← 辛普里丘

亚里士多德《物理学》注释

§1249.30-1250.31

灵魂的自主活动与运动的两种定义之协调

辛普里丘论证道,亚里士多德虽然否认作为单纯自同一整体的灵魂是“自主动者”,但他承认灵魂具有潜能与现实的结构(自主活动且自知),在此点上与柏拉图相符。此外,他通过将运动的一般定义(潜能者的完满实现)视为一切变化的共通定义,而将狭义的运动定义(可动者的完满实现)严格限定于身体变化,从而化解了相关的疑难。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.53#3

” ὥστε δυνάμει ἅμα ἔσται καὶ ἐνεργείᾳ, καὶ οὔπω ὂν ἅμα καὶ ἤδη ὂν κατ’ ἐκεῖνο, ὃ λέγεται.1 καὶ τῷ ὄντι ἕν τι καὶ ἁπλοῦν ὂν οὐκ ἂν εἴη αὐτοκίνητον. καὶ γὰρ καὶ ἡ ψυχὴ πάντας ἔχουσα τοὺς λόγους τοὺς μὲν προχείρους ἔχει καὶ ἐνεργητικούς, τοὺς δὲ ἠρεμοῦντας καὶ δυνάμει τέως ὄντας ἐν αὐτῇ, καὶ τοῖς ἐνεργείᾳ οὖσι κινεῖ τοὺς τέως δυνάμει, κινοῦνται δὲ ἐκεῖνοι, καὶ οὕτως ἡ πᾶσα αὐτοκίνητος λέγεται. καὶ συνᾴδει καὶ ταύταις ταῖς ἐννοίαις Πλατωνικαῖς οὔσαις ὁ Ἀριστοτέλης. ἔστι γὰρ καὶ παρ’ αὐτῷ τῆς ψυχῆς ὁ μὲν δυνάμει νοῦς, ὁ δὲ ἐνεργείᾳ· καὶ ὁ δυνάμει γίνεται ἐνεργείᾳ ὑπὸ τοῦ ἐνεργείᾳ, διδασκούσης ἑαυτὴν τῆς ψυχῆς καὶ μανθανούσης παρ’ ἑαυτῆς καὶ ζητούσης καὶ εὑρισκούσης. πᾶσα γὰρ μάθησις διανοητική, ὡς αὐτὸς διδάσκει, καὶ ζήτησις δηλονότι καὶ εὕρεσις, ἐκ προυπαρχούσης γίνεται γνώσεως τῆς κατὰ τὸν ἐνεργοῦντα τότε νοῦν. καὶ διὰ τοῦτο ἴσως καίτοι κατὰ τὰς φυσικὰς κινήσεις τὴν αὐτοκινησίαν ὁρίζων παρέρριψεν ἐν τοῖς παραδείγμασιν τὸ “διδάσκοι γὰρ ἂν καὶ μανθάνοι” τὰ αὐτὰ ἐνδεικνύμενος, ὅτι ἔστι μὲν ἐν τῇ ψυχῇ τὸ διδάσκειν ἑαυτὴν καὶ μανθάνειν παρ’ ἑαυτῆς, ἀλλ’ οὐχ ὡς μιᾶς καὶ ἁπλῆς οὔσης, ὅπερ ἄτομον αὐτὸς τῷ εἴδει εἶπεν, ἀλλ’ εἰς τὸ δυνάμει καὶ ἐνεργείᾳ διαιρουμένης. διὸ καὶ εἰς τοῦτο τὸ ἄτοπον ἀπηγάγετο τὸν λόγον τὸ τὸ αὐτὸ ἓν ὂν καὶ ἄτομον τῷ εἴδει δυνάμει ἅμα καὶ ἐνεργείᾳ ἔσεσθαι καὶ οὔπω ὂν καὶ ἤδη ὄν, ὡς εἴ γέ τις διῃρημένην λαμβάνοι τὴν ψυχὴν εἰς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐκέτι ἄτοπον ἔσται2 τὸ τὸ αὐτὸ δυνάμει εἶναι καὶ ἐνεργείᾳ. αὐτενέργητος οὖν καὶ αὐτόγνωστος καὶ αὐθεύρετός ἐστιν ἡ ψυχὴ κατὰ τὸν Ἀριστοτέλην, ἀλλ’ οὐχ ὡς μία καὶ ἁπλῆ, ἀλλ’ ὡς ἐκ τοῦ δυνάμει καὶ ἐνεργείᾳ συγκειμένη. αὐτοκίνητον δὲ αὐτὴν οὐκ ἠξίωσε καλεῖν διὰ τὸ τὴν κίνησιν ἐν τοῖς σώμασι μόνοις θεωρεῖν· ταῦτα γὰρ τὰ συνεχῆ καὶ διαιρετὰ εἰς ἀεὶ διαιρετὰ πρώτως. καὶ διὰ τοῦτο καὶ ἡ κίνησις συνεχὴς καὶ διαιρετὴ καὶ διὰ τὴν κίνησιν ὁ χρόνος. ἀλλὰ πῶς κατὰ τὸν ὑπ’ αὐτοῦ τεθέντα τῆς κινήσεως ὁρισμὸν τὸν λέγοντα ἐντελέχειαν εἶναι τοῦ δυνατοῦ ᾗ δυνατὸν οὐχὶ καὶ κινεῖται ἡ ψυχὴ καὶ αὐτοκίνητός ἐστιν, εἴπερ ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ ὑφ’ ἑαυτῆς πρόεισι; μήποτε οὖν οὗτος μὲν ὁ ὁρισμὸς ὁ λέγων ἐντελέχειαν τοῦ δυνατοῦ ᾗ δυνατὸν κοινὸς πάσης ἐστὶ μεταβολῆς καὶ ψυχικῆς καὶ σωματικῆς καὶ ὅλως τῆς ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ προποδιζούσης. ὁ δὲ τῆς κινήσεως ὡς κινήσεως ἰδίως ὁρισμός ἐστιν·3 ἐντελέχεια τοῦ κινητοῦ ᾗ κινητόν. οὐχ ἁπλῶς οὖν πᾶσαν μεταβολὴν κίνησιν ἀξιοῖ καλεῖν ὁ Ἀριστοτέλης, ἀλλὰ τὴν συνήθη τὴν ἐπὶ τῶν σωμάτων· καὶ οὐδὲ ταύτην πᾶσαν· τὴν γὰρ γένεσιν καὶ τὴν φθορὰν διέκρινε τῆς κινήσεως, ὅτι τὸ μήπω ὂν οὐδεὶς ἂν λέγοι κινεῖσθαι κυρίως. ἀλλ’ εἶναι μὲν δεῖ τι κατ’ ἐνέργειαν τὸ κινούμενον, ἔχειν δέ τι δυνάμει, καθ’ ὃ ἐνεργοῦν λέγεται κινεῖσθαι.

