← 辛普里丘

亚里士多德《物理学》注释

§1238.1-1238.34

相互运动的不可能性与第一推动者的归结

辛普里修深入分析了亚里士多德将相互推动归谬的论证,剖析了由此导致每个部分都会成为推动自身的第一推动者之后果,并反驳了亚历山大认为该论证旨在排除外部推动者的看法,主张该论证旨在表明不存在任何第一推动者的荒谬性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.45#2

ἔδει γάρ, 〈εἰ〉 μὴ ὅλον αὐτὸ αὑτὸ κινεῖ, τὸ μέν τι εἶναι κινοῦν πρώτως, τὸ δὲ ὑπ’ ἐκείνου κινούμενον· ὅτι δὲ μηδὲν ἔσται πρώτως κινοῦν ἐν τῷ οὕτως αὐτοκινήτῳ, δείκνυσιν ἐκ τοῦ ἑκάτερον τῶν μορίων πρῶτον εὑρεθήσεσθαι κινοῦν· εἰ δὲ πάντα πρῶτα ὁμοίως, οὐδὲν ἂν εἴη πρῶτον. ὅτι δὲ ἑκάτερον πρῶτον, δείκνυσιν ἐκ τοῦ ἑκάτερον μὴ μόνον τὸ ἕτερον κινεῖν, ἀλλὰ καὶ ἑαυτό, καὶ μᾶλλον ὑφ’ ἑαυτοῦ κινεῖσθαι ἢ ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ. τὸ δὲ μᾶλλον κινοῦν τὸ πρῶτον κινοῦν ἐστιν. ὅτι δὲ καὶ ἑαυτὸ κινεῖ ἑκάτερον, δείκνυσι διὰ τοῦ τὸ γὰρ πρότερον αἰτιώτερον τοῦ κινεῖσθαι τοῦ ἐχομένου [μὲν ᾧ] καὶ κινήσει μᾶλλον. εἰ γάρ, ὡς εἴρηται, τὸ μὲν Α1 κινεῖ τὸ Β, τὸ δὲ Β κινεῖ τὸ Α, ἔσται τὸ Α τὸ πρῶτον κινοῦν καὶ ἑαυτὸ κινοῦν, καὶ μᾶλλον ἢ ὑπὸ τοῦ Β κινεῖται· ὁμοίως δὲ καί, εἰ τὸ Β κινεῖ τὸ Α, τὸ δὲ Α κινεῖ τὸ Β, τὸ Β πάλιν πρῶτον κινοῦν καὶ ἑαυτὸ κινήσει, καὶ μᾶλλον ἢ τὸ Α τὸ προσεχῶς αὐτὸ κινοῦν, ὥστε ἑκάτερον καὶ πρῶτον ἔσται καὶ ἑαυτὸ κινήσει καὶ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινήσεται· ὅπερ ἐδείχθη ἀδύνατον. τοῦ δὲ μᾶλλον ὑφ’ ἑαυτοῦ κινεῖσθαι τὸ Α ἢ ὑπὸ τοῦ Β ἐν τοῖς ἀντικινουμένοις δεικτικὸν παρήγαγεν τὸ τὸ μὲν Α ἑαυτῷ κινεῖν, τὸ δὲ Β κινούμενον ὑπὸ τοῦ Α κινεῖν τὸ Α· μᾶλλον γὰρ κινεῖ τὸ ἑαυτῷ κινοῦν ἢ τὸ τῷ ὑφ’ ἑτέρου κινεῖσθαι κινοῦν. τὸ δὲ ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ εἴρηκεν ἀντὶ τοῦ συγγενέστερον καὶ οἰκειότερον εἰς ἀρχῆς λόγον ἐστὶ τὸ πορρώτερον τοῦ ἐσχάτου κινουμένου ἤπερ τὸ μεταξὺ τούτου τε καὶ τοῦ πορρώτερον ὄντος. εἰ γὰρ κινούμενον μὲν ἔσχατόν ἐστι τὸ Γ, προσεχὲς δὲ κινοῦν αὐτὸ τὸ Β καὶ πορρώτερον τὸ Α, ἀρχοειδέστερόν ἐστι τὸ Α τοῦ Β εἰς τὸ κινεῖν τὸ Γ πορρώτερον ὂν τοῦ Γ ἤπερ τὸ Β. καὶ εἰ μηδὲν ἔχοι πρὸ ἑαυτοῦ κινοῦν τὸ Α, αὐτὸ ἂν εἴη ἀρχὴ τῆς κινήσεως. ὁμοίως δὲ καὶ δυεῖν ὄντων, ἐὰν τὸ μὲν Α κινῇ τὸ Β, τὸ δὲ Β κινῇ τὸ Α, ἀρχοειδέστερον πρὸς τὴν τοῦ Α κίνησίν ἐστι τὸ Α ἤπερ τὸ Β, πορρώτερον ἑαυτοῦ ὄν·2 〈τὸ δ’ αὐτὸ καὶ ἐπὶ〉 τοῦ Β ῥητέον· ὥστε πάντα ὁμοίως πρῶτα, καὶ διὰ τοῦτο οὐδὲν πρῶτον. ὁ δὲ Ἀλέξανδρος διὰ τῶν εἰρημένων δεδεῖχθαί φησι τὸ μηδέτερον αὐτῶν ὑπό τινος ἔξωθεν καὶ ἄλλου κινηθήσεσθαι, ἀλλ’ αὐτὰ ὑφ’ αὑτῶν. ἄμεινον δὲ οἶμαι λέγειν, ὅτι τὸ μηδὲν εἶναι πρῶτον κινοῦν ἀποδέδεικται. καὶ πρὸς τὴν τούτου κατασκευὴν παρείληπται τὸ ἑκάτερον αὐτῶν καὶ ἑαυτὸ κινεῖν, ἵνα διὰ τούτου ἀρχοειδέστερον καὶ πρῶτον δειχθῇ.

