον τοῦ ποτὲ μὲν εἶναι, ποτὲ δὲ μή. κἂν γὰρ τὰ κινοῦντα ἐν τοῖς αὐτοκινήτοις ἀσώματα ὄντα καὶ ἀμερῆ ἄνευ γενέσεως καὶ φθορᾶς ποτὲ μὲν ᾖ, ποτὲ δὲ οὐκ ᾖ, ἀλλ’ εἴπερ ὅλως κινεῖται, τὸ αὐτοκίνητον ἀνάγκη μέγεθος ἔχειν, διότι οὐδὲν ἀμερὲς κινεῖται, ὡς3 δέδεικται. τὸ δὲ κινοῦν οὔπω δῆλον, εἰ ἀμερὲς ἀνάγκη εἶναι. εἰ οὖν ἔστιν ἐν τοῖς αὐτοκινήτοις τὰ ποτὲ μὲν ὄντα ποτὲ δὲ μὴ ὄντα σώματα, ταῦτα ἀνάγκη διὰ γενέσεως καὶ φθορᾶς ποτὲ μὲν εἶναι, ποτὲ δὲ μὴ εἶναι. πάσης δὲ γενέσεως καὶ φθορᾶς ἔστι τι αἴτιον· ὃ δὲ τῆς τούτων γενέσεώς ἐστιν αἴτιον, εἴη ἂν καὶ τῶν ἐν αὐτοῖς κινητικῶν, εἴπερ σὺν ἐκείνοις ὑφίσταται. οὐκ ἄρα ἀρκεῖ τὰ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητα εἰς ἀρχῆς κινήσεως λόγον. ἔτι δὲ τοῦ τὰ μὲν γίνεσθαι τὰ δὲ φθείρεσθαι συνεχῶς ἄλλων μὲν γινομένων ἄλλων δὲ φθειρομένων τὸ αἴτιον δείκνυσι μήτε ἓν τῶν ἀκινήτων μὲν μὴ ἀεὶ δὲ ὄντων, ὡς ὑπόκειται, ὑπάρχον μήτε οὕτως ὡς τῶν μὲν ταδὶ κινούντων, τῶν δὲ ἕτερα. τοῦ γὰρ ἀεὶ καὶ συνεχῶς οὔτε ἕν ἐστιν αἴτιον, ὅπερ αὐτὸς εἶπεν ἕκαστον. εἰ γὰρ αὐτὸ μὲν οὐκ ἀΐδιον, ἡ δὲ μεταβολὴ ἀΐδιος, ὅτε τοῦτο μὴ ἔστιν, ἤτοι οὐκ ἔσται οὐδὲ ἡ μεταβολή, καὶ οὐκ ἔσται ἀΐδιος οὐδὲ συνεχής, ἢ ἔσται ἄλλο αἴτιον αὐτῆς, εἴ γε καὶ μὴ ὄντος τούτου γίνεται. αὐτὸς δὲ εἰπὼν ὅτι τοῦ ἀεὶ καὶ συνεχῶς οὔτε ἕκαστον αὐτῶν οὔτε πάντα αἴτια τὸ μὲν ἓν τῶν μὴ ἀϊδίων αἴτιον εἶναι ἀνεῖλεν συντόμως διὰ τοῦ τὸ μὲν γὰρ οὕτως ἔχον ἀΐδιον καὶ ἐξ ἀνάγκης. πῶς δὲ τοῦ ἀναγκαίου καὶ ἀϊδίου τὸ μὴ ἀΐδιον αἴτιον εἶναι δύναιτο; ὅπερ ὡς προφανὲς ἐπαγαγεῖν παρῆκεν. ὅτι δὲ μηδὲ πάντα τὰ τοιαῦτα οἷόν τε αἴτια εἶναι ἔδειξε διὰ τοῦ τὰ δὲ πάντα ἄπειρα, καὶ οὐχ ἅμα πάντα ὄντα. ἄπειρα γὰρ οὕτως ὡς ἐπ’ ἄπειρον γινόμενα καὶ διὰ τοῦτο οὐχ ἅμα πάντα ὄντα.

