- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1248.21-1249.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘论证了亚里士多德与柏拉图关于自主动者的分歧并非实质性的,而只是围绕“运动”一词用法的名义分歧。他通过引文表明,亚里士多德仅将身体性的、自然学的变化称为运动,而柏拉图将意欲和认识等灵魂活动也称为运动,并阐明了亚里士多德基于连续性与可分性的论证脉络。
ἡ τοίνυν διαφορὰ γέγονε, παρ’ ὅσον1 ὁ μὲν Πλάτων πᾶσαν τὴν ὁποιανοῦν μεταβολήν, τήν τε ἐνεργητικὴν καὶ τὴν παθητικήν, κίνησιν ὁμολογεῖ. καὶ ἐν μὲν Τιμαίῳ “λέγει”, φησίν, ἡ ψυχή, “κινουμένη διὰ πάσης αὑτῆς”, ἐν δὲ τῷ δεκάτῳ τῶν Νόμων· “ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ’ οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς ἑαυτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, ἐπιμελεῖσθαι, σκοπεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν, καὶ πᾶσαι ὅσαι τούτων συγγενεῖς πρωτουργοὶ κινήσεις.” ὁ μέντοι Ἀριστοτέλης μόνας τὰς φυσικὰς μεταβολὰς κινήσεις ἀξιῶν καλεῖν, τὴν ψυχὴν ἐνεργεῖν, ἀλλ’ οὐχὶ κινεῖσθαι νομίζει. καὶ δῆλός ἐστιν ἐν τῷ πρώτῳ τῆς Περὶ ψυχῆς τὰς φυσικὰς κινήσεις τῆς ψυχῆς ἀποφάσκων, ὅταν λέγῃ· “διχῶς δὴ λεγομένου τοῦ κινεῖσθαι” ἢ καθ’ αὑτὸ δηλονότι ἢ κατὰ συμβεβηκός “νῦν, φησίν, ἐπισκοποῦμεν περὶ τῆς ψυχῆς, εἰ καθ’ αὑτὴν κινεῖται καὶ μετέχει κινήσεως. τεσσάρων δὲ κινήσεων οὐσῶν, φορᾶς, ἀλλοιώσεως, φθίσεως, αὐξήσεως, ἢ μίαν τούτων κινοῖτο ἂν ἢ πλείους ἢ πάσας.” ταύτας δὲ καὶ ὁ Πλάτων ἀποφάσκει τῆς ψυχῆς ἐν ταῖς ἐννέα κινήσεσι ταῖς πρὸ τῆς ψυχῆς αὐτὰς ἐν τῷ δεκάτῳ τῶν Νόμων καταριθμούμενος, ψυχῆς δὲ κινήσεις τὰς πρόσθεν εἰρημένας παραδιδούς. καὶ δῆλον ὅτι καὶ ὁ Ἀριστοτέλης ταύτας δίδωσι τῇ ψυχῇ καὶ ἀπ’ αὐτῆς εἰς αὐτὴν αὐτὰς γινομένας οἶδεν, ἀλλ’ οὐ κινήσεις αὐτάς, ἀλλ’ ἐνεργείας καὶ πάθη καλεῖ. καὶ γὰρ ὅτι γινώσκει ἑαυτὴν ἡ ψυχὴ καὶ τελειοῖ πάντως οἶδεν Ἀριστοτέλης ὁ τοσαῦτα περὶ ψυχῆς φιλοσοφῶν, ἀλλ’ ὡς ἅπαξ τοῖς σώμασιν ἀπονέμων τὸ ἐκστατικὸν τῆς κινήσεως2 ἀκολούθως ἑαυτῷ οὐκ ἀξιοῖ τὴν ψυχὴν αὐτοκίνητον καλεῖν, ἀλλὰ τὸ ζῷον, ὡς ἐναργοῦς ἐν τῷ σώματι τῆς κινήσεως τῆς κατὰ τὸ κινεῖσθαι μόνον, ἣν καὶ μόνην εἶναι κίνησιν νομίζων ἐν τῷ κινουμένῳ τὴν κίνησιν ἀποτίθεται· ὥστε οὐ περὶ πρᾶγμα νῦν, ἀλλὰ περὶ ὄνομα τοῖς φιλοσόφοις ἐστὶν ἡ διαφορά, ὥσπερ καὶ ἐν τοῖς πλείοσι τῶν ἄλλων. αἴτιον δὲ οἶμαι 〈γίνε〉ται πολλαχοῦ τὸ τὸν μὲν Ἀριστοτέλη τὴν συνήθειαν τῶν ὀνομάτων βούλεσθαι φυλάττειν καὶ ἀπὸ τῶν τῇ αἰσθήσει ἐναργῶν τὰς ἐπιχειρήσεις ποιεῖσθαι, τὸν δὲ Πλάτωνα τούτων μὲν καταφρονεῖν πολλάκις, πρὸς δὲ τὰς νοητὰς θεωρίας εὐκόλως ἀνατρέχειν. βουλόμενος δὲ δεῖξαι ὁ Ἀριστοτέλης κατὰ ποίαν κίνησιν τὸ αὐτοκίνητον νῦν λαμβάνει καὶ ὅτι κατὰ τὴν σωματικήν, καθ’ ἣν ἡ ψυχὴ οὐ κατ’ αὐτὸν μόνον, ἀλλὰ καὶ κατὰ τὸν Πλάτωνα ἀκίνητός ἐστιν, ἀρχὴν τῆς ἀποδείξεως ἐποιήσατο τὸ τὸ κινούμενον ἐξ ἀνάγκης εἶναι πᾶν συνεχὲς3 καὶ διαιρετὸν εἰς ἀεὶ διαιρετά· τοιοῦτον δὲ τὸ σῶμα πρώτως. τί οὖν ἂν εἴη κατὰ ταύτην τὴν κίνησιν αὐτοκίνητον κυρίως ἢ τὸ ζῷον; οὔτε γὰρ τὸ σῶμα κινεῖν δύναται οὔτε ἡ ψυχὴ ταύτην κινεῖσθαι τὴν κίνησιν, ἀλλὰ τὸ μὲν σῶμα κινεῖται, μὴ κινουμένη δὲ ψυχὴ κινεῖ ἀκίνητος οὖσα· διὸ καὶ οὐδὲν ὅλον ἓν αὐτοκίνητον εἶναι βούλεται, ὅτι οὐδὲ τὸ κινούμενον κατὰ ταύτην τὴν κίνησιν κινεῖν δύναται πρώτως οὐδὲ τὸ κινοῦν κινεῖσθαι. καὶ τὸ ἄτοπον ἐναργὲς ἐπήγαγεν εἰπών· “φέροιτο γὰρ ἂν καὶ φέροι τὴν αὐτὴν φορὰν ἓν ὂν καὶ ἄτομον τῷ εἴδει, καὶ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν.
