← 辛普里丘

亚里士多德《物理学》注释

§1237.3-1237.35

自主动者的部分划分与相互推动的驳斥

辛普里丘阐述了关于自主动者之部分的划分(部分推动整体、整体推动部分,或部分推动部分),介绍了欧德谟通过顺次递减证明第一推动者必是不动的论证,并说明亚里士多德首先通过归谬法反驳了两个部分相互推动的假设。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.45#1

" Ὅτι δὲ οὐκ ἔστι τὸ αὐτὸ αὑτὸ κινοῦν οὕτως ἕως τοῦ ἐγγύτερον δὲ τὸ πορρώτερον τοῦ κινουμένου τῆς ἀρχῆς ἢ τὸ μεταξύ." Συμπερανάμενος ‘εἰ ἔστι τι αὐτοκίνητον, ἀνάγκη τὸ μέν τι αὐτοῦ κινεῖν, τὸ δὲ κινεῖσθαι’ δέδωκε πάλιν ἡμῖν καὶ τούτου τὴν διαίρεσιν ἐννοεῖν. εἰ γὰρ τὸ μέν τι κινεῖ τὸ δὲ κινεῖται, ἢ μέρος μὲν κινεῖ τὸ δὲ ὅλον κινεῖται, ἢ τὸ μὲν ὅλον κινεῖ μέρος δὲ κινεῖται, ἢ μέρος μέν τι κινεῖ, μέρος δὲ κινεῖται. διαιρεῖ δὲ καὶ τοῦτο ὁ Εὔδημος οὕτως· “τὸ γὰρ κινοῦν, φησί, μέρος ἢ ἀκίνητον ὂν κινήσει ἢ κινούμενον· ἀλλ’ εἰ μὲν ἀκίνητον, δέδεικται ὃ βουλόμεθα, ὅτι τὸ αὐτοκίνητον σύγκειται ἐκ κινουμένου καὶ ἀκινήτου τοῦ κινοῦντος. εἰ δὲ τὸ κινοῦν μέρος κινούμενον καὶ αὐτὸ κινεῖ, ἐπειδὴ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται καὶ τοῦτο ὑπό τινος κινηθήσεται, οὐκοῦν ἔξωθεν μὲν οὐχ οἷόν τε εἶναι τὸ κινοῦν αὐτό· οὐ γὰρ ἂν ἔτι ὑφ’ ἑαυτοῦ λέγοιτο κινεῖσθαι τὸ ὅλον, ἀλλ’ ὑπ’ ἄλλου τοῦ τὸ κινοῦν αὐτὸ μέρος κινοῦντος· ὑπό τινος ἄρα τῶν ἐν τῷ αὐτοκινήτῳ κινήσεται. ἢ οὖν ὑπό τινος τῶν ἑαυτοῦ μορίων κινήσεται τὸ κινοῦν μέρος ἢ ὑπὸ τοῦ κινουμένου. καὶ τοῦτο πάλιν τὸ κινοῦν ἢ ἀκίνητον ὂν κινεῖ, καὶ ἔσται τὸ πρώτως κινοῦν ἀκίνητον, ἢ κινούμενον· καὶ πάλιν ἢ ὑπὸ μέρους ἑαυτοῦ ἢ ὑπὸ τοῦ κινουμένου. ἀνταναιροῦντες1 δέ, φησὶν ὁ Εὔδημος, οὕτως ἥξομέν ποτε εἰς τὰ πρώτως κινοῦντα· ταῦτα δὲ ἦν, ἃ μὴ τινὶ ἐκίνει, ἀλλ’ ὅλα ὅλοις· οὐ γὰρ ἐνδέχεται τὴν ἀνταναίρεσιν ἄπειρον εἶναι· οὐ γὰρ ἂν κινοῖντο μὴ ὄντος πρώτου. δέδεικται δέ, ὅτι ὅλον ὑπὸ ὅλου ἀδύνατον κινεῖσθαι ἑαυτοῦ· ὥστε ἀνάγκη τὸ πρώτως κινοῦν ἀκίνητον ὂν κινεῖν.” οὕτω μὲν οὖν ὁ Εὔδημος διαιρεῖ· ὁ δὲ Ἀριστοτέλης πρῶτον ἀναιρεῖ τὸ μόριον μέν τι κινεῖν, μόριον δέ τι κινεῖσθαι οὕτως, ὥστε καὶ τὸ κινούμενον κινεῖν πάλιν τὸ κινοῦν αὐτὸ καὶ τὸ κινοῦν κινεῖσθαι ὑπὸ τοῦ κινουμένου ὑπ’ αὐτοῦ· συμβαίνει γὰρ οὕτως ἑκάτερον ὑφ’ ἑκατέρου κινεῖσθαι ὑπό τε τοῦ κινουμένου ὑπ’ αὐτοῦ καὶ ὑφ’ ἑαυτοῦ. εἰ γὰρ τὸ Α κινεῖ τὸ Β, τὸ δὲ Β κινεῖ τὸ Α, καὶ ὑφ’ ἑαυτοῦ ἄρα κινεῖται τὸ Α καὶ μᾶλλον ἢ ὑπὸ τοῦ Β· μᾶλλον γὰρ ὑπὸ τοῦ πρώτου κινοῦντος κινεῖται τὸ κινούμενον ἢ ὑπὸ τοῦ προσεχοῦς, ὡς δέδεικται πρότερον. ταύτην οὖν ἐλέγχει τὴν ὑπόθεσιν ὁ Ἀριστοτέλης πρώτην εἰς ἀδύνατον ἀπάγων αὐτὴν τὸ μηδὲν ἔσεσθαι πρῶτον κινοῦν, ὡς τὸ μὲν εἶναι κινοῦν αὐτῶν, τὸ δὲ κινούμενον ὑπ’ ἐκείνου.2

