- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1238.35-1240.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘注解了亚里士多德证明自主动者的各部分并非相互反向推动的第二、第三和第四个论证。在第二论证中他考订了文本异文,在第三论证中重申了否定无穷后退的依据,在第四论证中阐明了致热者同时被致热的自相矛盾。
" Ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι, εἰ μὴ ὑφ’ αὑτοῦ ἕως τοῦ τὸ δὲ κινοῦν ἀκίνητον." Δεύτερον ἐπιχείρημα δεικνύον, ὅτι τὸ αὐτοκίνητον οὐκ ἂν εἴη τοιοῦτον, ὡς ἑκάτερον τῶν μερῶν κινεῖν θάτερον. δέδεικται γὰρ ἐν τοῖς ἔμπροσθεν, ὅτι οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν ὑπ’ ἄλλου τινὸς ἔξωθεν κινεῖσθαι, ἀλλὰ τὸ πρῶτον κινοῦν, εἰ ἀνάγκη κινεῖσθαι, ὑφ’ ἑαυτοῦ κινεῖται. ἐὰν οὖν ὑποτεθῇ τὸ Β κινούμενον ὑπὸ τοῦ Α, ἀληθὲς εἰπεῖν ὅτι τὸ Α οὐκ ἐξ ἀνάγκης ὑπό τινος ἔξωθεν κινήσεται. ἐὰν γὰρ ἀντικινῆταί ποτε ὑπὸ τοῦ Β, κατὰ συμβεβηκὸς κινεῖ τὸ Β, ὅτι συνέβη τὸ Α τῶν κινουμένων ὑπ’ ἄλλου εἶναι καὶ οὕτω κινούντων. τὸ δὲ κατὰ συμβεβηκὸς κινοῦν δύναται καὶ μὴ κινεῖν. ἐὰν οὖν ληφθῇ τὸ Β κινοῦν, οὐδὲ τὸ Α κινεῖται.1 ἔσται οὖν τὸ μὲν Β κινούμενον, τὸ δὲ Α κινοῦν ἀκίνητον ὄν. οὐκ ἄρα ὑπ’ ἀλλήλων ἀντικινεῖσθαι ἀνάγκη τὰ τοῦ αὐτοκινήτου μόρια. “φέρεται δέ, φησὶν ὁ Ἀλέξανδρος, καὶ ἄλλη γραφὴ τοιαύτη· ἔτι οὐκ ἀνάγκη τὸ κινούμενον κινεῖν.” καὶ ἀρέσκει μᾶλλον αὐτῷ αὕτη ἡ γραφή· τὸ γὰρ ἔλαβον τοίνυν ἐνδέχεσθαι μὴ κινεῖν ὑπὸ τοῦ Ἀριστοτέλους ῥηθὲν ἀκολουθεῖν μᾶλλον τῷ οὐκ ἀνάγκη τὸ κινούμενον κινεῖν. ἀλλ’ εἰ οὕτως εἴη γεγραμμένον οὐκ ἀνάγκη τὸ κινούμενον κινεῖν, πῶς συνάγει τὸ ἐπαγόμενον τὸ εἰ μὴ ὑφ’ ἑαυτοῦ,2 εἰ μὴ ἄρα πρὸς τὸ κινούμενον συντάττοιτο τὸ ὑφ’ ἑαυτοῦ. ἀλλ’ ἔοικεν ὁ Ἀριστοτέλης βούλεσθαι δεῖξαι τὰ συντρέχοντα ἀλλήλοις τὸ μήτε τὸ Α ἐξ ἀνάγκης κινεῖσθαι ὑπὸ τοῦ Β μήτε τὸ Β ἐξ ἀνάγκης κινεῖν τὸ Α. καὶ ἀρχόμενος μὲν περὶ τοῦ Α εἶπεν, ὅτι οὐκ ἀνάγκη τὸ κινοῦν κινεῖσθαι, προϊὼν δὲ περὶ τοῦ Β, ὅτι ἐνδέχεται μὴ κινεῖν.