因此,分歧之所以产生,是在于柏拉图承认无论何种变化,无论主动的还是被动的,都是运动。他在《蒂迈欧篇》中说,灵魂“运动贯穿于自身整体而述说”;在《法篇》第十卷中又说:“灵魂确实以其自身的运动引导天、地、海中的万物,这些运动的名称是意欲、关照、考察、审议、正误地下判断、喜悦、悲伤、勇敢、畏惧、憎恨、关爱,以及一切与这些同类的首创运动。”然而亚里士多德认为唯有自然学意义上的变化才配称为运动,灵魂是在活动,却并非受推动。他在《论灵魂》第一卷中明确否认了灵魂具有自然学意义上的运动,当时他说道:“既然受推动有两种说法”——显然要么就自身而言,要么依偶性——他说:“我们现在正考察灵魂,它是否就自身而言受推动并分有运动。而既然运动有四种,即位移、质变、减损、增长,那么它要么因其中之一受推动,要么因多数,要么因全部。”然而柏拉图在《法篇》第十卷中把这些运动列入灵魂之前的九种运动时,也否认它们属于灵魂,并将前述者传授为灵魂的运动。显而易见,亚里士多德也承认这些属于灵魂,并且知道这些从灵魂产生并朝向灵魂自身,但他不称它们为运动,而是称为活动与受动。因为灵魂认识自身并完善自身,对灵魂做过如此深入哲学研究的亚里士多德完全知晓这一点;然而他一旦把运动的偏离本位的性质归属于身体,就首尾一贯地不认为灵魂配被称为自主动者,而是动物配称为自主动者,因为仅依照受推动而成立的运动在身体中是昭然若揭的,他认为唯有这种运动才是运动,并把运动归置于受推动者之中。因此,哲学家们的分歧现在并非关乎实情,而是关乎名称,正如在其他大多数事情上一样。而我认为原因往往在于,亚里士多德希望保持词语的习惯用法,并从对感觉昭然的事物出发进行论证;而柏拉图则常常轻视这些,轻易地溯及可知界的沉思。亚里士多德意图表明他是依照哪种运动在此时理解自主动者的,并且表明它是依照身体的运动——就这种运动而言,灵魂不仅在他看来,而且在柏拉图看来也是不可动的——他于是把一切受推动者必是连续的且可分割为永远可分割之物作为论证的始基;而身体首要地是此种事物。那么依照这种运动,除了动物之外,还有什么能严格地成为自主动者呢?因为身体既不能施推动,灵魂也不能受这种运动的推动,而是身体受推动,未受推动的灵魂作为不可动者在施推动。因此他也绝不主张任何单一的整体是自主动者,因为依照这种运动受推动者不能首要地施推动,施推动者也不能受推动。他指出其明显的荒谬,说道:“因为它在形式上作为单一且不可分的存在,将以同一位移被运送同时运送,被质变同时质变,以至于在教授的同时学习,在就同一种健康进行治疗的同时受到治疗。”
- 8.53παρ’ ὅσον
连词短语 παρ’ ὅσον 意为“在……的限度内”或“因为”,规定了主句中“分歧之所以产生”(ἡ διαφορὰ γέγονε)的根据与范围。
- 8.53ὡς ἅπαξ τοῖς σώμασιν ἀπονέμων τὸ ἐκστατικὸν τῆς κινήσεως
ὡς 与分词 ἀπονέμων 连用,引出亚里士多德的主观立场与论证前提。结合副词 ἅπαξ(“一旦”),表明他既然把运动的移位性/脱离原有状态的特性(τὸ ἐκστατικόν)划归身体,这就构成了紧接着的主动词 οὐκ ἀξιοῖ(不认为配……)的逻辑前提。
- 8.53ἀρχὴν τῆς ἀποδείξεως ἐποιήσατο τὸ τὸ κινούμενον ἐξ ἀνάγκης εἶναι πᾶν συνεχὲς
在双重中性定冠词 τὸ τό 中,第一个 τό 是宾格定冠词,将整个不定式从句(τὸ κινούμενον ... εἶναι πᾶν συνεχές)名词化并作 ἐποιήσατο 的宾语;第二个 τό 则是分词 κινούμενον 的定冠词。
