- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1236.6-1237.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普里丘考察了泰奥弗拉斯托斯关于生成原因的三分法及亚历山大的解释,论证了依自身的施动总是产生与其相似之物,并确证了亚里士多德的结论:自主动者必然区分为推动的部分和受推动的部分。
ἢ τρίτον ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος,1 ὡς καὶ ὁ μώλωψ· ὑπὸ γὰρ ἐντελεχείᾳ οὔσης τῆς μάστιγος γίνεται, οὔτε δὲ ὁμοίας ἔτι οὔτε ἐναντίας τῷ γινομένῳ. καὶ τὰ ὑπὸ τοῦ ἡλίου δέ, φησί, γινόμενα ὑπὸ ἐντελεχείας γίνεται· καὶ γὰρ αὐτὸς οὔτε ὅμοιος οὔτε ἐναντίος τοῖς γινομένοις ὑπ’ αὐτοῦ.” ἐφιστάνει δὲ ὁ Ἀλέξανδρος, ὅτι ὑπὸ ἐντελεχείας λέγεται γίνεσθαι τὰ ὑπὸ τῆς μάστιγος ἀντὶ τοῦ ὑπὸ ἐνεργείας καὶ πληγῆς, καὶ δῆλον δὲ ὅτι καὶ τὰ ἄλλα πάντα τὰ γινόμενα ὑπὸ ἐντελεχείας γίνεται, εἴτε τὸ ἐνεργείᾳ εἶναι, ὅ ἐστιν, εἴτε τὴν ἐνέργειαν δηλοῖ ἡ ἐντελέχεια. μήποτε οὖν ὡς τῶν μὲν ἄλλων καὶ ἰδίῳ τινὶ χαρακτῆρι κρατουμένων, τούτων δὲ μόνον τὸ ἐνεργεῖν ἐχόντων, οὕτως ὠνόμασεν αὐτά.2 ἐφιστάνειν δὲ ἀξιῶ τῇ τῶν ποιούντων καὶ γινομένων διαιρέσει, μήποτε πάντα τὰ καθ’ αὑτὸ ποιοῦντα καὶ γινόμενα φυσικῶς ὅμοια ποιεῖ καὶ ὅμοια γίνεται. ἐκ μὲν γὰρ τῶν ἐναντίων ὡς ἐξ ὕλης γίνεται πάντως τὰ γινόμενα, ὑπὸ δὲ τῶν ἐναντίων ὡς ὑπὸ ποιητικῶν αἰτίων οὐδὲν γίνεται καθ’ αὑτό. δρᾷ μὲν γὰρ εἰς ἄλληλα τὰ ἐναντία, γίνεται δὲ οὐ τὸ ἐναντίον ὑπὸ τοῦ ἐναντίου, ἀλλὰ τὸ ὅμοιον. καὶ τοῦτο καὶ τῷ Ἀριστοτέλει δοκεῖ ἐν πρώτῳ τῆς Περὶ γενέσεως γράφοντι οὕτως· “διὸ καὶ εὔλογον ἤδη τό τε πῦρ θερμαίνειν καὶ τὸ ψυχρὸν ψύχειν, καὶ ὅλως τὸ ποιητικὸν ὁμοιοῦν αὑτῷ τὸ πάσχον· τό τε γὰρ ποιοῦν καὶ τὸ πάσχον ἐναντία ἐστί, καὶ ἡ γένεσις εἰς τοὐναντίον, ὥστε ἀνάγκη τὸ πάσχον εἰς τὸ ποιοῦν μεταβάλλειν.” καὶ τὸ πῦρ δὲ ὑπὸ τοῦ ψυχροῦ κατὰ συμβεβηκὸς γίνεται καὶ οὐ καθ’ αὑτό· οὐ γὰρ καθ’ ὃ ψυχρὸν πυρός ἐστι ποιητικόν, ἀλλὰ καθ’ ὃ ψυχρὸν πυκνοῖ καὶ συνάγει τὰ τέως ἐσκορπισμένα πυρὰ καὶ παρατριβόμενα ἀλλήλοις ἔτι μᾶλλον ἐκπυροῦσθαι ποιεῖ, μεταβάλλοντα εἰς ἑαυτὰ τὰ πλησιάζοντα, καὶ ἡ μάστιξ δὲ καθ’ αὑτὸ μὲν ὅμοιον ἑαυτῇ τύπον ἐμποιεῖ τῷ μαστιζομένῳ, βιαίως ἐπωθοῦσα διὰ τὴν κίνησιν, οἱ δὲ μώλωπες κατὰ συμβεβηκὸς ἐπιγίνονται συχνῶν μικρῶν ἀγγείων ῥηγνυμένων καὶ χεομένου τοῦ αἵματος ἔνδον. εἰ οὖν ταῦτα ἀληθῆ λέγω, ἔοικεν ὁ Ἀριστοτέλης τὸ ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον κινούμενον εἰπεῖν ἀντὶ τοῦ ‘ὅσα καθ’ αὑτὸ κινεῖ’,3 ὡς ἀπὸ τεκμηρίου τοῦ συνωνύμου δηλῶν αὐτὸ καὶ ἐπὶ τούτων βουλόμενος τὴν ἀντίφασιν συναληθεύειν, εἴ τις αὐτό τι ὑφ’ ἑαυτοῦ λέγοι κινεῖσθαι, ἀλλ’ οὐκ ἐπὶ τῶν κατὰ συμβεβηκὸς κινούντων τε καὶ κινουμένων. δείξας δέ, ὅτι ἀδύνατον αὐτοκίνητόν τι εἶναι οὕτως, ὡς ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι, καὶ συνεπεράνατο, ὅτι εἴπερ ὅλως ἔστι τι αὐτοκίνητον, ἀνάγκη τὸ μέν τι αὐτοῦ κινεῖν, τὸ δὲ κινεῖσθαι.