“但若有人愿意,就假定在某些事物上是可能的”至“而若是多个,则永恒者也是多个”。 存在着某种事物,它作为首要的推动者不仅是不动的,而且是永恒的,他再次通过假定在存在者之中存在着永恒的运动与变化,以及在始终变化的事物之前必须预先存在着变化的不变原因,来证明这一点。然而,存在这样一种异议,即主张自主动者之内的运动本原——即动物体内的灵魂——即使不是永恒的,只要是不动的,就足以充当运动本原的定义(因为它们并不是通过生成或消灭或一般而言的变化而有时存在、有时不存在的;因为如果这是通过变化或运动发生于它们,那么推动者就必然预先存在于它们,但既然由于它们是无部分的,因而不是通过运动或一般而言的变化,它们就足以充当本原的定义,从而不需要永恒的本原)——因此,他在一开始就立刻化解了这一异议,承认了某物有可能在没有生成和消灭的情况下有时存在有时不存在——或者大概不仅是可能的,而且是必然的:如果任何无部分之物有时存在有时不存在,那么它无需变化就有时存在有时不存在。因此他说,就姑且承认受推动的本原中有某些可以在没有运动和变化的情况下有时存在有时不存在,然而不可能所有的本原都有时存在有时不存在。因为必须始终存在某种事物,作为这些本原有时存在的原因,因为“有时存在”本身始终相继存在于不同事物之中。而他自己甚至更加清晰地表明,即使对于自主动者而言,假定其内部的推动者也是有时存在有时不存在,也存在着某种永恒的原因,作为它有时存在有时不存在的原因。因为即使自主动者内部的推动者是非肉体的和无部分的,在没有生成和消灭的情况下有时存在、有时不存在,但如果自主动者果真有任何被运动,它就必须具有量度,正如已经证明的那样,没有任何无部分之物能够被运动;至于推动者是否必须是无部分的,目前尚不清楚。因此,如果在自主动者之内存在着有时存在有时不存在的身体,那么这些身体就必然通过生成与消灭而有时存在有时不存在。而一切生成与消灭都存在某种原因;凡作为这些身体生成之原因者,如果〔这些推动因〕确与它们共同存立,也必定是其内部推动因的原因。因此,自主动者内部的不动者不足以充当运动本原的定义。此外,他指出,对于一些事物生成而另一些事物持续消灭、且某些事物生成时另一些事物消灭的原因,既不可能是如假定的那样是“不动却非永恒者”中的单一者,也不能是某些推动这些、而另一些推动那些的形式。因为对于始终且连续的事物,其原因绝不是单独一个,这也就是他自己所说的“每一个”。因为如果该原因本身不是永恒的,而变化却是永恒的,那么当该原因不存在时,要么变化也将不存在,从而变化既非永恒也非连续,要么既然在此原因不存在时变化依然发生,就必将有变化的另一个原因。他自己在指出对于始终且连续的事物而言,“它们中的每一个和全部都不是原因”之后,通过“因为处于这种状态者是永恒且出于必然的”这一句话,简要地驳斥了非永恒者之一作为原因的观点。对于必然且永恒的事物,非永恒者怎么可能成为其原因呢?他把这一点视为显而易见而略去未加补述。至于并非所有这类事物都能成为原因,他通过“而全部则是无限的,且并非全部同时存在”证明了这一点。因为它们是按照无限生成的方式成为无限的,并由于这一缘故并非全部同时存在。

语法注3 条
  1. 8.55ἐνστάσεως δὲ οὔσης τῆς λεγούσης ... ταύτην οὖν τὴν ἔνστασιν εὐθὺς ἐν ἀρχῇ λύει

    句首的独立属格结构 ἐνστάσεως δὲ οὔσης 引出了由 ὅτι 引导的长宾语从句以及插入的解释说明(οὐ γὰρ διὰ γενέσεως...)。经过长距离的间隔后,主句通过复指代词 ταύτην οὖν τὴν ἔνστασιν 重新拾起该宾语,并与主要动词 λύει 相连。

  2. 8.55δεῖ γὰρ εἶναί τι ἀεὶ τὸ τοῦ ποτὲ εἶναι ταῖς τοιαύταις ἀρχαῖς αἴτιον

    在非人称动词 δεῖ 引导的结构中,不定式 εἶναι 的主语是 τι,带冠词的短语 τὸ ... αἴτιον 作其表语。属格短语 τοῦ ποτὲ εἶναι 修饰 αἴτιον,而与格 ταῖς τοιαύταις ἀρχαῖς 则表示与这些本原相关的关涉与格(dative of reference)。

  3. 8.55ἔτι δὲ τοῦ τὰ μὲν γίνεσθαι τὰ δὲ φθείρεσθαι συνεχῶς ... τὸ αἴτιον δείκνυσι μήτε ἓν τῶν ἀκινήτων μὲν μὴ ἀεὶ δὲ ὄντων, ὡς ὑπόκειται, ὑπάρχον μήτε οὕτως ὡς

    主要动词 δείκνυσι 的直接宾语是 τὸ αἴτιον,置于句首的带冠词属格不定式短语 τοῦ τὰ μὲν γίνεσθαι τὰ δὲ φθείρεσθαι συνεχῶς 修饰此宾语。分词 ὑπάρχον 与 τὸ αἴτιον 保持性数格一致,并统领由 μήτε ἓν ... μήτε οὕτως ὡς... 构成的两个否定并列肢。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1251.26-1252.38