- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1240.20-1241.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘探讨并驳斥了自主动者内部包含自主动部分的假说,阐明了亚里士多德关于自主动者唯有通过不动的部分推动受推动的部分才能成立的结论(257b26)。
" Ἀλλὰ μήν, οὐδὲ τοῦ πρώτως αὐτὸ αὑτὸ κινοῦντος ἕως τοῦ τῆς ὅλης ἄρα, τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κινηθήσεται.1" Δείξας, ὅτι τῷ λέγοντι τὸ αὐτοκίνητον οὕτως, ὡς τῶν μερῶν αὐτοῦ κινούντων ἄλληλα συμβαίνει τὸ καὶ ἕκαστον τῶν τοῦ αὐτοκινήτου μερῶν αὐτοκίνητον λέγειν, καὶ τὰ ἑπόμενα ἄτοπα τῷ λόγῳ συναγαγὼν κατὰ πλείονας ἐφόδους, προστίθησι καὶ τοῦτο τοῖς προδεδειγμένοις καθόλου, ὅτι μὴ οἷόν τε αὐτοκίνητόν τι εἶναι οὕτως, ὡς ἕν τι μόριον αὐτοῦ ἢ πλείω αὐτὰ ἑαυτὰ κινεῖν. εἰ γὰρ εἴη τὸ ὅλον αὐτοκίνητον, καὶ ἔχοι ἢ ἓν μέρος αὐτοκίνητον ἢ πλείω, ἢ ὑπὸ τῶν αὐτοκινήτων ἐν αὐτῷ μερῶν κινήσεται, ἢ ὅλον ὑπὸ ὅλου. ἀλλ’ εἰ μὲν τῷ αὐτοκίνητόν τι μόριον ἔχειν τὸ ὅλον αὐτοκίνητόν ἐστι, τὸ μόριον ἂν ἐκεῖνο εἴη τὸ πρώτως αὐτοκίνητον, οὐ τὸ ὅλον· πίστις δὲ τούτου, ὅτι χωρισθὲν τὸ μόριον αὐτὸ μὲν αὐτοκίνητον ἔσται, τὸ δὲ ὅλον οὐκέτι. εἰ δὲ ὅλον ὑφ’ ὅλου κινεῖται, ἔχον ἐν ἑαυτῷ ἢ ἓν ἢ πλείω μόρια αὐτοκίνητα, ἦν μὲν εἰπεῖν,2 ὅτι ἀδύνατον δέδεικται τὸ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι, ἵνα μὴ συνδράμῃ ἡ ἀντίφασις. νῦν δὲ οὐ τοῦτο πρόκειται, ἀλλὰ τὸ δεῖξαι, ὅτι ἀδύνατον τὸ ὅλον αὐτοκίνητον ἢ ἓν ἢ πλείω μέρη ἔχειν ἐν ἑαυτῷ αὐτοκίνητα. εἰ οὖν ὅλον ὑφ’ ὅλου ἑαυτοῦ καθ’ αὑτὸ κινεῖται, τὰ μέρη κατὰ συμβεβηκὸς ἂν αὐτὰ ἑαυτὰ κινοῖ. ὡς γὰρ ἐν τῷ ὅλῳ κινουμένῳ τὰ μέρη τὰ συνεχῆ κατὰ συμβεβηκὸς κινεῖται, οὕτως καὶ τὰ τοῦ αὐτοκινήτου μόρια κατὰ συμβεβηκὸς ἂν εἴη ἑαυτὰ κινοῦντα· εἰ δὲ κατὰ συμβεβηκός, οὐκ ἐξ ἀνάγκης, ὥστε ἐὰν ὑποτεθῇ μὴ κινεῖν ἑαυτά, οὐδὲν ἀδύνατον ὑποτεθήσεται. καὶ ἐγὼ μὲν οἶμαι μέχρι τοῦδε τὴν ἀπόδειξιν προαγαγεῖν τὸν Ἀριστοτέλην δεικνύντα, ὅτι οὐκ ἀνάγκη οὕτως αὐτοκίνητον εἶναι τὸ ὅλον, ὡς ἢ ἓν ἢ πλείω μόρια ἐν ἑαυτῷ αὐτοκίνητα ἔχον· εἴτε γὰρ ὑπὸ τῶν μερῶν κινοῖτο, οὐκ ἔστι τὸ ὅλον πρώτως αὐτοκίνητον, εἴτε ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖται, οὐκ ἀνάγκη ἔχειν ἐν ἑαυτῷ ἢ ἓν ἢ πλείω μόρια αὐτοκίνητα, ὅπερ ἔδει δεῖξαι. ὁ δὲ Ἀλέξανδρος· “ἐὰν ὑποτεθῇ, φησίν, τὰ κατὰ συμβεβηκὸς αὐτοκίνητα μόρια μὴ ὄντα αὐτοκίνητα, ἀδύνατον μὲν οὐδὲν ὑποτεθήσεται. οὐκέτι δέ, φησίν, ἔσται τὸ ὅλον κινούμενον, εἰ οὕτως ἦν αὐτοκίνητον, διότι τὰ μόρια αὐτοῦ αὐτὰ ἐκίνει. ἀλλ’ εἰ ἡ ὑπόθεσις καὶ ὅλον ὑφ’ ὅλου κινούμενον ἐλάμβανε τὸ ἓν ἢ πλείω μέρη αὐτοκίνητα ἔχον, ταύτης μενούσης τὸ ἀδύνατον ἐπὶ τῶν μερῶν χρὴ συνάγειν.” τοῦτο γὰρ καὶ πρόκειται δεῖξαι, ὅτι τὸ αὐτοκίνητον οὐκ ἀνάγκη οὕτως εἶναι αὐτοκίνητον, ὡς ἢ ἓν ἢ πλείω μέρη ἔχειν αὐτοκίνητα. εἰ οὖν εἶναι μὲν χρὴ πάντως τὸ αὐτοκίνητον μεταξὺ τοῦ ἀκινήτου καὶ ἑτεροκινήτου, ἀνάγκη δὲ ἢ οὕτως αὐτὸ εἶναι ὡς ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι, ἢ ὡς ὅλον ὑπὸ μέρους, ἢ μέρος ὑπὸ ὅλου, ἢ ὡς ἓν ἢ πλείω μέρη ἔχον ἐν ἑαυτῷ αὐτοκίνητα, ἢ ὡς τὸ μέν τι ἔχον κινοῦν ἀκίνητον ὂν τὸ δὲ κινούμενον, ἀνῄρηται δὲ τὰ ἄλλα πάντα, εἰκότως συμπεραινόμενος ὡς ἐπὶ γραμμῆς3 εἶπεν, ὅτι τῆς ὅλης ἄρα τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κινηθήσεται. μόνως γὰρ οὕτως οἷόν τέ τι αὐτοκίνητον εἶναι, εἰ μέρος μέν τι αὐτοῦ εἴη κινοῦν ἀκίνητον ὄν, μέρος δὲ ὑπ’ ἐκείνου κινούμενον.
