← 辛普里丘

亚里士多德《物理学》注释

§123.15-124.33

本质述谓与整体和部分的定义关系

辛普利丘引用并阐发了阿德拉斯托的观点,指出在本质述谓中主体可被称为“恰恰是被述谓者”,但在偶性述谓与派生名述谓中则不然,并进一步探讨了陈述和定义中整体与部分之间的包含关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#2

ἐν πᾶσι γὰρ τούτοις τρόπον τινὰ αὐτὸ ἕκαστον αὑτοῦ κατηγορεῖται καὶ συνώνυμος αὐτοῦ γίνεται ἡ κατηγορία ἐπιδεχομένου τοῦ ὑποκειμένου τό τε ὄνομα καὶ τὸν λόγον τοῦ κατηγορουμένου, ὥστε εἶναι καὶ λέγεσθαι τὸ ὑποκείμενον ὅπερ τὸ κατηγορούμενον. Σωκράτης γὰρ ζῷον λογικὸν θνητὸν λέγεται καὶ ὅπερ ζῷον λογικὸν θνητόν· καὶ πάλιν Σωκράτης ζῷον προσαγορεύεται καὶ ἔστιν ὅπερ ζῷον καὶ ὅπερ λογικὸν καὶ ἄνθρωπος καὶ ὅπερ ἄνθρωπος. καὶ ὁμοίως τὸ λευκόν, οἷον τὸ τουδὶ τοῦ κύκνου, λευκὸν λέγεται καὶ ὅπερ λευκόν, καὶ χρῶμα διακριτικὸν ὄψεως καὶ ὅπερ χρῶμα διακριτικὸν ὄψεως. εἰ μέντοι τὸ λευκὸν ὡς συμβεβηκὸς καὶ κατὰ συμβεβηκὸς ἑτέρου τινὸς κατηγορηθῇ οἷον τοῦ ἱματίου, τὸ ἱμάτιον τοῦτο λευκὸν μὲν ῥηθήσεται, οὐκέτι δὲ καὶ ὅπερ λευκόν· οὐ γὰρ ἂν εἴποι τις αὐτὸ χρῶμα διακριτικὸν ὄψεως. παραπλησίως οὐδὲ ἐπ’ ἄλλου τινὸς τῶν κατὰ συμβεβηκὸς κατηγορουμένων καὶ ‘ὅπερ’ ἔστι κατηγορεῖν. συμβέβηκε γὰρ Σωκράτει σιμῷ εἶναι καὶ καθέζεσθαι ἢ διαλέγεσθαι καὶ ἄλλα πλείω· ἀλλὰ σιμὸς μὲν λέγεται Σωκράτης, σιμότης δὲ οὐ λέγεται οὐδὲ ὅπερ σιμότης· οὐ γάρ ἐστι Σωκράτης κοιλότης ἐν ῥινί. καὶ γραμματικὸς μὲν εἰ τύχοι λέγεται, οὐκ ἐπιδέχεται δὲ τὸν ὅρον τῆς γραμματικῆς· οὐδέποτε γὰρ τὸ ὑποκείμενον ἐπιδέχεται τὸν τοῦ συμβεβηκότος ὅρον οὐδὲ λέγεται ὅπερ τὸ συμβεβηκός’. ἐπιστῆσαι δὲ οἶμαι χρή, μήποτε ὥσπερ τὸ τοῦ συμβεβηκότος μετέχον οὐκ ἔστιν ὅπερ τὸ συμβεβηκός,1 διότι ὁ γραμματικὸς οὐκ ἔστιν ὅπερ ἡ γραμματική, οὕτω καὶ τὸ τῆς διαφορᾶς μετέχον οὐκ ἔστιν ὅπερ ἡ διαφορά· τὸ γὰρ λογικὸν οὐκ ἔστιν ὅπερ ἡ λογικότης, καὶ ὅλως τὸ παρωνύμως λεγόμενον οὐκ ἔστιν ἐκεῖνο ἀφ’ οὗ παρωνόμασται. ὁ μέντοι ἄνθρωπός ἐστιν ὅπερ τὸ ζῷον, ὅτι οὐ παρωνύμως λέγεται. “τῶν