因为,如果整体不是由自身作为整体来推动,那么本来就必须是某一部分首先推动,而另一部分受其推动;但他表明,在这样一种自主动者中将没有任何首先推动者,这是基于各部分都将被发现是首先推动者;而如果所有部分都同样是第一的,那么就没有任何东西会是第一的。他表明每一部分都是第一的,是基于每一部分不仅推动另一部分,而且也推动自身,并且受自身的推动胜于受被它推动之物的推动。而推动程度更大的,就是首先推动者。而且,他通过以下语句表明每一部分也推动自身:“因为在先者较之相随相连者更是受推动的原因,并且将推动得更多。”因为如前所述,如果Α推动Β,而Β推动Α,那么Α将是首先推动者并推动自身,并且受自身推动胜于受Β推动;同样地,如果Β推动Α,而Α推动Β,那么Β又将是首先推动者并推动自身,并且胜于邻接推动它的Α[对它的推动],以至于每一部分既将是第一的,又将推动自身,并且整体将被自身的整体所推动;而这已被证明是不可能的。为了证明在相互反向推动的事物中,Α受自身推动胜于受Β推动,他提出:Α是凭自身推动,而Β则是受Α推动而推动Α;因为凭自身推动者比起因受他物推动而推动者,推动程度更大。至于他说“距受推动者更远者较之居间者更为临近本原”,乃是意指:距最终受推动者更远者,较之居于此者与更远者之间者,在作为本原的说明上更为相通且更为贴切。因为如果最终受推动者是Γ,邻接推动它的是Β,而更远的是Α,那么Α比起Β在推动Γ上更具有本原的性质,因为它比Β距离Γ更远。而如果Α自身之前没有任何推动者,它自身就会是运动的本原。同样,在只有两者的情况下,如果Α推动Β,而Β推动Α,那么相对于Α的运动而言,Α比起Β更具有本原的性质,因为它距离自身更远;同样的话也必须就Β而言;因此所有部分都同样是第一的,并且正因如此,没有任何东西是第一的。但亚历山大说,通过所说的话表明的是它们两者都不会受某种来自外部且相异之物的推动,而是它们受自身推动。但我认为更好的说法是:被论证出来的是没有任何东西是首先推动者。而为了确立这一点,才引入了它们中每一者也推动自身这一命题,以便由此使之被表明更具本原性质且是第一的。

语法注2 条
  1. 8.45τοῦ δὲ μᾶλλον ὑφ’ ἑαυτοῦ κινεῖσθαι τὸ Α ἢ ὑπὸ τοῦ Β ἐν τοῖς ἀντικινουμένοις δεικτικὸν παρήγαγεν τὸ τὸ μὲν Α ἑαυτῷ κινεῖν, τὸ δὲ Β κινούμενον ὑπὸ τοῦ Α κινεῖν τὸ Α

    主要动词 παρήγαγεν 的直接宾语是由重叠冠词统摄的名词化不定式短语 τὸ [τὸ μὲν Α ἑαυτῷ κινεῖν, τὸ δὲ Β...];句首的属格短语 τοῦ δὲ μᾶλλον ὑφ’ ἑαυτοῦ κινεῖσθαι... 则是依附于述语形容词 δεικτικόν 的宾格性属格(意为“作为……的证明/体现”)。

  2. 8.45ἀρχοειδέστερον πρὸς τὴν τοῦ Α κίνησίν ἐστι τὸ Α ἤπερ τὸ Β, πορρώτερον ἑαυτοῦ ὄν

    分词 ὄν 与主语 τὸ Α 一致,表示附带情况或理由。表面上矛盾的短语 πορρώτερον ἑαυτοῦ(“距自身更远”)是将前文确立的原则(即距离受推动者更远者更具本原性)递归地应用于 Α 自身作为受推动者的情况,表明在 Α 的受动因果链中,作为源头的始原 Α 相比中间的媒介者 Β,在逻辑上距“作为受动者的 Α”更为遥远。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1238.1-1238.34