“然而,即使在最初自身推动者那里”至“因此在整体中,一部分将不动而推动,另一部分将受推动”。 在表明了对于主张自主动者是以其诸部分相互推动的方式存在的人而言,其结果是将自主动者的各个部分也称为自主动者,并通过多种途径推导出了伴随该论点的荒谬之后,他又把这一点补充进先前一般性论证的内容中:事物不可能以其某个单一或多个部分推动自身的方式成为自主动者。因为如果整体是自主动者,并且具有一个或多个自主动的部分,那么它要么受其内部自主动的部分推动,要么是整体受整体推动。但是,如果整体是因具有某个自主动的部分而是自主动者,那么最初的自主动者将是那个部分,而非整体;这一点的证据在于,如果该部分被分离出来,它自身仍将是自主动者,而整体则不再是。另一方面,如果整体受整体推动,同时在其自身之内具有一个或多个自主动的部分,本可以说:整体受其自身的整体推动已被证明是不可能的,以免矛盾同时发生。但现在摆在面前的并非这一议题,而是要表明:整体自主动者在其自身之内具有一个或多个自主动的部分是不可能的。因此,如果整体受其自身的整体本性地推动,诸部分就将是偶性地推动自身。因为正如在受推动的整体中,连续的诸部分是偶性地受推动一样,自主动者的诸部分也将是偶性地推动自身;而如果是偶性地,就不是出于必然,因此若设定它们不推动自身,并不会设定任何不可能之事。而我本人认为,亚里士多德将论证推进到此为止,表明了整体并不必然以在其自身之内具有一个或多个自主动的部分的方式成为自主动者;因为无论它是受诸部分推动,整体就不是最初的自主动者,还是整体受其自身整体推动,它也并不必然在其自身之内具有一个或多个自主动的部分,而这正是所需要表明的。然而亚历山大说:“如果设定那些偶性地自主动的部分并非自主动的,并不会设定任何不可能之事。但是,”他说,“如果整体原本是因其诸部分推动自身而以这种方式成为自主动者,那么整体将不再是受推动的。但若该假设将包含一个或多个自主动部分的事物取为也作为整体受整体推动,那么在该[假设]保持不变的情况下,就必须推导关于诸部分的不可能性。”因为当务之急正是表明这一点:自主动者并不必然以具有一个或多个自主动的部分的方式成为自主动者。因此,如果在不动者与受他物推动者之间完全必须存在自主动者,且必然要么是整体受其自身整体推动,要么是整体受部分推动,要么是部分受整体推动,要么是在其自身之内具有一个或多个自主动的部分,要么是具有一部分不动而推动且另一部分受推动,而所有其他选项都已被排除,那么他在得出结论时,如同在[几何]线上那样说“因此在整体中,一部分将不动而推动,另一部分将受推动”,就是合情理的。因为唯有以这种方式,某种事物才可能是自主动者:即如果它的某一部分不动而推动,而另一部分受那一部分推动。
- 8.49τῆς ὅλης ἄρα, τὸ μὲν κινήσει ἀκίνητον ὄν, τὸ δὲ κινηθήσεται
引文中的句子。τῆς ὅλης 是指代隐含阴性名词(在亚里士多德文本中为线段 γραμμῆς 或运动 κινήσεως)的部分属格,置于句首以统辖后续的并列结构 τὸ μέν ... τὸ δέ(“一部分……另一部分……”)。
- 8.49ἦν μὲν εἰπεῖν
未完成过去时直陈式 ἦν 不带 ἄν 与不定式 εἰπεῖν 连用构成的无人称结构,表示过去未实现的潜在可能(“本可以说[但实际上并未如此说]”)。它与后文的 νῦν δὲ οὐ τοῦτο πρόκειται(“但现在摆在面前的并非这一议题”)形成对照。
- 8.49ὡς ἐπὶ γραμμῆς
介词短语 ἐπὶ γραμμῆς 加上 ὡς,指亚里士多德在《物理学》257b34–258a1 中将自主动者的整体及其诸部分比作一条线(γραμμή)而以阴性形式 τῆς ὅλης(“在[线]整体中”)得出结论的语境(“如同在[几何]线上那样”)。
