- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1247.11-1248.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘总结了亚里士多德关于第一施推动者必定不可动的论证,随后探讨了亚里士多德与柏拉图关于灵魂还是动物才是严格意义上的自主动者这一表面分歧。
" Φανερὸν τοίνυν ἐκ τούτων ἕως τοῦ τὸ πρῶτον ἐν πᾶσιν εἶναι τοῖς κινουμένοις ἀκίνητον." Δείξας, ὅτι πᾶν τὸ κινούμενον καὶ φύσει καὶ βίᾳ ὑπό τινος κινεῖται καὶ ὅτι πᾶν τὸ κινοῦν ἢ καὶ αὐτὸ ὑφ’ ἑτέρου τινὸς ἔξωθεν ἄλλου κινούμενον κινεῖ καὶ τοῦτο ἐπ’ ἄπειρον, ἢ εἰ τοῦτο ἄτοπον, ἢ εἰς ἀκίνητον ἵστασθαί τι τὸ πρώτως κινοῦν ἢ εἰς αὐτοκίνητον,1 ὃ κινούμενον μὲν κινεῖ, οὐκ ἔξωθεν δὲ κινούμενον, ἀλλ’ ὑφ’ ἑαυτοῦ καὶ τοῦ κινεῖσθαι καὶ τοῦ ἵστασθαι τὴν αἰτίαν ἔχον ἐν αὑτῷ· ταῦτα γάρ ἐστιν αὐτοκίνητα, ἃ καὶ τοῦ ἵστασθαι ἐν αὑτοῖς τὴν ἀρχὴν ἔχει καὶ τοῦ κινεῖσθαι. δείξας δέ, ὅτι καὶ ἐν τῷ αὐτοκινήτῳ τὸ κινοῦν ἀκίνητον ὂν καθ’ αὑτὸ κινεῖ τοῦ αὐτοκινήτου συγκειμένου ἔκ τε τοῦ κινοῦντος ἀκινήτου ὄντος καὶ ἐκ τοῦ κινουμένου μέν, μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος, ταῦτα οὖν δείξας διὰ πλειόνων, ἀναμιμνήσκει τε αὐτῶν συντόμως νῦν καὶ ἀκολούθως ἐπ’ αὐτοῖς συμπεραίνεται,2 ὅτι συμβαίνει τὸ πρῶτον κινοῦν ἐν πᾶσιν εἶναι τοῖς κινουμένοις ἀκίνητον, εἴπερ τῶν μὲν κινουμένων πάντων πρῶτον τὸ αὐτοκίνητον καὶ ἐν τούτῳ δὲ τὸ κινοῦν 〈ἀκίνητον〉. Ἐπεὶ δὲ περὶ τοῦ αὐτοκινήτου τοῖς λόγοις ὁ Ἀριστοτέλης διαφέρεσθαι πρὸς τὸν Πλάτωνα δοκεῖ, καλῶς ἂν ἔχοι καὶ ταύτην ἰδεῖν τὴν διαφοράν. καὶ ὅτι μὲν ἀρχὴ κινήσεως καὶ τῶν κινουμένων πάντων τὸ αὐτοκίνητον, ἀμφότεροι σαφῶς ὁμολογοῦσιν, ὁ μὲν Ἀριστοτέλης ἐν τούτοις λέγων ὡς “εἴ γε δέοι σκοπεῖν πότερον αἴτιον κινήσεως καὶ ἀρχή, τὸ αὐτὸ κινοῦν ἢ τὸ ὑπ’ ἄλλου κινούμενον, ἐκεῖνο πᾶς ἂν θείη”. ὁ δὲ Πλάτων ἐν Φαίδρῳ τε σαφῶς τὸ αὐτοκίνητον ‘πηγὴν καὶ ἀρχὴν κινήσεως’ εἶπεν. καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων, ἐν οἷς φησι συμπεραινόμενος ὁ Ἀθηναῖος ξένος· “ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν τὴν αὐτὴν αὑτὴν κινοῦσαν φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν.” καὶ ἔτι μέντοι τὸ ζῷον αὐτοκίνητον ἀμφότεροι λέγουσιν, ἀλλ’ ὁ μὲν Ἀριστοτέλης πρώτως καὶ κυρίως αὐτοκίνητον τὸ ζῷόν φησιν ἐκ ψυχῆς καὶ σώματος συνεστός, ὧν τὸ μὲν σῶμα κινεῖται, ἡ δὲ ψυχὴ κινεῖ ἀκίνητος οὖσα κατ’ αὐτόν, ὁ δὲ Πλάτων πρώτως μὲν καὶ κυρίως αὐτοκίνητον εἶναι τὴν ψυχὴν βούλεται πᾶσαν, ἢ ὡς τοῖς ἀκριβεστέροις τῶν ἐξηγητῶν δοκεῖ, τὴν λογικήν· διὰ δὲ ταύτην καὶ τὸ ζῷον αὐτοκίνητον γίνεσθαι, ἴχνους αὐτοκινησίας μεταλαμβάνον. καὶ ὅτι μὲν κυρίως αὐτοκίνητον εἶναι βούλεται τὴν ψυχήν, δηλοῖ τοῦτον αὐτῆς ὁρισμὸν ἀποδιδοὺς ἔν τε τῷ Φαίδρῳ καὶ ἔτι σαφέστερον ἐν τῷ δεκάτῳ τῶν Νόμων, ὅταν λέγῃ· “ᾧ δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα τὴν δυναμένην αὐτὴν αὑτὴν 〈κινεῖν κίνησιν; — τὸ αὑτὴν κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν〉 οὐσίαν3 κινεῖν, ᾗπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν”. ὅτι δὲ διὰ τὸ τὴν ψυχὴν αὐτοκίνητον εἶναι καὶ τὸ ζῷον αὐτοκίνητον εἶναι βούλεται, καὶ τοῦτο ἐδήλωσεν ἐν τῷ Φαίδρῳ λέγων· “πᾶν γὰρ σῶμα, ᾧ μὲν ἔξωθεν τὸ κινεῖσθαι, ἄψυχον, ᾧ δὲ ἔνδοθεν αὐτῷ ἐξ ἑαυτοῦ, ἔμψυχον, ὡς ταύτης οὔσης φύσεως ψυχῆς,” τῆς ἑαυτὴν δηλονότι κινούσης καὶ τὸ μετέχον αὐτοκίνητον φαίνεσθαι ποιούσης· ὥστε τεκμήριον μὲν τῆς ψυχικῆς αὐτοκινησίας τὴν τοῦ ζῴου αὐτοκινησίαν ἐποιήσατο, αἴτιον δὲ ταύτης ἐκείνην.
