- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1243.13-1244.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘通过以由灵魂与身体构成的动物来解释亚里士多德对自主动者的界定,从而回应了上一节提出的疑问,随后考察了推动者与受推动者之间“接触”的方式(严格的物体接触与比喻性接触),并探讨了关于“必然”一词归属的文本异文。
μήποτε οὖν ἐν τῷ ζῴῳ πρώτως τὸ αὐτοκίνητον1 θεασάμενος, ἐν ᾧ κινοῦν μέν ἐστιν ἡ ψυχή, κινούμενον δὲ τὸ σῶμα, ὅπερ καὶ αὐτό ποτε κινούμενον κινεῖ, ἅτε προσεχῶς τῆς τοῦ κινοῦντος ἀπολαῦον δυνάμεως, διὰ τοῦτο ἐν τῷ ΑΒ πρώτως ἔθετο τὸ αὐτοκίνητον, ἐν ᾧ τὸ Β οὐκ ἀεὶ μὲν οὐδὲ ἐξ ἀνάγκης κινεῖ, ἀλλ’ ὡς κινούμενον λαμβάνεται· πέφυκε δὲ ὅμως ποτὲ καὶ αὐτὸ κινεῖν πρώτως καὶ κυρίως κινοῦντι προσεχῶς συνηρτημένον· εἰπὼν δέ, ὅτι ἀνάγκη τὸ αὐτοκίνητον ἔχειν τὸ κινοῦν μὴ κινούμενον δέ, καὶ τὸ κινούμενον μηδὲν δὲ κινοῦν ἐξ ἀνάγκης ἀλλ’ ὁπότερα ἔτυχεν, ἐπάγει ὅτι ταῦτα ἔχει τὸ αὐτοκίνητον ἁπτόμενα ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον. εἰ μὲν γὰρ εἴη καὶ τὸ κινοῦν σῶμα καθ’ ὑπόθεσιν, ὥσπερ καὶ τὸ κινούμενον ὑπ’ αὐτοῦ, ἀμφότερα ἀλλήλων ἅψεται· ἅμα γὰρ αὐτῶν ἔσται τὰ πέρατα· ταῦτα δέ ἐστι τὰ ἁπτόμενα, ὧν ἅμα τὰ πέρατά ἐστιν. εἰ δὲ τὸ μὲν κινούμενον σῶμα πάντως ἀνάγκη εἶναι, τὸ δὲ κινοῦν ἀσώματόν ἐστι καὶ ἀμέγεθες, οὐκέτι ἄμφω ἅψεται ἀλλήλων, ἀλλὰ θατέρου θάτερον, καὶ οὐ κυρίως ἀλλὰ μεταφορικῶς· τοῦ γὰρ σώματος ἅπτεται τὸ ἀσώματον, ὡς εἴρηται ἐν τῷ πρώτῳ τῶν Περὶ γενέσεως, ἐν οἷς φησιν· “ὥστε εἴ τι κινεῖ ἀκίνητον ὄν, ἐκεῖνο μὲν ἅπτοιτο ἂν τοῦ κινητοῦ, ἐκείνου δὲ οὐθέν·2 φαμὲν γὰρ ἐνίοτε τὸν λυποῦντα ἅπτεσθαι ἡμῶν, ἀλλ’ οὐκ αὐτοὶ ἐκείνου.” τὸ γὰρ ἐνεργοῦν ἅπτεσθαι λέγοιτο μᾶλλον ἤπερ τὸ πάσχον. ταῦτα δὲ εἶπεν οἶμαι ἐνδείξασθαι βουλόμενος, ὅτι συνεχῆ μὲν οὐδαμῶς ἂν εἴη τό τε κινοῦν καὶ τὸ κινούμενον, ἀλλ’ εἰ μὲν ἄμφω σώματα, ἁπτόμενα ἂν ἀλλήλων εἴη κυρίως, εἰ δὲ τὸ μὲν σῶμα τὸ δὲ ἀσώματον, ἅπτεσθαι ἂν λέγοιτο μεταφορικῶς τὸ κινοῦν τοῦ κινουμένου ἀσώματον ὂν σώματος. ἐγὼ μὲν οὖν τὴν γραφὴν οὕτως ηὗρον· καὶ τὸ κινούμενον μὲν μηδὲν δὲ κινοῦν ἐξ ἀνάγκης, ἁπτόμενα δὲ ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον. ὁ δὲ Ἀλέξανδρος τὸ ἐξ ἀνάγκης τοῖς ἐφεξῆς προστίθησι3 γράφων οὕτως· ἁπτόμενα ἐξ ἀνάγκης ἤτοι ἄμφω ἀλλήλων ἢ θατέρου θάτερον. καὶ δύναται μὲν ἑκάτερον οἰκείαν τοῖς προκειμένοις ἀποσῴζειν ἔννοιαν, οἰκειότερον δὲ οἶμαι τὸ ἐξ ἀνάγκης τῷ μηδὲν κινοῦν προσάπτειν, διότι τὸ ἐν τῷ αὐτοκινήτῳ κινούμενον, οἷον τὸ σῶμα ἐν τῷ ζῴῳ, κινοῦν καὶ αὐτὸ πολλάκις φαίνεται, οὐ μέντοι ἐξ ἀνάγκης κινοῦν. εἰ τοίνυν μὴ προστεθείη τὸ ἐξ ἀνάγκης τῷ κινουμένῳ μὲν μηδὲν δὲ κινοῦν, ἵνα σημαίνῃ τὸ μὴ ἐξ ἀνάγκης κινεῖν, νομισθήσεται τὸ κινούμενον ἐν τῷ αὐτοκινήτῳ ὑπὸ τοῦ ἀκινήτου αἰτίου μηδὲν ὅλως μηδαμῶς κινεῖν, ὅπερ οὐκ ἔστιν ἀληθές· προσεχὲς γὰρ ὂν τῷ πρώτως κινοῦντι δέχεταί τινα καὶ αὐτὸ κινητικὴν ὑπ’ αὐτοῦ δύναμιν, ὡς εἴρηται πρότερον.
