- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1250.32-1251.25
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘注解《物理学》258b10处,梳理了基于运动的永恒性证明首要推动者不仅不动而且必须永恒的论证,并区分了像自主动者的灵魂那样在偶性上受推动的推动者与在偶性上也完全不动的首要推动者。
" Ἐπεὶ δὲ δεῖ κίνησιν εἶναι ἀεὶ καὶ μὴ διαλείπειν ἕως τοῦ δῆλον ὧδε σκοποῦσιν." Δείξας, ὅτι τὸ πρώτως κινοῦν καθ’ ἑκάστην κίνησιν ἀκίνητόν ἐστι, νῦν δείκνυσιν, ὅτι τὸ πρώτως κινοῦν καὶ ἀΐδιον εἶναι χρή, ὥστε καὶ τῆς τοιαύτης μεταβολῆς τῆς ὡς γενέσεως καὶ φθορᾶς ἀνεπίδεκτον εἶναι. καὶ τὸ μὲν πρῶτον ἐπιχείρημα κοινόν τε ἐπὶ κινήσεως ἁπλῶς καὶ σύντομον καὶ σαφές ἐστιν· ἐπειδὴ γὰρ δεῖ κίνησιν ἀΐδιον εἶναι, ὡς ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου δέδεικται, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ, ὡς ἐν τῷ τρίτῳ μεμαθήκαμεν, τὸ δὲ κινούμενον πᾶν ὑπό τινος κινεῖται, ὡς ἀπέδειξε καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ καὶ ἐν τούτῳ, ἀνάγκη εἶναί τι, ὃ πρώτως κινοῦν ἀΐδιόν ἐστι. προσέθηκε δὲ καὶ ἀκίνητον, οὐ παλιλλογῶν, ἀλλ’ ἀντὶ τοῦ καὶ τελέως ἀκίνητον, ὥστε μήτε τῆς κατὰ γένεσιν καὶ φθορὰν μεταβολῆς μετέχειν μήτε τῆς κατὰ συμβεβηκὸς κινήσεως. ἐπειδὴ δὲ πολλά ἐστι τὰ ἀκίνητα μὲν ὄντα αὐτά, κινοῦντα δὲ ἕτερα (τοιαῦται γὰρ πᾶσαι τῶν ζῴων αἱ ψυχαί· διὸ τὸ ζῷον αὐτοκίνητον ἐκ κινουμένου μὲν τοῦ σώματος, τῆς δὲ ψυχῆς ἀκινήτου μὲν οὔσης, κινούσης δέ, συγκινούμενον), τὸ μὲν ἕκαστον τῶν ἀκινήτων μὲν κινούντων δὲ ἀΐδιον φησὶν εἶναι οὐδὲν πρὸς τὸν παρόντα λόγον.1 οὐ γὰρ τοῦτο ζητεῖται νῦν, εἰ αἱ ψυχαὶ πᾶσαι ἀθάνατοί εἰσιν (αὗται γάρ εἰσιν αἱ ἐν τοῖς αὐτοκινήτοις ἀκίνητοι μέν, κινοῦσαι δέ· ἄλλης γὰρ πραγματείας ἡ περὶ τῆς ψυχῆς σκέψις), ἀλλ’ οὐδὲ ἁπλῶς οὕτως, εἰ πάντα τὰ ἀκίνητα μὲν κινοῦντα δέ, ἀΐδιά ἐστι, πρόκειται νῦν ζητεῖν, ἀλλὰ πρόκειται δεῖξαι νῦν, ὅτι ἀναγκαῖον εἶναί τι ἢ ἓν ἢ πλείω. οὔπω γὰρ τοῦτο διώρισται τὸ μὴ πρὸς καιρὸν τοιοῦτον, ἀλλὰ ἀεὶ ἀκίνητον μὲν αὐτὸ καὶ πάσης ἐκτὸς μεταβολῆς2 καὶ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός, κινητικὸν δὲ ἑτέρου. πάσης δὲ ἐκτὸς μεταβολῆς εἶπεν νῦν καὶ οὐ ‘πάσης κινήσεως’, ἵνα καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν περιλάβῃ. καὶ κατὰ συμβεβηκὸς δὲ τὸ πρώτως κινοῦν ἀκίνητόν φησι· καὶ ταύτῃ γὰρ διαφέρει τῶν ἐν τοῖς αὐτοκινήτοις ἀκινήτων μὲν κινούντων δέ, ὅτι ἐκεῖνα καθ’ αὑτὰ μὲν ἀκίνητα, κατὰ συμβεβηκὸς δὲ κινούμενα, τῷ τὰ σώματα ἐν οἷς ἐστι κινεῖσθαι· τὸ δὲ πρώτως κινοῦν ἅτε πάντῃ χωριστὸν σωμάτων ὑπάρχον, οὐ μόνον τῆς καθ’ αὑτὸ μεταβολῆς ὑπερανέχει, ἀλλὰ καὶ τῆς κατὰ συμβεβηκός.