“自身推动者并不是以这种方式”至“距受推动者更远者较之居间者离本原更近”。 在得出结论“如果存在某种自主动者,那么必然是其一部分在推动,而另一部分受推动”之后,他又让我们重新考虑对这一点的划分。因为如果是一部分在推动而另一部分受推动,那么要么是部分在推动而整体受推动,要么是整体在推动而部分受推动,要么是某一特定部分在推动而一部分受推动。欧德谟也这样划分这一点:“因为,”他说,“推动的部分要么作为不动者而推动,要么在受推动中推动;但如果是不动的,我们所希望的就已经表明了,即自主动者是由受推动者和推动的不动者构成的。但如果推动的部分自身也在受推动中推动,既然一切受推动者都是被某物推动的,那么这一部分也将被某物推动。既然如此,推动它的事物就不可能是来自外部的;因为那样的话,整体就不再会被说成是由自身推动的,而是由推动其推动部分的另一物所推动;因此它将被自主动者内部的事物之一所推动。那么,推动的部分要么被它自身的某个部分推动,要么被受推动者所推动。而这个推动者又要么作为不动者而推动——如此第一推动者将是不动的——要么在受推动中推动;而且再次要么被自身的一部分推动,要么被受推动者推动。然而,”欧德谟说,“如此顺次递减,我们终将到达第一推动者;而这些第一推动者曾是不通过某个部分、而是整体通过整体来推动的;因为顺次递减不可能无限进行;因为若没有第一者,它们便不会受推动。但已经表明,整体不可能被它自身的整体所推动;所以第一推动者必然作为不动者而推动。”欧德谟固然是这样划分的;但亚里士多德首先反驳了这样一种方式,即某一部分在推动,某一部分受推动,以至于受推动者反过来推动推动它之物,而推动者又被受它推动之物所推动;因为如此一来便会导致两者各自受每一方推动,既受被它推动之物推动,也受自身推动。因为如果Α推动Β,而Β推动Α,那么Α也就被自身推动,并且甚至比被Β推动更为显著;因为如先前所表明的,受推动者受第一推动者的推动胜于受邻接推动者的推动。因此,亚里士多德通过将这一假设归谬于将没有任何第一推动者(以至于它们中一者是推动者,而另一者受其推动),从而首先反驳了这一假设。

语法注2 条
  1. 8.45ἀνταναιροῦντες

    现在分词 ἀνταναιροῦντες 描述了在欧德谟的论证中对推动部分与受推动部分这一链条进行顺次扣除、逐层消解的逻辑程序,与后文的语句 οὐ γὰρ ἐνδέχεται τὴν ἀνταναίρεσιν ἄπειρον εἶναι 相呼应。

  2. 8.45εἰς ἀδύνατον ἀπάγων αὐτὴν τὸ μηδὲν ἔσεσθαι πρῶτον κινοῦν, ὡς τὸ μὲν εἶναι κινοῦν αὐτῶν, τὸ δὲ κινούμενον ὑπ’ ἐκείνου

    带冠词的不定式短语 τὸ μηδὲν ἔσεσθαι πρῶτον κινοῦν 与 ἀδύνατον 构成同位语,说明所导致的荒谬后果。紧随其后的 ὡς 从句(ὡς τὸ μὲν εἶναι κινοῦν αὐτῶν...)则进一步阐明第一推动者所要求的具体状态(即其中一者推动而另一者被其推动)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1237.3-1237.35