← 辛普里丘

亚里士多德《物理学》注释

§1242.21-1243.13

运动的三项与自主动者的构成要素

辛普里修就 258a5 的解释对亚历山大的观点提出质疑,并阐明亚里士多德是将运动中的施动与受动环节归结为两极与中间项(Α、Β、Γ),进而论证何者(ΑΒ)首要且最低限度地构成自主动者。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.51#1

" Ἐπεὶ δὲ κινεῖ τὸ μὲν κινούμενον ὑπ’ ἄλλου ἕως τοῦ ἢ θατέρου θάτερον." Ὁ μὲν Ἀλέξανδρος “δείξας, φησίν, ὅτι τὸ αὐτοκίνητον ἔχει τὸ μέν τι κινοῦν ἀκίνητον, τὸ δὲ ὑπ’ ἐκείνου κινούμενον, διὰ τούτων δείκνυσιν, ἐκ τίνων ἀνάγκη συγκεῖσθαι τὸ αὐτοκίνητον, ὅτι ἐξ ἀκινήτου μέν, κινοῦντος δέ, καὶ κινουμένου ὑπὸ τούτου οὐκ ἐξ ἀνάγκης δὲ κινοῦντος,” ἐγὼ δὲ τί ταῦτα διαφέρει ἀλλήλων ἁπλῶς οὕτω λεγόμενα, οὐκ ἐφιστάνω.1 μήποτε οὖν τὸ πρότερον συντόμως εἰρημένον ἐξαπλοῖ2 νῦν ὁ Ἀριστοτέλης διελὼν πρῶτον εἰς τρία τὰ κατὰ κίνησιν ποιοῦντα ἢ πάσχοντα. ἐπειδὴ γὰρ δυεῖν ὄντων τούτων, τοῦ τε κινοῦντος καὶ τοῦ κινουμένου, καὶ τὸ κινοῦν ἀκίνητον ὂν κινεῖ ἢ κινούμενον ὑπ’ ἄλλου, καὶ τὸ κινούμενον ἢ καὶ αὐτὸ κινοῦν κινεῖται ἢ οὐδὲν κινοῦν, δύο μὲν ἄκρα ἔσται τό τε κινοῦν ἀκίνητον ὂν καὶ τὸ κινούμενον μέν, μὴ κινοῦν δὲ ἕτερον, μέσον δὲ ἀμφοῖν καὶ κοινὸν τὸ κινούμενον μὲν ὑπ’ ἄλλου, κινοῦν δὲ ἕτερον· καὶ γὰρ καὶ ἐν τῷ κινοῦντι ἦν τὸ κινοῦν μετὰ τοῦ κινεῖσθαι καὶ ἐν τῷ κινουμένῳ ἦν τὸ κινούμενον μετὰ τοῦ κινεῖν. ταῦτα οὖν τὰ τρία διαστησάμενος καὶ ἐπὶ μιᾶς ἐκθέμενος γραμμῆς δείκνυσιν, ἐν τίσι τούτων πρώτως ἐστὶ τὸ αὐτοκίνητον. ὅτι μὲν γὰρ ὅλον τὸ ΑΒΓ αὐτοκίνητόν ἐστι, δῆλον, εἴπερ ἔχει ἐν ἑαυτῷ τό τε κινεῖν ἑαυτὸ καὶ τὸ κινεῖσθαι ὑφ’ ἑαυτοῦ. ἀλλ’ ἐὰν ἀφέλω, φησί, τὸ Γ, ὃ κινούμενον ἦν μηκέτι δὲ κινοῦν, τὸ λοιπὸν τὸ ΑΒ κινήσει ἑαυτό, εἴπερ τὸ μὲν Α κινοῦν ἦν ἐν αὐτῷ, τὸ δὲ Β κινούμενον· τὸ δὲ Γ οὐ κινήσει ἑαυτὸ οὐδὲ ὅλως κινήσεται καθ’ αὑτὸ ὄν· ἀλλ’ οὐδὲ τὸ ΒΓ κινήσει ἑαυτὸ τοῦ Α ἀφαιρεθέντος· κἂν γὰρ κινῇ τὸ Β, ἀλλ’ οὐχ ἑαυτῷ κινεῖ, ἀλλὰ τῷ ὑπ’ ἄλλου κινεῖσθαι τοῦ Α. τὸ ΑΒ ἄρα μόνον ἐν τούτοις αὐτὸ αὑτὸ κινεῖ. ἀνάγκη οὖν τὸ αὐτοκίνητον συγκεῖσθαι ἔκ τε τοῦ κινοῦντος μὲν ἀκινήτου δὲ ὄντος, καὶ τοῦ κινουμένου μὲν μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος, ἀλλὰ κἂν κινῇ, ἄλλο ὡς κινουμένου λαμβανομένου.3 ζητήσοι δὲ ἄν τις, ὡς οἶμαι, διὰ τί μὴ τὸ ΑΓ μᾶλλον αὐτοκίνητον πρώτως ἀπέδειξεν, εἴπερ τὸ μὲν Α κινεῖ μόνον μηκέτι καὶ αὐτὸ κινούμενον, τὸ δὲ Γ κινεῖται μόνον μηκέτι καὶ αὐτὸ κινοῦν· ταῦτα γὰρ ἦν ἐξ ὧν σύγκειται τὸ αὐτοκίνητον.