”因此,就所说的事物而言,它将同时在潜能中并在现实中,同时尚未存在并已经存在。而事实上,作为单一且单纯的事物绝不可能是自主动者。因为即使灵魂具有一切理性原则(逻各斯),它也是把其中一些置于手边并具能动性,把另一些置于静止并在当时于自身中处于潜能,并以现实存在者推动当时处于潜能者,而后者受推动,这样整个灵魂才被称为自主动者。亚里士多德也与这些属于柏拉图式的观念相和谐。因为在他那里,灵魂的理智也有一者在潜能中,另一者在现实中;潜能的理智由现实的理智使其成为现实,此时灵魂教导自身并向自身学习、探究并发现。因为正如他自己所教导的,一切理智的学习,显然探究和发现也是如此,都是从依照当时现实活动着的理智而预先存在的知识产生的。或许正因如此,尽管他是依照自然学意义上的运动来界定自主动性的,他仍在诸范例中附带提到了“因为它将教导同时学习”,以此表明相同的事情:即教导自身并向自身学习确实存在于灵魂之中,但并非由于灵魂是单一且单纯的——这正是他自己所谓的在形式上不可分——而是由于灵魂被分割为潜能与现实。因此他也把论证归结为这种荒谬:同一事物在形式上作为单一且不可分的存在,将同时在潜能中并在现实中,尚未存在并已经存在;这意味着,如果有人把灵魂理解为被分割为潜能与现实,那么同一事物在潜能中并在现实中就将不再是荒谬的。因此,依照亚里士多德,灵魂是自主活动的、自知的、自主发现的,但并非作为单一且单纯者,而是作为由潜能与现实复合而成者。但他不认为灵魂配被称为自主动者,是因为他唯独在物体中考察运动;因为物体才首要地是连续的且可分割为永远可分割之物。正因如此,运动也是连续且可分的,并且由于运动,时间也是如此。然而,依照他所设立的将运动称为“潜能者作为潜能者的完满实现”的定义,既然灵魂由自身从潜能走向现实,灵魂岂不是既受推动又是自主动者吗?那么,或许这个表述为“潜能者作为潜能者的完满实现”的定义,对于一切变化——无论是灵魂的变化还是物体的变化,总之对于从潜能走向现实的变化——都是共通的;而专属于运动作为运动的定义则是:“可动者作为可动者的完满实现”。因此,亚里士多德并不认为一切变化都可以无条件地称为运动,而是认为唯有物体上习见的〔变化〕才配称;甚至连这也不是全部,因为他把生成和消灭与运动区分开来,因为没有人会严格地说尚未存在之物受推动。相反,受推动者必须现实地是某种东西,并且在潜能中具有某种东西,当它就此活动时,才被称为受推动。

