← 辛普里丘

亚里士多德《物理学》注释

§1241.27-1242.20

关于整体与部分运动之文句的诠释与辩驳

辛普里丘探讨了亚里士多德《物理学》第8卷第5章(258a3)的文句,驳斥了亚历山大将此文解释为反驳诸部分相互推动说的又一荒谬论证的观点,主张更朴素地将其理解为对前述结论的证实:即在整体ΑΒ中,不动的成分Α推动,而成分Β受推动。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.50

" Ἔτι εἴπερ ἡ ὅλη αὐτὴ αὑτὴν κινεῖ, τὸ μὲν κινήσει αὐτῆς, τὸ δὲ κινήσεται. ἡ ἄρα ΑΒ ὑπ’ αὐτῆς τε κινηθήσεται καὶ ὑπὸ τῆς Α." Ταύτην τὴν ῥῆσιν ὁ Ἀλέξανδρος ἔδοξέν μοι καινοπρεπῶς ἐξηγεῖσθαι· σκοπὸν μὲν γὰρ αὐτῆς εἶναί φησιν ἄλλο ἄτοπον προσθεῖναι τῷ ὅλον αὐτὸ αὑτὸ κινεῖν λέγοντι λόγῳ οὕτως ὡς ἑκάστου τῶν μερῶν αὐτοῦ αὐτοκινήτου ὄντος. τὸ δὲ ἄτοπον τοιοῦτον εἰ οὕτως ἔχει, δῆλον ὅτι τῶν μερῶν ἕκαστον ἐξ ἑαυτοῦ κινούμενον καὶ ἄλλο κινήσει· οὕτω γὰρ ἔσται τὸ ὅλον αὐτοκίνητον, εἰ καὶ ἄλληλα κινοίη τὰ μέρη αὐτοῦ ὄντα αὐτοκίνητα. εἰ γὰρ μὴ συμπράττοι τι ἀλλήλοις τὰ μέρη πρὸς τὴν κίνησιν, ἀλλ’ ἐφ’ ἑαυτῶν εἴη κινούμενα, οὐκ ἂν εἴη τὸ ὅλον αὐτοκίνητον, ἀλλ’ ἕκαστον τῶν μερῶν, τὸ δὲ ὅλον ἄθροισμα ἄν εἴη πολλῶν αὐτοκινήτων. εἰ οὖν καὶ ἄλληλα κινεῖ τὰ μέρη, ἕκαστον αὐτῶν ἅμα μὲν ἑαυτὸ κινήσει, ἅμα δὲ καὶ ὑπ’ ἄλλου κινηθήσεται, καὶ εἰ μία ἡ ὅλου τοῦ αὐτοκινήτου κίνησις, δῆλον ὡς τὴν αὐτὴν κίνησιν ἔσται πάντα τὰ μόρια κινούμενά τε καὶ κινοῦντα, ὥστε ἕκαστον αὐτῶν πλεονάκις ἔσται τὴν αὐτὴν κίνησιν κινούμενον ὑφ’ ἑαυτοῦ τε καὶ ὑπ’ ἄλλων, ὅ ἐστιν ἄτοπον· ἄτοπον γὰρ τὸ λέγειν, ἣν ἐξ αὑτοῦ τι κινεῖται κίνησιν, ταύτην αὐτὸ καὶ ὑπ’ ἄλλου κινεῖσθαι. εἰ δὲ ἄλλην μὲν εἴη κίνησιν ὑφ’ ἑαυτοῦ κινούμενον, ἄλλην δὲ ὑπὸ τοῦ μέρους, ἔτι ἀτοπώτερον· ἀδύνατον γὰρ τὸ αὐτοκίνητον μίαν οὕτω κινηθῆναι κίνησιν. “αὐτὸς δέ, φησί, διὰ βραχέων θεὶς τὴν ἐπιχείρησιν καὶ χωρὶς ἐξεργασίας ἐπαύσατο”. οὕτω μὲν ὁ Ἀλέξανδρος, οὐδαμοῦ τοῦ Ἀριστοτέλους, ὅσον ἐμὲ γινώσκειν, ὑποθεμένου τὰ μέρη κινεῖν ἄλληλα,1 ἀλλὰ τὴν ΑΒ ὑφ’ ἑαυτῆς κινεῖσθαι λέγει καὶ ὑπὸ τοῦ Α. μήποτε οὖν ἄμεινον ἀφελέστερον ἀκούειν τοῦ εἰρημένου,2 ὅτι εἰπὼν “τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κινηθήσεται” ἐπιστώσατο διὰ τοῦ ἐφεξῆς τὸ εἰρημένον. εἴπερ γὰρ ἡ ὅλη αὐτὴ αὑτὴν κινεῖ, ἀνάγκη οὕτως ἔχειν ὡς τὸ μὲν κινεῖν αὐτῆς, τὸ δὲ κινεῖσθαι· ἡ ἄρα ΑΒ ὅλη ὑφ’ ἑαυτῆς οὕτω λέγεται κινεῖσθαι, ὡς τῆς Α τῆς ἀκινήτου ἐν αὐτῇ κινούσης, τῆς δὲ Β δηλονότι κινουμένης. ὡς ἐκ κινοῦντος οὖν ἀκινήτου καὶ κινουμένου τὸ ὅλον αὐτοκίνητον λέγεται· τοῦτο δὲ καὶ ἐφεξῆς ἀναπτύξει.

“此外,如果整体自身推动自身,那么它的一部分将推动,另一部分将受推动。因此,ΑΒ既将被自身推动,也将被Α推动。” 在我看来,亚历山大对此段文句的解释显得奇特;因为他说此文句的目的在于为那主张整体以其各个部分皆为自主动者的方式自身推动自身的论点增添另一桩荒谬。而该荒谬乃是如此这般的:如果是这样,显然诸部分的每一个在由自身受推动的同时,也将推动另一部分;因为唯有其诸部分作为自主动者同时也相互推动,整体才将以这种方式成为自主动者。因为如果诸部分对于该运动彼此毫无协同,而仅仅是各自独立受推动,那么整体就不会是自主动者,而是各个部分才是,整体则将是许多自主动者的聚合。因此,如果诸部分也相互推动,它们的每一个就将同时推动自身,又同时受另一部分推动;并且如果整个自主动者的运动是一,显然所有部分都将就同一种运动既受推动又施推动,从而它们之中的每一个都将由于自身以及由于其他部分而多次经历同一运动,这是荒谬的;因为说就某物由自身受推动的那个运动而言,它自身也受他物推动,这是荒谬的。另一方面,如果它由自身所受推动的是一种运动,而受该部分推动的是另一种运动,这就更加荒谬了;因为自主动者绝不可能以此方式进行一种运动。“然而他本人[=亚里士多德],”他说,“只是简要地提出了这个论证,未作详尽阐发便停止了。”亚历山大如是说,然而据我所知,亚里士多德在任何地方都没有设定诸部分相互推动,而是说ΑΒ受自身推动且受Α推动。因此,或许更朴素地理解所说的话更好:即在说了“因此在整体中,一部分将不动而推动,另一部分将受推动”之后,他通过接下来的话证实了所说的内容。因为如果整体自身推动自身,就必然呈现为它的一部分推动而另一部分受推动;因此整体ΑΒ被说成受自身推动,乃是因其内部不动的Α在推动,而显然Β在受推动。因此,整体作为由不动推动者与受推动者所构成而被说成自主动者;而在接下来的内容中他也将展开这一点。

语法注2 条
  1. 8.50οὐδαμοῦ τοῦ Ἀριστοτέλους, ὅσον ἐμὲ γινώσκειν, ὑποθεμένου τὰ μέρη κινεῖν ἄλληλα

    τοῦ Ἀριστοτέλους ... ὑποθεμένου 为属格绝对结构(genitive absolute),在此带有对抗或让步意味(“尽管亚里士多德在任何地方都没有设定……”),用以反驳前文亚历山大的解读。插入短语 ὅσον ἐμὲ γινώσκειν(“据我所知”)为限制性不定式表达。

  2. 8.50μήποτε οὖν ἄμεινον ἀφελέστερον ἀκούειν τοῦ εἰρημένου

    μήποτε 带不定式为惯用结构,表达委婉的断言或提议(“或许……更好”)。ἀφελέστερον 为比较级副词,意为“更朴素地”或“更直接地”,搭配 ἀκούειν;τοῦ εἰρημένου 是作 ἀκούειν 宾语的中性属格(“所说之事”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1241.27-1242.20