“既然运动必须永远存在且不中断”至“对如下考察者而言是显然的”。 在指出了就每一种运动而言首要的推动者是不动的之后,现在他指出,首要的推动者还必须是永恒的,以至于它也不容受像生成与消灭这样的变化。第一个论证对于一般的运动是共通的,且简要而清晰:因为既然运动必须是永恒的,正如在本卷开头所证明的那样,而运动存在于受推动者之中,正如我们在第三卷中所学到的,并且凡受推动者都由某物推动,正如他在前一卷以及本卷中所证明的那样,那么必然存在某种事物,它作为首要的推动者是永恒的。但他又加上了“不动”,这并非赘述,而是相当于说“并且是完全不动的”,以至于既不分有依照生成与消灭的变化,也不分有依照偶性的运动。然而,既然有许多事物自身是不动的却推动他物(动物的所有灵魂都是如此;因此动物作为自主动者,是由受推动的身体以及自身不动却起推动作用的灵魂构成的,[灵魂]随之被共同推动),他说,这些不动而推动的事物中每一个是永恒的这一点,与当前的论证毫无关系。因为现在所探求的并不是是否所有的灵魂都是不朽的(因为它们就是自主动者之内那些不动而起推动作用者;关于灵魂的考察属于另一部论著),甚至现在也不是要像这样一般地探求所有不动而起推动作用的事物是否都是永恒的,而是现在所要展示的是,必然存在某种事物,无论是一还是多——因为这一点尚未被规定——它不是暂时如此,而是自身始终不动,在自身上和偶性上都处于一切变化之外,并且能够推动他物。现在他说“处于一切变化之外”而不是“处于一切运动之外”,是为了把生成和消灭也包含在内。而且他说,首要的推动者在偶性上也是不动的;因为在这一点上,它也不同于自主动者之内那些不动而起推动作用者:即后者在自身上虽是不动的,但在偶性上却受推动,这是由于它们所在的身体受推动;而首要的推动者由于完全与身体分离,不仅超越了自身上的变化,而且也超越了偶性上的变化。
- 8.54τὸ μὲν ἕκαστον τῶν ἀκινήτων μὲν κινούντων δὲ ἀΐδιον φησὶν εἶναι οὐδὲν πρὸς τὸν παρόντα λόγον
带冠词的不定式短语 τὸ ... ἀΐδιον εἶναι 作全句的主语,谓语是省略了动词 ἐστί 的介词短语 οὐδὲν πρὸς τὸν παρόντα λόγον。动词 φησίν(“他说”)呈插入语用法,句子的主干为:“那些自身不动却起推动作用的事物中每一个是永恒的这一点,与当前的论证毫无关系[他说]”。
- 8.54ἀναγκαῖον εἶναί τι ἢ ἓν ἢ πλείω. οὔπω γὰρ τοῦτο διώρισται τὸ μὴ πρὸς καιρὸν τοιοῦτον, ἀλλὰ ἀεὶ ἀκίνητον μὲν αὐτὸ καὶ πάσης ἐκτὸς μεταβολῆς
梳理插入句与同位语修饰结构。句子 οὔπω γὰρ τοῦτο διώρισται(“因为这一点尚未被规定”)是紧接在 ἢ ἓν ἢ πλείω(“无论是一还是多”)之后的插入说明;后文带冠词的短语 τὸ μὴ πρὸς καιρὸν τοιοῦτον...(“不是暂时如此、而是……的事物”)作为前面不定代词 τι 的同位语起限定说明作用,意即“必然存在某种事物,即并非暂时如此、而是自身始终不动……的事物”。
