← 辛普里丘

亚里士多德《物理学》注释

§1245.28-1247.10

首要自主动与潜在意义上的部分可分性

辛普利丘根据现实与潜在的区分,解释了亚里士多德关于自主动者即使具有可分部分亦作为全体首要自主动的解决方式。他还援引了亚历山大的疑问与解释,探讨其与《物理学》第七卷开篇论证的协调性以及假设部分静止的含义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.52#2

λαβὼν γὰρ ὡς ἐναργὲς τὸ τὸ ἱστάμενον τῷ ἄλλο παύσασθαι κινούμενον ὑπ’ ἄλλου κινεῖσθαι καὶ ὑποτιθέμενος τὸ πρώτως αὐτοκίνητον καὶ ἀφελών τι μόριον ἀπ’ αὐτοῦ (συνεχὲς γὰρ πᾶν τὸ κινούμενον) καὶ στήσας αὐτὸ καὶ εὑρὼν τῇ τοῦ μέρους ἀφαιρέσει καὶ στάσει ἱστάμενον τὸ πρώτως αὐτοκίνητον, ἔδειξεν ὅτι ὑπό τινος κινεῖται. ἐνταῦθα δὲ ὁ ἀπορῶν κινούμενον ὑποθέμενος τὸ λοιπὸν ἔδειξεν, ὅτι οὐκ ἔστι πρώτως αὐτοκίνητον. λύει δὲ τὴν ἀπορίαν ὑποθέμενος ἔτι δύνασθαι εἶναι συνεχὲς καὶ διαιρετὸν καὶ τὸ κινοῦν, ἐπειδὴ μήπω ἔδειξεν, ὅτι ἀμερές ἐστι καὶ ἀδιαίρετον τοῦτο. οὐδὲν οὖν κωλύει, φησίν, ἢ καὶ τὸ κινοῦν διαιρετὸν εἶναι, εἰ καὶ τοῦτο ὑποτεθείη τοιοῦτον, ἢ τὸ κινούμενον μόνον· διαιρετὸν δὲ δυνάμει καὶ οὐκ ἐντελεχείᾳ, τουτέστιν οὐ διῃρημένον, ἀλλ’ ἓν καὶ συνεχὲς εἰλημμένον. τοιούτου δὲ ὄντος αὐτοῦ οὐδέν ἐστι τότε τῶν μερῶν αὐτοκίνητον κατ’ ἐνέργειαν, ἐπεὶ μηδὲ ἔστιν ἐνεργείᾳ καθ’ ἑαυτὰ τὰ μέρη, ὥστε τὸ ὅλον ἔσται πρώτως αὐτοκίνητον ἐνεργείᾳ· δυνάμει δὲ οὐδὲν κωλύεται καὶ τὸ μέρος εἶναι. ὅταν δὲ διῃρημένον ἤδη κατ’ ἐνέργειαν ληφθῇ, τότε πάλιν αὐτοκίνητον ἐνεργείᾳ γίνεται τὸ μετὰ τὴν ἀφαίρεσιν μορίου τινὸς ἔτι κινούμενον. ὥστε εἰ μὲν ἐν τῷ ὅλῳ τῷ πρώτῳ ληφθέντι ἐνεργείᾳ τὸ ἔλαττον ἦν περιεχόμενον, οὐκ ἂν ἦν τὸ ὅλον πρώτως αὐτοκίνητον. εἰ δὲ μὴ ἔστιν ἐνεργείᾳ, κατὰ δὲ τοῦ ἐνεργείᾳ ὄντος τὸ πρώτως αὐτοκίνητον κατηγορεῖται, εἴη ἂν τὸ ὅλον πρὸ τοῦ διαιρεθῆναι πρώτως αὐτοκίνητον. οὐδὲν οὖν κωλύει διαιρετῶν ὑποκειμένων δυνάμει πρώτως ἐν τοῖς μέρεσιν εἶναι τὸ αὐτοκίνητον, κἂν ἐνεργείᾳ πρώτως ἐν τῷ ὅλῳ ᾖ. δύναται δὲ τὸ δυνάμει τῷ διαιρετοῖς συντετάχθαι,1 ἵνα μή τις ἀκούσῃ τοῦ διαιρετοῖς ὡς διῃρημένοις. ἐν γὰρ τῷ δυνάμει διαιρετῷ οὐδὲν τῶν μορίων ἐστὶ καθ’ αὑτό. ὃ δὲ μὴ καθ’ αὑτό ἐστιν, οὐδ’ ἂν αὐτοκίνητον εἴη. ὅταν δὲ διαιρεθῇ, ἀλλάσσει τὴν φύσιν καὶ ἐνεργείᾳ γίνεται. ‘πῶς οὖν, φησὶν ὁ Ἀλέξανδρος, αὐτὸς ἐνιστάμενος τοῦ ἀπὸ τοῦ μέρους τοῦ αὐτὸ κινοῦντος καὶ ὅλον οὕτως αὐτοκίνητον λέγοντος οὐκ ἔφη τὸ ὅλον ἔσεσθαι πρώτως