或许,他正是在动物身上首要地观察到了自主动者——在其中施推动者是灵魂,受推动者是身体,而由于身体直接享有施推动者的能力,它自身有时也在受推动的同时施推动——为此他才首要地将自主动者置于ΑΒ之中;在ΑΒ中,Β既非总是也非必然地施推动,而是被视作受推动者;然而,由于与那首要且严格意义上的施推动者直接相连,它本性上也能够在某个时候自身施推动。在指出自主动者必然具有施推动却不受推动者,以及受推动却并非必然推动任何事物(视情况而定)者之后,他接着补充道,自主动者具有这两者,“或是两者彼此相接触,或是二者之一接触另一者”。因为假设施推动者也是物体,正如被其推动者那样,两者就将彼此相接触;因为它们的界限将处于一处,而界限处于一处者就是相接触的事物。但如果受推动者在任何情况下都必然是物体,而施推动者是非物体且无广延的,那么两者就不再是彼此相接触,而是二者之一接触另一者,并且不是严格意义上的而是比喻意义上的;因为非物体触及物体,正如在《论生成与消灭》第一卷中所说的那样,他在其中说:“因此,如果有某物在自身不动的情况下施推动,那一事物会触及可动者,但没有任何事物会触及那一事物;因为我们有时说令人悲伤的人触及我们,但并不是我们自身触及他。”因为施动者比起受动者更应该被称为在接触。我想,他之所以说这些,是想要表明施推动者与受推动者绝不可能是连续的,而是如果两者皆为物体,它们将在严格意义上彼此相接触;但若一者为物体而另一者为非物体,作为非物体的施推动者就将被比喻地说成接触作为物体的受推动者。我本人见到的异文是这样的:“受推动却并非必然推动任何事物,或是两者彼此相接触,或是二者之一接触另一者。”而亚历山大则将“必然”附于随后的词句,这样写道:“必然或是两者彼此相接触,或是二者之一接触另一者。”尽管两者都能保留切合当前论题的含义,但我认为将“必然”归于“不推动任何事物”更为切合,因为自主动者中受推动的部分,例如动物身上的身体,其自身也往往显现为施推动者,然而并非必然地施推动。因此,如果不把“必然”附加于“受推动却不推动任何事物”,以表示并非必然地施推动,人们就会认为自主动者中被不动之原因所推动的部分根本无论如何也不推动任何事物,而这并非真实;因为正如先前所说,它既然直接连于首要的施推动者,其自身也会从后者那里接受某种推动的能力。
- 8.51μήποτε οὖν ἐν τῷ ζῴῳ πρώτως τὸ αὐτοκίνητον θεασάμενος... διὰ τοῦτο ἐν τῷ ΑΒ πρώτως ἔθετο τὸ αὐτοκίνητον
由 μήποτε οὖν(“或许……”)引导的这个推测长句的骨干结构是:分词 θεασάμενος(“观察到……”)表示原因,由后面的 διὰ τοῦτο(“为此”)承接并引向主句动词 ἔθετο(“设定/置于”)。中间插入了由 ἐν ᾧ 开始的关系从句,使得分词短语与主句谓语动词之间间隔较远。
- 8.51ἐκείνου δὲ οὐθέν
引自亚里士多德《论生成与消灭》的文句中的省略结构。需从前一分句补出动词 ἅπτοιτο ἄν;οὐθέν 作主语,ἐκείνου(指代前文不动的推动者)作 ἅπτομαι 所支配的宾格属格(意为“但后者的任何东西都不会触及前者”)。
- 8.51τὸ ἐξ ἀνάγκης τοῖς ἐφεξῆς προστίθησι
关于句读与词语修饰归属的辨析。辛普利丘指出,在他自己的文本中,ἐξ ἀνάγκης(“必然地”)修饰前文的 μηδὲν δὲ κινοῦν(意为“并非必然推动任何事物”,即有时也会施推动);而亚历山大则将其附于后面的 ἁπτόμενα,读作“必然地……相接触”。