“由此显见……直到在一切受推动者中第一者是不可动的。” 在表明了凡受推动者无论依自然还是出于强迫都是被某物推动的,并且一切施推动者要么自己也是被另一个外在之物推动着而施推动且这至于无限,要么如果这是荒谬的,就止于某个作为首要施推动者的不可动者,或者止于自主动者——它虽受推动而施推动,却不是从外在受推动,而是被自身推动,在自身中具有受推动与静止的原因(因为那些在自身中具有受推动与静止的始基的事物,才是自主动者);并且在表明了即使在自主动者之中,施推动者作为自身不可动的存在也在施推动,而自主动者是由作为不可动的施推动者以及受推动但并非必然施推动者合成的之后——由于通过诸多论证表明了这些,他现在简要地重申它们,并依此总结道:在一切受推动者中第一施推动者必定是不可动的,如果在一切受推动者中首要的是自主动者,而在这个自主动者之中的施推动者是〈不可动的〉。 既然亚里士多德在言辞上就自主动者似乎与柏拉图意见相左,那么考查这一分歧也是恰当的。自主动者是运动以及一切受推动者的始基,这一点双方都明确赞同;亚里士多德在这些篇章中说道:“如果要考查运动的原因和始基是推动自身的物还是被他物推动的物,任何人都会确立前者”;而柏拉图在《斐德罗篇》中明确称自主动者为“运动的源泉和始基”。在《法篇》第十卷中,雅典异乡人在总结时也说:“因此,我们将必然宣布,那推动自身的运动作为一切运动的始基,并且首要地发生于静止者之中、存在于受推动者之中,是一切变化中最古老、最有力的。”此外,双方也都说动物是自主动者;但是亚里士多德说,由灵魂和身体构成的动物才是首要且严格意义上的自主动者,其中身体受推动,而按他的看法灵魂是不可动的却施推动;柏拉图则主张一切灵魂——或者如更严谨的诠释者所认为的,理性灵魂——才是首要且严格意义上的自主动者;由于灵魂的缘故,动物通过分有自主动性的一丝痕迹,才成为自主动者。而他主张灵魂是严格意义上的自主动者,这一点由他在《斐德罗篇》以及更明确地在《法篇》第十卷给出其定义时显明了出来,他说:“凡以‘灵魂’为名者,它的界说是什么?除了刚才所说的能够推动自身的运动之外,我们难道还有别的界说吗?——你说推动自身就是拥有我们大家都称为灵魂的这一名称的那同一实体所具有的界说吗?”而至于因为灵魂是自主动者动物才被他视作自主动者,他也通过在《斐德罗篇》中这样说表明了这一点:“因为凡从外部接受运动的身体都是无灵魂的,而凡从内部源于自身的身体都是有灵魂的,既然这就是灵魂的本性,”显然即推动自身并使得分有它的事物显现为自主动者的本性;因此他把动物的自主动性作为灵魂自主动性的明证,而把后者作为前者的原因。
- 8.53ἢ εἰς ἀκίνητον ἵστασθαί τι τὸ πρώτως κινοῦν ἢ εἰς αὐτοκίνητον
不定词 ἵστασθαι 是从此前由 ὅτι 引导的定式动词结构(κινεῖ)转为带宾格的不定词结构,仍受统领性的表明分词 Δείξας 支配。其宾格主语为 τι τὸ πρώτως κινοῦν,意为“某个首要施推动者……止于不可动者或自主动者”。
- 8.53Δείξας... ταῦτα οὖν δείξας διὰ πλειόνων, ἀναμιμνήσκει τε... καὶ συμπεραίνεται
由开篇分词 Δείξας 引领的长句。在经过多个 ὅτι 从句及析取支(ἢ καὶ αὐτό... ἢ εἰς ἀκίνητον... ἢ εἰς αὐτοκίνητον...)并由 δείξας δέ 进一步补充展开后,由于主谓距离过远,通过带有复指小词 οὖν 的 ταῦτα οὖν δείξας διὰ πλειόνων 重新捡起分词结构,最终落实到主动词 ἀναμιμνήσκει 与 συμπεραίνεται 上。
- 8.53τὸ αὑτὴν κινεῖν φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν
引自柏拉图《法篇》896a(含有校勘补充处)。τὸ αὑτὴν κινεῖν(“推动自身”)与 λόγον 构成谓述关系,τὴν αὐτὴν οὐσίαν 作不定词 ἔχειν 的宾格主语,意为“那同一实体拥有‘推动自身’这同一界说”。