语法注3 条
  1. 8.53ὥστε δυνάμει ἅμα ἔσται καὶ ἐνεργείᾳ, καὶ οὔπω ὂν ἅμα καὶ ἤδη ὂν κατ’ ἐκεῖνο, ὃ λέγεται.

    紧接亚里士多德引文的闭引号(”)之后,由 ὥστε 加直陈式将来时 ἔσται 构成结果分句,阐明前述假定带来的荒谬后果。中性分词短语 καὶ οὔπω ὂν ἅμα καὶ ἤδη ὄν 作 ἔσται 的表语补足成分,由 κατ’ ἐκεῖνο, ὃ λέγεται(“就所言之事而言”,如施动/受动、施教/受教)所修饰。

  2. 8.53ὡς εἴ γέ τις διῃρημένην λαμβάνοι τὴν ψυχὴν εἰς τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ, οὐκέτι ἄτοπον ἔσται

    该 ὡς 从句解释主句 ἀπηγάγετο τὸν λόγον(将论证归结于……)的意图与含义,内嵌一个混合条件句(条件分句用希求法 λαμβάνοι,结论分句用直陈式将来时 οὐκέτι ἄτοπον ἔσται),表达“意在表明:如果有人把灵魂理解为被分割的……,便将不再是荒谬的”。

  3. 8.53μήποτε οὖν οὗτος μὲν ὁ ὁρισμὸς ... κοινός ἐστι ... ὁ δὲ τῆς κινήσεως ... ἰδίως ὁρισμός ἐστιν

    μήποτε 配合直陈式现在时(ἐστι)是晚期哲学希腊语中表示审慎断言或推测性提议(“或许……难道不是……”)的常见惯用句式。通过 οὗτος μὲν ὁ ὁρισμὸς ... ὁ δὲ ... ἰδίως ὁρισμός 的整齐对属结构,将普遍适用于一切变化的统括定义与狭义“运动”的专有定义清晰对立起来。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1249.30-1250.31