← 辛普里丘

亚里士多德《物理学》注释

§1244.11-1245.28

推动者的连续性与自运者的可分性

辛普里修考察了亚历山大关于《物理学》258a21开头语法破格的解释,阐明了亚里士多德出于假设将施推动者亦视为连续者的理由以及为何是全体而非部分推动自身,并分析了围绕线段可分性而提出的疑难结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.52#1

" Εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν ἕως τοῦ ὥστε οὐδὲν κωλύει ἐν διαιρετοῖς δυνάμει πρώτως ἐνεῖναί τι." Ἡ ἐν ἀρχῇ τῆς ὅλης ταύτης ῥήσεως λέξις ἡ λέγουσα εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν, τὸ μὲν γὰρ κινούμενον καὶ τὰ ἑξῆς ἀκαταλληλότερον ἔχειν δοκεῖ τῷ Ἀλεξάνδρῳ· “ὡς γὰρ ἀνταποδώσων, φησί, τό ‘εἰ δὲ μὴ συνεχές’ οὕτως εἶπεν, οὐδὲν δὲ ἀνταποδίδωσι.1 μήποτε οὖν, φησί, τὸ λεγόμενον τοιοῦτόν ἐστιν· εἰ μὲν οὖν συνεχές ἐστι τὸ κινοῦν, ἔτι ἄδηλον. ἐπεὶ μέντοι τὸ κινούμενον τὸ ἐν τῷ αὐτοκινήτῳ συνεχές ἐστι, δῆλον ὅτι τὸ πᾶν τὸ ἐκ τοῦ κινοῦντος καὶ τοῦ κινουμένου, ὅπερ ἐστὶ τὸ αὐτοκίνητον, αὐτὸ ἑαυτὸ κινεῖ.” οὕτω μὲν ὁ Ἀλέξανδρος. μήποτε δὲ ὡς ἐπὶ γραμμῶν ποιησάμενος τὴν ἀπόδειξιν, ἐξ ὑποθέσεως καὶ τὸ κινοῦν συνεχὲς λαμβάνει. δηλοῖ δὲ καὶ ἡ ἐπαγομένη ἀπορία, ὅτι συνεχὲς ὑπέθετο καὶ τὸ κινοῦν, λέγουσα· ἀπορίαν δὲ ἔχει, ἐὰν ἀφέλῃ τις ἢ τῆς Α, εἰ συνεχὲς μὲν τὸ κινοῦν ἀκίνητον δέ. βούλεται οὖν διὰ τοῦ νῦν λεγομένου τὸν τρόπον δεῖξαι τῆς τοῦ αὐτοκινήτου κινήσεως προειπών, ὅτι ἐκ κινοῦντος ἀκινήτου σύγκειται, καὶ ἐκ κινουμένου μέν, μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος. καὶ τοῦτο πάλιν αὐτὸ βεβαιούμενος λέγει, ὅτι τοῦ μὲν κινουμένου ἐξ ἀνάγκης συνεχοῦς ὄντος, ὡς δέδεικται πρότερον, τοῦ δὲ κινοῦντος ὑποτιθεμένου συνεχοῦς, δῆλον ὅτι αὐτοκίνητον λέγεται, ὡς πᾶν αὐτὸ ἑαυτὸ κινοῦν. πᾶν δὲ αὐτό τι ἑαυτὸ κινεῖν λέγεται οὐ τῷ αὐτοῦ τι εἶναι τοιοῦτον μέρος, οἷον αὐτὸ αὑτὸ κινοῦν, ὡς ὑποτεθὲν πρότερον ἠλέγχθη (οὐκ ἄρα οὕτως αὐτοκίνητον τὸ ζῷον, ὡς αὐτοκίνητον ἐν αὑτῷ τὴν ψυχὴν ἔχον), ἀλλ’ ὅλον κινοῦν αὐτὸ αὑτὸ καὶ ὅλον κινούμενόν τε καὶ κινοῦν, οὐ μέντοι καθ’ ὅλον ἑαυτὸ κινοῦν καὶ καθ’ ὅλον κινούμενον, ἀλλὰ τῷ αὐτοῦ τι εἶναι τὸ κινοῦν καὶ ἄλλο τὸ κινούμενον. οὐ γὰρ ὅλον κινεῖ τὸ ΑΒ οὐδὲ ὅλον κινεῖται, ἀλλὰ κινεῖ μὲν μόνον ἡ τὸ Α, κινεῖται δὲ μόνον ἡ τὸ Β. κἂν γὰρ κινῇ ποτὲ ἡ τὸ Β, ἀλλ’ οὐκ ἐξ ἀνάγκης. κατὰ κοινοῦ δὲ τὸ μόνον ἀκουστέον.2 ἔν τισι δὲ ἀντιγράφοις μετὰ τὸ κινεῖται δὲ ἡ τὸ Β μόνον πρόσκειται τὸ δὲ Γ ὑπὸ τοῦ Α οὐκέτι· ἀδύνατον γάρ. οὐκ οἶδε δὲ τὴν προσθήκην ταύτην ὁ Ἀλέξανδρος, οὐδὲ τὰ πλείονα, ὡς ἔοικε, τῶν ἀντιγράφων. εἰ δὲ ἐξ ἀρχαίου γεγραμμένον εἴη, λέγοι ἄν, ὅτι ἡ πρώτη σύστασις τοῦ αὐτοκινήτου ἐκ κινοῦντός ἐστιν ἀκινήτου καὶ κινουμένου, ὃ κινεῖν μέν ποτε καὶ αὐτὸ κινούμενον πέφυκεν, οὐ μέντοι ἐξ ἀνάγκης κινεῖν. τὸ δὲ μόνως κινούμενον, μηκέτι δὲ κινοῦν ἕτερον οἷον τὸ Γ (τοιοῦτον γὰρ ἐξ ἀρχῆς ὑπετέθη τὸ Γ), καίτοι κινούμενον καὶ αὐτὸ ὑπὸ τοῦ Α διὰ τοῦ Β, καὶ μᾶλλον ὑπὸ τοῦ Α κινούμενον ἢ ὑπὸ τοῦ Β, ὡς δέδεικται πρότερον, ὅμως οὐ κινεῖται ὑπὸ τοῦ Α οὕτως, ὡς συμπληροῦν τὸ αὐτοκίνητον. ἐκεῖνο γὰρ τὸ κινούμενον συμπληροῖ τὸ αὐτοκίνητον, ὃ προσεχῶς ὑπὸ τοῦ ἀκινήτου κινούμενον δύναμιν ἔχει καὶ αὐτὸ τοῦ ποτὲ κινεῖν. Εἰπὼν δέ, ὅτι τὸ αὐτοκίνητον οὐ τῷ μόριον ἔχειν ἑαυτὸ κινοῦν αὐτοκίνητόν ἐστιν, ἀλλὰ τῷ τὸ ὅλον εἶναι τοιοῦτον, ἐφεξῆς ἀπορεῖ πρὸς τὸ τὸ ὅλον αὐτοκίνητον εἶναι πρώτως. ἐὰν γὰρ ἀφέλῃ τις, φησίν, ἢ τῆς Α, εἰ συνεχὲς ὑποτεθείη τὸ κινοῦν, ἀκίνητον δέ, ἢ τῆς Β τῆς κινουμένης συνεχοῦς οὔσης ἢ καὶ ἀμφοῖν, δῆλον ὅτι 〈τῆς Α καὶ τῆς Β〉, ἡ λοιπὴ ἄρα τῆς Α κινήσει ἢ τῆς Β κινηθήσεται ἢ οὔ; ἑκατέρως γὰρ ἄτοπον ὑπαντᾶν τι δοκεῖ. εἰ μὲν γὰρ μὴ κινεῖ ἢ μὴ κινεῖται μορίου ἀφαιρεθέντος τὸ λοιπόν, ἄτοπον, εἴπερ μὴ μόριον ἦν ἐν αὐτῷ τὸ κινούμενον, ἀλλὰ τὸ ὅλον.3 τοῦτο δὲ αὐτὸς παρῆκε διελεῖν καὶ ἐλέγξαι ὡς πρόχειρον ὄν. εἰ δὲ κινεῖ τὸ λοιπὸν τῆς Α ἢ κινεῖται τὸ λοιπὸν τῆς Β, οὐκ ἂν εἴη πρώτως ὑφ’ ἑαυτῆς κινουμένη ἡ ΑΒ, εἴπερ ἀφαιρεθείσης ἀπὸ τῆς ΑΒ ἔτι κινήσει ἑαυτὴν ἡ λοιπὴ ἡ μετὰ τὴν ἀφαίρεσιν ΑΒ. ταύτῃ δὲ τῇ ἐπιχειρήσει καὶ ἐν τῷ πρὸ τούτου βιβλίῳ κατὰ τὴν ἀρχὴν ἐχρήσατο, βουλόμενος δεῖξαι ὅτι τὸ αὐτοκίνητον ὑπό τινος κινεῖται.