“既然推动者中有一部分是由他物推动而施推动……”至“……或二者之一〔接触〕另一者。” 亚历山大说:“在指明自主动者一部分是不动而施推动者,另一部分是由前者所推动者之后,〔亚里士多德〕通过这些论述指明自主动者必然由何者构成——即由不动的推动者,以及由被其推动却并非必然施推动者所构成”;但我并不理解这些如此简单地被表述的说法彼此之间有何区别。或许亚里士多德现在是将先前简短陈述的内容加以展开,首先把就运动而言施动或受动的事物划分为三类。因为既然存在推动者与受推动者这两者,而推动者要么在不动的情况下施推动,要么在由他物推动的情况下施推动;受推动者要么自身也在施推动的情况下受推动,要么不推动任何事物而受推动;那么就将存在两个极端,即不动而施推动者,以及受推动却不推动他物者;而在两者之间作为中间且共通项的,乃是由他物推动而又推动他物者;因为在推动者之中也曾包含着伴随着受推动而施推动者,在受推动者之中也曾包含着伴随着施推动而受推动者。因此,他将这三者拉开间隔并在一条直线上列置出来,指明自主动者首要地存在于它们之中的何者之中。因为整体ΑΒΓ是自主动者,这一点是显而易见的,只要它自身内部兼具推动自身与由自身受推动。“但是,”他说,“如果我拿掉那曾受推动而不再施推动的Γ,剩下的ΑΒ仍将推动自身,只要其中的Α在推动而Β在受推动;而Γ将不推动自身,当其单独存在时也根本不会受推动;但是如果Α被拿掉,ΒΓ也不会推动自身;因为即便Β在推动,它也不是凭自身施推动,而是由于被作为他者的Α所推动而施推动。”因此,在这些之中唯有ΑΒ推动自身。所以,自主动者必然由不动而施推动者,以及受推动却并非必然施推动、而是即便推动另一物也被作为受推动者来取者所构成。然而据我所想,也许有人会探问,为什么他没有宁可论证ΑΓ首要地是自主动者,既然Α仅施推动而自身不再受推动,而Γ仅受推动而自身不再施推动;因为这些正是构成自主动者的要素。

语法注3 条
  1. 8.51οὐκ ἐφιστάνω

    动词 ἐφίστημι 作不及物用法(或省略 τὸν νοῦν),带间接疑问从句 τί ταῦτα διαφέρει ἀλλήλων ἁπλῶς οὕτω λεγόμενα 作宾语,意为“不能理解”或“注意不到”。

  2. 8.51μήποτε οὖν ... ἐξαπλοῖ

    μήποτε 与现在时直陈式 ἐξαπλοῖ 连用,构成委婉提出推测的惯用表达,意为“或许……正展开”。

  3. 8.51ἄλλο ὡς κινουμένου λαμβανομένου

    ἄλλο 作前文 κἂν κινῇ 的宾格宾语(κἂν κινῇ ἄλλο,“即便推动另一物”);ὡς κινουμένου λαμβανομένου 是在冠词 τοῦ 统领下由 ἀλλὰ 与 μὴ ἐξ ἀνάγκης δὲ κινοῦντος 并列的属格被动分词短语,意为“被作为受推动者来取(者)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1242.21-1243.13