“再者,推动者并不必然受推动,除非由自身”至“而推动者是不动的”。 这是表明自主动者不可能是其各部分相互推动的第二个论证。因为在前面的讨论中已经表明,并非每一个推动者都必然受某种来自外部的他物推动,而是首先推动者如果必然受推动,也是由自身受推动。因此,如果设定Β受Α推动,那么说Α并不必然受某种来自外部之物推动就是真实的。因为即使它有时受Β的反向推动,Β也是偶性地推动,因为碰巧Α属于受他物推动且如此推动的事物。而偶性地推动者也可以不推动。因此,如果Β被取作[不推动],Α也就不会受推动。于是,Β将是受推动者,而Α将是不动而推动者。因此,自主动者的各部分并不必然由彼此反向推动。亚历山大说:“还流传着另一条这样的异文:‘再者,受推动者并不必然推动’。”并且他更赞同这种读法;因为亚里士多德所说的“于是我假定可能不推动”这一表述,更顺从于“受推动者并不必然推动”。但是,如果写作“受推动者并不必然推动”,那么接续的“除非由自身”这一分句又如何能顺理成章呢,除非“由自身”是与“受推动者”相连结。然而亚里士多德似乎想要表明相互伴随的两点:既不是Α必然受Β推动,也不是Β必然推动Α。并且他在开端处就Α而言说推动者并不必然受推动,而在继续推进时就Β而言说可能不推动。
"Ἔτι οὐκ ἀνάγκη τὸ κινοῦν ἀντικινεῖσθαι ἕως τοῦ εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι." Τὸ τρίτον ἐπιχείρημα τὸ δεικνύον, ὅτι οὐκ ἀντικινεῖται ὑπ’ ἀλλήλων τὰ τοῦ αὐτοκινήτου μέρη, ἐφόδῳ μὲν χρῆται τῇ αὐτῇ, ὅτι οὐκ ἀνάγκη πᾶν τὸ κινοῦν ἀντικινεῖσθαι, εἴπερ δέδεικται, 〈ὅτι〉 τὸ πρώτως κινοῦν ἢ ἀκίνητον ὂν κινεῖ ἢ αὐτὸ ὑφ’ ἑαυτοῦ κινούμενον. ὑπομιμνήσκει δὲ τῆς αἰτίας ἡμᾶς, δι’ ἣν ἀπεδείχθη τοῦτο οὕτως ἔχον· δεῖ γὰρ εἶναι τὸ πρώτως κινοῦν ἢ ἀκίνητον ἢ αὐτοκίνητον, εἴπερ ἀνάγκη ἀεὶ κίνησιν εἶναι, ὡς δέδεικται πρότερον. εἰ γὰρ ἐπ’ ἄπειρον ἄλλο ὑπ’ ἄλλου ἔξωθεν κινούμενον ὑποθώμεθα, οὐκ ἔσται κίνησις· δεῖ γὰρ εἶναι τὸ πρῶτον κινοῦν, τῶν δὲ ἀπείρων οὐδέν ἐστι πρῶτον.
“再者,推动者并不必然受反向推动”至“如果确实必然始终有运动”。 表明自主动者的诸部分并非相互反向推动的第三个论证,采用了相同的进路:即并非所有推动者都必然受反向推动,如果确实已表明,首先推动者要么不动而推动,要么自身受自身推动而推动。并且他提醒我们注意这一点被如此论证的原因:因为如果确实必然始终有运动,正如先前所表明的,首先推动者就必须要么是不动的,要么是自主动者。因为如果我们假设一个受外部的另一个推动以至无穷,就不会有运动;因为必须有首先推动者,而无限之物中没有任何一个是第一的。
"Ἔτι ἣν κινεῖ κίνησιν κινοῖτο ἄν,3 ὥστε τὸ θερμαῖνον θερμαίνεται." Δέδεικται πρότερον, ὅτι εἰ καθ’ αὑτό τι κινοῦν κινοῖτο, κατὰ τὸ αὐτὸ εἶδος κινήσει τε καὶ κινηθήσεται, ὥστε τὸ θερμαῖνον θερμανθήσεται· τοῦτο δέ ἐστιν ἀδύνατον. τὸ μὲν γὰρ θερμαῖνον θερμὸν ἤδη ὂν ἐνεργείᾳ θερμαίνει, τὸ δὲ θερμαινόμενον οὔπω θερμόν ἐστιν ἐνεργείᾳ. ὥστε τὸ αὐτὸ κατὰ τὸ αὐτὸ καὶ θερμὸν ἔσται καὶ οὐ θερμόν, ὅπερ ἀδύνατον. τοῦτο οὖν συμβαίνειν φησίν, ἐὰν ἐν τῷ αὐτοκινήτῳ τὸ μέν τι μέρος θερμαίνῃ, τὸ δὲ θερμαίνηται. μιᾶς γὰρ οὔσης τῆς τοῦ αὐτοκινήτου κινήσεως θερμόν τε εἶναι καὶ οὐ θερμὸν αὐτὸ ἀνάγκη, ὅπερ ἀδύνατον. εἰ μὲν γὰρ ὡς διακεκριμένα λαμβάνοιτο τὰ μέρη καὶ μὴ ἀντικινούμενα ὑπ’ ἀλλήλων, οὐδὲν θαυμαστὸν τὸ μὲν θερμαίνειν, τὸ δὲ θερμαίνεσθαι, ὡς θερμαίνει μὲν τὸ ἧπαρ, θερμαίνεται δὲ ἡ γαστὴρ ἐν τῷ σώματι, καὶ τὸ μὲν ποιεῖ, τὸ δὲ πάσχει· εἰ δὲ ὡς ἓν τὸ αὐτοκίνητον μίαν ἐνέργειαν ἐνεργοῦν κινεῖ καὶ κινεῖται, ἄτοπον ἐπὶ τοῦ ἑνὸς κατὰ ταὐτὸν τὴν ἀντίφασιν συντρέχειν. συνδραμεῖται δέ, ἐὰν ἀντικινοῦντα ἄλληλα τὰ μόρια ἐν τῷ αὐτοκινήτῳ καὶ ἑαυτὰ κινεῖν ἀναγκάζηται, ἣν ἄλληλα κινεῖ κίνησιν. καὶ τοῦτο οὖν τέταρτον ἐπιχείρημα προστέθεικε δεικνύον, ὅτι ἀδύνατον οὕτως αὐτοκίνητόν τι εἶναι, ὡς τῶν μερῶν ἄλληλα ἀντικινούντων διὰ τὸ συμβαίνειν καὶ τῶν μερῶν ἕκαστον αὐτοκίνητον εἶναι καὶ συντρέχειν ἐπ’ αὐτοῦ τὴν ἀντίφασιν. ὁ δὲ Ἀλέξανδρος τὴν ῥῆσιν ταύτην οὕτως ἔγραψεν ὅτι ἣν κινεῖται κίνησιν κινοίη ἄν, οὐδὲν τῆς ἐννοίας διαφερούσης.
“再者,它将以它所推动的运动而受推动,从而致热者被致热。” 先前已经表明,如果某种本质上推动之物受推动,它将按照相同的种既推动又受推动,从而致热者将被致热;而这是不可能的。因为致热者作为已经在现实上是热的而致热,而受致热者在现实上尚未是热的。因此同一事物在同一方面既将是热的又将不是热的,而这是不可能的。所以他说,如果在自主动者中一部分致热而另一部分被致热,这种情况就会发生。因为既然自主动者的运动是一,它就必然既是热的又不是热的,而这是不可能的。因为如果诸部分被视为相分离的且不受彼此的反向推动,那么一部分致热而另一部分受致热就不足为奇,如同在身体中肝脏致热而胃受致热,一方作用而另一方承受;但如果自主动者作为一个整体在实行单一活动时既推动又受推动,那么矛盾在同一事物上就同一方面同时成立便是荒谬的。而如果自主动者中的各部分相互反向推动,并被迫以它们推动彼此的同一种运动来推动自身,这一矛盾就会同时成立。因此他也补充了这第四个论证,表明事物不可能以各部分相互反向推动的方式成为自主动者,因为其结果将是诸部分的每一者也是自主动者,并且矛盾在它身上同时成立。亚历山大则将这一句写为“它将以它所受推动的运动来推动”,其意义毫无差别。
- 8.46ἐὰν οὖν ληφθῇ τὸ Β κινοῦν, οὐδὲ τὸ Α κινεῖται
鉴于前文所言“偶性地推动者也可以不推动”,此处的条件从句在逻辑上旨在表达“如果Β被设定为[不推动]”这一假设,但手抄本原文缺少否定词(或者理解为“如果Β被视为[仅在偶性上]推动”)。根据上下文的推论逻辑,此处须按设定其不推动来理解。
- 8.46πῶς συνάγει τὸ ἐπαγόμενον τὸ εἰ μὴ ὑφ’ ἑαυτοῦ, εἰ μὴ ἄρα πρὸς τὸ κινούμενον συντάττοιτο τὸ ὑφ’ ἑαυτοῦ
主句动词 συνάγει(主语为 τὸ ἐπαγόμενον)意为“合乎逻辑地接续”或“协调”。后半部分由 εἰ μὴ ἄρα 引出带希求式 συντάττοιτο 的从句,表示例外限制(“除非 ὑφ’ ἑαυτοῦ 与 τὸ κινούμενον 相连结”),指出了采纳亚历山大的异文时与后文接续上的句法困难。
- 8.48ἣν κινεῖ κίνησιν κινοῖτο ἄν
ἣν ... κίνησιν 是从句动词 κινεῖ 的同族宾语(内宾格),同时整个关系从句又充当主句动词 κινοῖτο 的同族宾格,构成“它将受它所推动的同一种运动所推动”的双重同族结构。