δὲ συμβεβηκότων, φησί, τὰ μὲν ἀεὶ πάρεστι τούτοις οἷς ἂν ᾖ συμβεβηκότα, οἷον τὸ σιμὸν ἢ τὸ βλαισόν· τὰ δὲ ὁτὲ μὲν πάρεστιν ὁτὲ δὲ οὔ, καθάπερ τὸ κοιμᾶσθαι ἢ περιπατεῖν καὶ ὅσα ἐνδέχεται τινι τῷ αὐτῷ ὁτὲ μὲν ὑπάρχειν ὁτὲ δὲ μή· οὐδενὸς δὲ τῶν συμβεβηκότων τὸν ὅρον ἐπιδέχεται τὸ ὑποκείμενον, ἀλλ’ οὐδὲ ἐν τῷ ὅρῳ τῶν ὑποκειμένων παραλαμβάνεταί τι τῶν συμβεβηκότων. ὅθεν οὐδὲ λέγεται τὸ ὑποκείμενον ὅπερ τὸ συμβεβηκός. οὐ γὰρ λέγεται ἡ ῥὶς ὅπερ σιμότης οὐδὲ ὁ Σωκράτης ὅπερ διαλέγεσθαι. ἐν μέντοι τοῖς τῶν ἀεὶ συμβεβηκότων ὅροις παραλαμβάνεται τὸ ὑποκείμενον οἷον ἐν τῷ τῆς σιμότητος ἡ ῥὶς καὶ ἐν τῷ τῆς βλαισότητος τὰ σκέλη. λέγεται γὰρ ἡ μὲν σιμότης κοιλότης ἐν ῥινί, ἡ δὲ βλαισότης κοιλότης ἐν σκέλεσιν. οὐ μέντοι οὐδὲ ἐπὶ τούτων οὔτε τὸ ὑποκείμενόν ἐστιν ὅπερ τὸ κατηγορούμενον οὔτε τὸ κατηγορούμενον ὅπερ τὸ ὑποκείμενον. ἔτι καὶ ταῦτα διοριστέον, ὡς ἁπλῶς γε πᾶς λόγος ἔκ τινων μερῶν ἐστιν οἷον ὀνομάτων καὶ ῥημάτων· ἐν γὰρ τῷ ‘Σωκράτης διαλέγεται’ μέρη ἐστὶν αὐτοῦ τὸ ‘Σωκράτης’ καὶ τὸ ‘διαλέγεται’· καὶ ὁμοίως ὁ τοῦ εἶναι καὶ τῆς οὐσίας λόγος· καὶ γὰρ οὗτος ἐκ τοῦ γένους καὶ τῶν διαφορῶν συμπληροῦται. καὶ ἐν μὲν τῷ ὅλῳ λόγῳ ἑκάστῳ τὰ μέρη αὐτοῦ καὶ οἱ τούτων πάλιν λόγοι τουτέστιν ὅροι περιέχονται καὶ παραλαμβάνονται, ἐν δὲ τοῖς μέρεσι καὶ τοῖς τούτων λόγοις οἱ τῶν ὅλων οὐκέτι. οἷον ἐν μὲν τῷ τοῦ ἀνθρώπου ὅρῳ, λέγω δὲ τῷ ζῴῳ λογικῷ θνητῷ ἢ πεζῷ δίποδι (τοῦτον γὰρ τίθησιν Ἀριστοτέλης ἀνθρώπου λόγον ὡς οὕτως ὁρισαμένου Πλάτωνος), ἔνεστι καὶ ὁ τοῦ ζῴου λόγος καὶ ὁ τοῦ δίποδος, καὶ ὁμοίως ἐπὶ τῶν ἄλλων· ἐν δὲ τῷ ζῴῳ ἢ ἐν τῷ δίποδι ἢ ἐν τοῖς τούτων ὅροις οὐκέτι ἐνυπάρχει οὐδὲ παραλαμβάνεται ὁ τοῦ ἀνθρώπου ὅρος. παραπλήσιος δέ ἐστι λόγος, οὐ μὴν ὁρικός γε, ὁ λέγων ὅτι Σωκράτης περιπατεῖ.2 καὶ ἐν μὲν τῷ ὅλῳ τούτῳ λόγῳ ἔνεστι καὶ ὁ τοῦ Σωκράτους λόγος καὶ ὁ τοῦ περιπατεῖν, ἐν δὲ τούτων ἑκατέρῳ οὐκέτι ὁ τοῦ ὅλου.