αὐτοκίνητον ἀλλὰ τὸ μέρος αὐτοῦ, 〈ὃ〉 καὶ ἀφαιρεθὲν αὐτοκίνητον μένει; καὶ λύει τὴν ἀπορίαν καλῶς, ὅτι οὕτω λέγων τὸ μέρος ἐν τῷ ὅλῳ αὐτοκίνητον ὡς ἐνεργείᾳ ἑαυτὸ κινοῦν ἤδη ὑπετίθετο. εἰ δὲ τοῦτο, ὡς διῃρημένον καὶ καθ’ ἑαυτὸ ὑφεστὸς ἐλαμβάνετο. ἐνταῦθα δὲ ἐν τῷ ὅλῳ αὐτοκινήτῳ συνεχεῖ ὄντι τὸ ἔλαττον διὰ τὸ μηδέπω διῃρῆσθαι τὸ συνεχὲς οὐ κινεῖται καθ’ αὑτό, μὴ κινούμενον δὲ οὐδ’ ἂν δύναιτο λέγεσθαι πρώτως αὐτοκίνητον. ἄλλην δὲ εἶπεν φύσιν γίνεσθαι, ὅτι τέως δυνάμενον καὶ μηδέπω ὄν, τοῦτο ἐνεργείᾳ γέγονεν.” καὶ ἄλλως δὲ τούτῳ ἐπέβαλεν ὁ Ἀλέξανδρος, ὅτι κἂν διαιρετὸν ᾖ τὸ κινούμενον, οὐκ ἤδη καὶ ὡς κινούμενον διαιρετὸν ἔσται. ἐνδέχεται γὰρ διαιρεθὲν αὐτὸ μηκέτι ὑπὸ τοῦ κινητικοῦ, ὑφ’ οὗ τὸ ὅλον ἐκινεῖτο, κινεῖσθαι ἄλλης φύσεως γενόμενον καὶ μὴ μεῖναν τοιοῦτον, οἵου ὄντος αὐτοῦ κινητικὸν ἦν τὸ ἀκίνητον. “ἀλλ’ εἰ μετὰ τὴν ἀφαίρεσιν κινεῖται τὸ λοιπὸν τοῦ αὐτοκινήτου, οὐκ ἄν, φησὶν ὁ Ἀλέξανδρος, ὑγιῶς ἡ δεῖξις ἔχοι ἡ ἐν τῷ πρὸ τούτου βιβλίῳ, δι’ ἧς ἐδόκει δείκνυσθαι πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι. ἀλλὰ μήποτε, φησίν, οὐ τοῦτό ἐστιν, ὃ κινεῖται τὸ μέρος, ἀλλ’ ἐν τῇ συνεχείᾳ ὂν αὐτὸ ὑπετίθετο ἠρεμεῖν. τὸ δὲ διῃρήσθω ἔλεγεν, οὐχ ἵνα χωρισθῇ τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου, ἀλλ’ ἵνα ἐν τῇ συνεχείᾳ μένον ληφθῇ ἠρεμοῦν. ὅτι γὰρ συνεχὲς αὐτὸ καὶ ὅλον ἐτήρει, δῆλον ἐξ ὧν ἐπήνεγκε. τοῦ γὰρ ΓΒ, φησί, μὴ κινουμένου, ὃ ἦν μέρος τοῦ πρώτως αὐτοκινήτου ὑποκειμένου τοῦ ΒΑ, οὐ κινηθήσεται, φησί, τὸ ΑΒ, ὡς ἔτι ἓν καὶ συνεχὲς μένον· γελοῖον γὰρ τὸ ἀφελόντα ἀπ’ αὐτοῦ τὸ ΓΒ λέγειν μὴ κινηθήσεσθαι τὸ ὅλον, ὃ μηδὲ ἦν ἔτι, εἰ ἦν ἀφῃρημένον ἀπ’ αὐτοῦ τὸ ΓΒ. τούτου μέντοι, φησὶν ὁ Ἀλέξανδρος, λεγομένου δεῖ ζητεῖν, πῶς δυνατὴ ἡ ὑπόθεσις ἡ ἐν τῷ πρώτως αὐτοκινήτῳ μέρος τι ὑποτιθεμένη ἠρεμεῖν. εἰ γάρ τις λέγοι αὐτὸν ἐκεῖ μὴ τοῦτο λέγειν, ἀλλ’ ὅτι, εἰ ἀφαιρεθείη τοῦ ΑΒ ὅλου τοῦ αὐτοκινήτου μέρος τὸ ΓΒ καὶ σταίη, μηκέτι τὸ ὅλον ἔσεσθαι κινούμενον, εἰ καὶ τὸ καταλειπόμενον κινοῖτο· οὐκέτι γὰρ ὅλον τὸ καταλειπόμενόν ἐστιν ἀφαιρεθέντος αὐτοῦ μέρους, οὐκ ἂν δὲ οὐδὲ μεῖναν ὅλον οὐδ’ ἄν κινοῖτο ὅλον, πάνυ ἄν αὐτὸν λέγοι λογικῶς τε καὶ διαλεκτικῶς, ἀλλ’ οὐ φυσικῶς οὐδὲ ἀποδεικτικῶς ἐπικεχειρηκέναι.”2