“因此,如果施推动者是连续的,直至因此没有什么妨碍某物首要地存在于潜在可分者之中。” 在整段话开头的文句,即“因此,如果施推动者是连续的,因为受推动者……”等等,在亚历山大看来在语法句式上显得不太合拍:“因为他说,他仿佛要用‘但如果不连续’来进行相应照应那样说了这番话,却根本没有做出照应。因此,他说,所说的意思或许是这样的:‘因此,施推动者是否连续,尚不清楚;然而,既然自主动者中受推动者是连续的,显而易见,由施推动者与受推动者组成的全体——即自主动者——是在推动自身。’”亚历山大是这样说的。但或许,他如同基于线段来进行证明那样,出于假设也将施推动者当作为连续的。随之引出的疑难也表明,他假设了施推动者也是连续的,其说道:“但存在一个疑难,如果有人从Α中减去,假设施推动者是连续的但却是不动的……”因此,他希望通过现在所说的话来展示自主动者的运动方式,他在先前已说过它是由不动的施推动者与受推动却并非必然施推动者合成的。而再次确证这一点时,他说,在受推动者如先前所表明的那样必然是连续的,且施推动者被假设为连续的情况下,显而易见,它被称为自主动者是作为全体推动自身。然而,某物被称为全体推动自身,并不是由于它自身的某个部分是推动自身的那类东西,正如先前假设并已被驳斥的那样(因此动物并不是以自身内具有灵魂作为自主动者的方式而成为自主动者的),而是作为全体推动自身,并且全体既受推动又施推动,但并不是在全体上推动自身且在全体上受推动,而是由于它的一部分是施推动者,而另一部分是受推动者。因为ΑΒ并不是在全体上施推动,也不是在全体上受推动,而是唯独Α施推动,唯独Β受推动。因为即使Β有时施推动,也并非必然地。而且“唯独”应当被理解为对两者公用。在某些抄本中,在“而唯独Β受推动”之后还附有“但Γ不再被Α推动;因为这是不可能的”。亚历山大并不知道这个增文,而且看起来大部分抄本也不知道。但如果这是自古就写下的,他可能是在说,自主动者的首要构成是由不动的施推动者和受推动者组成的,后者本性上自身在受推动的同时有时也会施推动,然而并非必然地施推动。至于仅仅受推动、不再推动其他事物者,例如Γ(因为Γ从一开始就是这样被假设的),尽管它自身也通过Β被Α推动,并且如先前所表明的那样,比起被Β推动更主要地是被Α推动,但它却并不是以补全自主动者的方式被Α推动的。因为正是那直接被不动者推动、自身也具有有时施推动之能力的受推动者,才补全了自主动者。 在指明自主动者并不是因为具有推动自身的部分而是自主动者、而是因为全体是如此这般之后,他接下来针对全体首要地是自主动者提出了疑难。因为他说,如果有人从Α中减去(假设施推动者是连续的但不动),或者从连续且受推动的Β中减去,或者从两者中减去(显然是〈从Α与Β中〉减去),那么Α的剩余部分会施推动,或者Β的剩余部分会受推动,还是不会?因为在两种情况下似乎都会遇到荒谬。如果当部分被减去时,剩余部分不再施推动或不再受推动,这是荒谬的,如果确实在它之中受推动的不是部分而是全体的话;这一点他自己省略了加以区分和驳斥,因为它是显而易见的。但如果Α的剩余部分施推动,或者Β的剩余部分受推动,那么ΑΒ就不会是首要地被自身推动的,如果在从ΑΒ中减去之后,减去之后的剩余ΑΒ仍然会推动自身的话。他在本书之前的那一卷的开头也使用了这个论证,意在表明自主动者是被某物所推动的。