因为在所有这些情形中,在某种意义上每一事物自身都是述谓于自身的,并且其述谓成为同名同义的,因为主体同时接受被述谓者的名称与定义,从而使主体既是、也被说成恰恰是被述谓者。因为苏格拉底被说成是“有理性的会死的动物”,也被说成是“恰恰是有理性的会死的动物”;而且苏格拉底又被称为“动物”,并且恰恰是动物,恰恰是有理性的,是“人”,并且恰恰是人。同样,白——例如这只天鹅的白——被说成是“白”,也被说成是“恰恰是白”,被说成是“分晰视觉的颜色”,也被说成是“恰恰是分晰视觉的颜色”。然而,如果白是作为偶性且依偶性述谓于别物,例如述谓于一件外套,这件外套固然会被说成是“白的”,但绝不再会被说成是“恰恰是白”;因为没有人会说它是“分晰视觉的颜色”。同样,在依偶性被述谓的其他任何事物上,也不可能述谓“恰恰是”。因为鼻凹、坐着、交谈以及更多其他事物都依附于苏格拉底;苏格拉底固然被说成是“凹鼻的”,但并不被说成是“凹鼻”,也不被说成是“恰恰是凹鼻”;因为苏格拉底并不是鼻中的凹陷。假使他碰巧被说成是“语法学者”,他也不接受语法的定义;因为主体绝不接受偶性的定义,也不被说成是“恰恰是偶性”。 但我认为应当注意,是否正如有份于偶性者不是恰恰是偶性——因为语法学者并不是恰恰是语法——同样有份于种差者也不是恰恰是种差;因为有理性者并不是恰恰是有理性(理性本质),而一般而言,以派生名被说的事物并不是它所由以派生的那个事物自身。然而,人乃是恰恰是动物,因为人并非以派生名被说。 “而在偶性中,”他说,“一些总是现存于它们所依附的那些事物之中,例如凹鼻或罗圈腿;另一些则有时现存,有时不现存,正如睡觉或散步,以及凡可能在某一时刻属于同一事物而在另一时刻不属于的一切事物;但主体绝不接受任何偶性的定义,偶性也完全不被包含在主体的定义之中。因此主体也不被说成‘恰恰是偶性’。因为鼻子不被说成‘恰恰是凹鼻’,苏格拉底也不被说成‘恰恰是交谈’。然而在恒常现存的偶性的定义中,主体是被包含其中的,正如在凹鼻的定义中包含鼻子,在罗圈腿的定义中包含腿一样。因为凹鼻被说成是‘鼻中的凹陷’,罗圈腿被说成是‘腿中的凹陷’。然而即使在这些情形中,主体既非恰恰是被述谓者,被述谓者亦非恰恰是主体。此外,还必须对这些事项做出界定:概括地说,任何言说都由某些部分构成,例如名词和动词;因为在‘苏格拉底在交谈’中,其部分就是‘苏格拉底’和‘在交谈’;关于存在与实体的说明也是同样,因为这也是由属和种差补充完满的。在每一个整体的言说中,它的部分以及这些部分的言说(即定义)都被包含和吸纳在内,但在这些部分及其言说中,整体的言说则不再被包含。例如,在人的定义中——我是指‘有理性的会死的动物’或‘两足的陆行者’(亚里士多德假定这是人的说明,因为柏拉图曾如此定义)——既包含动物的说明,也包含两足者的说明,在其他情形中也是如此;但在动物中,或在两足者中,或在它们的定义中,人的定义便不再内在其中,也不被吸纳在内。与此类似、但绝非定义性的言说,则是说‘苏格拉底在散步’的言说。在这一整体言说中,固然既包含苏格拉底的说明,也包含散步的说明,但在这些部分中的每一方之中,整体的言说便不再内在其中了。”

语法注2 条
  1. 1.23ἐπιστῆσαι δὲ οἶμαι χρή, μήποτε ὥσπερ τὸ τοῦ συμβεβηκότος μετέχον οὐκ ἔστιν ὅπερ τὸ συμβεβηκός

    非人称结构 χρή + 不定词 ἐπιστῆσαι(“应当注意”)后接由表示审慎疑问或推测的连词 μήποτε 所引导的从句(“是否也许……”)。辛普利丘在此对阿德拉斯托的观点提出反思:正如分有偶性者并不恰恰是偶性一样,以派生名方式分有种差者(如有理性者与理性本质)是否同样不恰恰是该种差。

  2. 1.23παραπλήσιος δέ ἐστι λόγος, οὐ μὴν ὁρικός γε, ὁ λέγων ὅτι Σωκράτης περιπατεῖ

    在语序上,表语词组 παραπλήσιος ... λόγος 置于句首,而语法主语是带有定冠词的分词短语 ὁ λέγων ὅτι...(“说……的言说”)。此句将偶发命题的言说与前半部分论述的定义性言说(ὁρικός λόγος)相对比,指出即使在非定义的言说中,整体言说包含部分,但部分绝不包含整体。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:123.15-124.33