因为他把“由于另一物停止受推动而停止者是被另一物推动的”作为自明之事来接受,并假定了首要的自主动者,又从它之中减去某个部分(因为凡受推动者皆是连续的)并使之停止,通过该部分的减去与停止发现首要的自主动者也停止了,从而表明它是被某物推动的。然而在这里,提出疑难者通过假设剩余部分受推动,表明它并非首要的自主动者。而他通过进一步假设施推动者也可以是连续且可分的,从而解决了这一疑难,因为他尚未表明这者是无部分且不可分的。因此,他说,无论是施推动者也是可分的(如果这者也被假定为如此),还是唯独受推动者是可分的,都没有什么妨碍;但这是潜在地而非现实地可分,也就是说,并非已被分割,而是被当作一个连续的整体来把握的。当它是这种状态时,其各个部分在当时都不是现实上自主动的,因为这些部分就其自身而言在现实上甚至不存在,因此全体在现实上将是首要的自主动者;但没有任何妨碍部分在潜在上也是如此。然而,当它被作为在现实上已被分割者把握时,那么在减去某个部分之后仍然受推动者,就再次在现实上成为自主动者。因此,如果在最初把握的全体中在现实上包含着较小的部分,那么全体就不会是首要的自主动者了。但如果它在现实上不存在,并且首要的自主动者是被述谓于现实存在之物的,那么被分割之前的全体就应当是首要的自主动者。因此,在底层事物是可分的情况下,自主动者潜在地首要存在于各部分之中并没有什么妨碍,即使在现实上它是首要存在于全体之中。“潜在地”这一词也可以与“可分者”相联结,以免有人将“可分者”理解为“已被分割者”。因为在潜在可分者之中,没有任何部分是就自身而言存在的。而凡非就自身而言存在者,甚至也不会是自主动者。但是当它被分割时,它改变了本性并在现实上生成。 “那么,”亚历山大说,“他自己当初反驳那个从自身推动的部分出发、因而主张全体是自主动者的人时,为何说首要自主动的将不是全体,而是它的部分,即那即使被减去后也依然保持为自主动者的〈部分〉呢?他很好地解决了这个疑难,指出这样说的人是将全体中的部分假设为在现实上已经在推动自身了。如果是这样的话,它就是被当作已分割的、就自身自存的物来把握的。但在这里,在作为连续者的自主动全体之中,较小的部分由于连续者尚未被分割,并不是就自身而言受推动的,而既然不受推动,它甚至不能被称为首要的自主动者。而他说‘生成另一种本性’,是因为此前潜在存在且尚未存在之物,在现实上生成了。” 亚历山大还以另一种方式探讨了这一点:即使受推动者是可分的,它也不会立刻作为受推动者而成为可分的。因为完全可能的是,当它被分割之后,不再被那推动全体的推动因素推动,生成了另一种本性,并不再保持为不动者在其如此存在时能够推动它的那种事物。 “但是,如果在减去之后自主动者的剩余部分受推动,”亚历山大说,“那么在本卷之前的那一卷中、似乎藉以表明凡受推动者皆被某物推动的那个论证,就不会是健全的了。然而或许,”他说,“并不是指部分受推动这一回事,而是在它处于连续状态时,他假设它处于静止。而他说‘假定它已被分割’,并不是为了使一者从另一者分离,而是为了让它在保持连续状态的同时被设想为静止。因为他将它保持为连续的和全体,从他随后补充的内容中是显而易见的。因为他说,当ΓΒ(它曾是被假设为首要自主动者ΒΑ的一部分)不受推动时,ΑΒ将不再受推动,因为它仍然保持为一个连续者;因为如果说在从它之中减去了ΓΒ之后,那如果ΓΒ被减去便甚至不再存在的全体不会受推动,这是可笑的。然而,”亚历山大说,“在这样说的同时,必须探讨:在首要自主动者中假设某个部分处于静止的这一假定,究竟如何可能成立?因为如果有人说,他在那里并不是说这个,而是说,如果自主动全体ΑΒ的部分ΓΒ被减去并停止,那么全体将不再是受推动的,即使留存下的部分在运动——因为被减去部分之后的留存者不再是全体,并且既然未保持为全体,它也不会作为一个全体受推动——那么这个人所说的就是指他完全是合乎逻辑和辩证地、而非自然学地或论证性地进行了推论。”