“或者第三,由总体上处于现实之物[产生],如鞭痕;因为它是由于处于现实的皮鞭而产生的,皮鞭对所产生的事物而言既不再是相似的,也不是对立的。而由太阳产生的事物,”他说,“也是由现实产生的;因为它自身对由它所产生的事物而言既不相似,也不对立。”亚历山大指出,由皮鞭产生的事物被说成是由现实产生,是用来替代“由活动与打击产生”;而且显然,所有其他生成的事物也是由现实产生的,无论现实性是指其所是的处于现实之存在,还是指活动。难道不是因为其他事物还受某种独特的特征所支配,而这些事物仅仅具有活动,他才如此称呼它们吗?但我认为应当注意施动者与受生者的划分,是否所有依自身施动且自然生成的事物都产生相似之物并成为相似之物。因为生成之物固然在一切情形下都从对立者产生,如同从质料产生一样,但没有任何事物是由对立者依自身产生,如同由动力因产生一样。因为对立者彼此相互作用,但由对立者所产生的不是对立者,而是相似者。这也是亚里士多德的观点,他在《论生成与消灭》第一卷中这样写道:“因此,火加热、冷致冷,以及一般而言施动者使受动者与自身相似,已经是合乎情理的了;因为施动者与受动者是对立的,而生成朝向对立面,以至于受动者必然转变为施动者。”而且火由冷产生也是偶性的,而非依自身的;因为并非就冷是冷而言冷产生火,而是就它是冷而言使此前分散的火致密并聚集在一起,并使它们因彼此摩擦而更加发火燃烧、将邻近的事物转变成它们自身;皮鞭依自身而言,因其运动而猛烈压迫,在受鞭打者身上造成与其自身相似的印痕,而鞭痕则是因许多细小血管破裂且血液在内部流出而偶性地附带产生的。因此,如果我说得不错,亚里士多德所说的‘只要推动者必然具有同名的受推动者’,似乎是用来替代‘只要依自身推动’的,他是以同名者为征象来指明这一点,并且希望在这些情形下矛盾的两造同时为真——如果有人说某物受自身推动的话——而不是在偶性地推动和受推动的事物的情形下。在表明了某物作为整体受自身整体推动这种意义上的自主动者是不可能的之后,他连带得出结论:如果确实存在某种自主动者,那么必然是其一部分在推动,而另一部分受推动。
- 8.44ἢ τρίτον ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος
连词 ἤ 与副词 τρίτον 延续了前一分块末尾泰奥弗拉斯托斯引文的三分法(ἢ γὰρ ὑπὸ ὁμοίου... ἢ ὑπὸ ἐναντίου...),引出介词短语 ὑπὸ ἐντελεχείᾳ ὅλως ὄντος。根据上下文可补出谓语动词 γίνεσθαι(或 γίνεται)。
- 8.44μήποτε οὖν ὡς τῶν μὲν ἄλλων καὶ ἰδίῳ τινὶ χαρακτῆρι κρατουμένων, τούτων δὲ μόνον τὸ ἐνεργεῖν ἐχόντων, οὕτως ὠνόμασεν αὐτά.
μήποτε 引出委婉的推测或疑问(“难道不是……吗?”)。由 ὡς 引出的两个属格独立结构 τῶν μὲν ἄλλων... κρατουμένων 与 τούτων δὲ... ἐχόντων 表示主观设想的原因或依据,修饰主句动词 ὠνόμασεν。
- 8.44ἔοικεν ὁ Ἀριστοτέλης τὸ ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον κινούμενον εἰπεῖν ἀντὶ τοῦ ‘ὅσα καθ’ αὑτὸ κινεῖ’
这是一个由 ἔοικεν 作限定动词、ὁ Ἀριστοτέλης 作主语、不定式 εἰπεῖν 构成的人称句式(“亚里士多德似乎说了……”)。引用的从句 ὅσων... κινούμενον 前加上中性单数宾格定冠词 τό,构成实体化短语,作 εἰπεῖν 的直接宾语,并与 ἀντὶ τοῦ 引出的短语相对照。