语法注3 条
  1. 8.52ὡς γὰρ ἀνταποδώσων, φησί, τό ‘εἰ δὲ μὴ συνεχές’ οὕτως εἶπεν, οὐδὲν δὲ ἀνταποδίδωσι

    ὡς 连用将来时分词(ἀνταποδώσων)表示主观意图或预设:“仿佛打算以‘但如果不连续’作为对应项那样”。亚历山大在此指出了亚里士多德原文中 εἰ μὲν οὖν... 缺乏明确呼应分句的语法破格(ἀκαταλληλία)。

  2. 8.52κατὰ κοινοῦ δὲ τὸ μόνον ἀκουστέον

    κατὰ κοινοῦ ἀκουστέον 是注疏家惯用句式,意为“‘唯独’(μόνον)应当公用地被理解”,即该副词不仅适用于后一句(κινεῖται δὲ μόνον ἡ τὸ Β),也同样适用于前一句(κινεῖ μὲν ἡ τὸ Α)。

  3. 8.52εἰ μὲν γὰρ μὴ κινεῖ ἢ μὴ κινεῖται μορίου ἀφαιρεθέντος τὸ λοιπόν, ἄτοπον, εἴπερ μὴ μόριον ἦν ἐν αὐτῷ τὸ κινούμενον, ἀλλὰ τὸ ὅλον

    μορίου ἀφαιρεθέντος 为属格独立结构,表条件或时间;主语 τὸ λοιπόν 统辖动词 μὴ κινεῖ ἢ μὴ κινεῖται。紧随其后的 εἴπερ 从句给出理由:倘若受推动的并非部分而是全体,那么部分的减去导致运动停止就会构成显而易见的荒谬(ἄτοπον)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1244.11-1245.28