语法注2 条
  1. 8.52δύναται δὲ τὸ δυνάμει τῷ διαιρετοῖς συντετάχθαι

    讨论了原文引文 ἐν διαιρετοῖς δυνάμει πρώτως ἐνεῖναί τι 中 δυνάμει 的句法连结。虽然通常可以将其与动词词组连读(即“潜在地首要存在”,δυνάμει πρώτως ἐνεῖναι),但辛普利丘指出 δυνάμει 也可以直接与 διαιρετοῖς 组合,表示“潜在可分者”,以防止人们将可分者误解为“已被分割者”。

  2. 8.52εἰ γάρ τις λέγοι αὐτὸν ἐκεῖ μὴ τοῦτο λέγειν ... πάνυ ἂν αὐτὸν λέγοι λογικῶς τε καὶ διαλεκτικῶς, ἀλλ’ οὐ φυσικῶς οὐδὲ ἀποδεικτικῶς ἐπικεχειρηκέναι

    该长句的核心骨架是一个潜在条件句(条件从句 εἰ ... λέγοι 配以主句 πάνυ ἂν ... λέγοι 加上 ἄν)。中间嵌套了复杂的间接引语结构:ἀλλ’ ὅτι, εἰ ... ἀφαιρεθείη ... καὶ σταίη, μηκέτι τὸ ὅλον ἔσεσθαι κινούμενον,以及插入的因果解释句(οὐκέτι γὰρ ...)。主句中 λέγοι 的再次出现使中断的句法主干得以闭合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1245.28-1247.10