- 底本
- Simplicius, In Aristotelis Physicorum Libros Commentaria. Commentaria in Aristotelem Graeca IX, ed. H. Diels, Berlin: Reimer 1882, pp. 1-800; Commentaria in Aristotelem Graeca X, ed. H. Diels, Berlin: Reimer 1895, pp. 801-1366. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1235.9-1236.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
辛普利丘阐明了亚里士多德如何依据运动和受动者的定义(从潜能向现实的过渡),通过矛盾律以及第二格三段论证明整体受其自身整体推动的不可能性,并引用泰奥弗拉斯托斯关于施动者与同名结果的分类进行补充解释。
" Ἔτι διώρισται ὅτι κινεῖται τὸ κινητὸν ἕως τοῦ τὸ μὲν ἄρα κινεῖ τὸ δὲ κινεῖται τοῦ αὐτὸ αὑτὸ κινοῦντος." Ὑποδείξας ἀπεμφαίνοντα τὸν λόγον τὸν λέγοντα ὅλον τι ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι νῦν ὅτι καὶ ἀδύνατόν ἐστι τοῦτο, ὡς προεῖπεν, ἀποδείκνυσι. δείκνυσι δὲ αὐτὸ τῷ τῆς κινήσεως ὁρισμῷ προσχρώμενος καὶ τῷ τοῦ κινουμένου. κινούμενον γάρ φαμεν τὸ κινητὸν καὶ ἔτι ἐν τῷ δυνάμει ὂν καὶ εἰς ἐντελέχειαν βαδίζον τὴν τελείαν, ἐπειδὴ ἡ κίνησις, κἂν ἐντελέχεια τοῦ κινητοῦ ᾖ, ἀλλὰ ἀτελὴς ἐντελέχεια ὡς ἔτι ἐν τῷ δυνάμει ὄντος τοῦ κινουμένου,1 τὸ μέντοι κινοῦν ἐνεργείᾳ ἔστιν ἤδη. τὸ γὰρ θερμαῖνον θερμὸν εἶναι χρὴ κατ’ ἐνέργειαν, καὶ τὸ μεταδιδὸν ἄλλῳ τινός, ὅπερ αὐτὸς γεννᾶν εἶπεν, αὐτὸ πρότερον ἔχειν ἐκεῖνο, οὗ μεταδίδωσι. τούτων οὖν ἐναργῶν ὄντων, ἐὰν ὅλον τι ὑφ’ ὅλου ἑαυτοῦ θερμαίνηται, καθ’ ὅσον μὲν θερμαίνει, θερμὸν ἤδη ἐστὶν ἐνεργείᾳ, καθ’ ὅσον δὲ θερμαίνεται καὶ ἐπὶ τὸ θερμὸν εἶναι βαδίζει, δυνάμει μόνον ἔχον τοῦτο τέως οὔπω θερμόν ἐστιν, ὥστε ἅμα τὸ αὐτὸ καὶ κατὰ τὸ αὐτὸ θερμὸν ἔσται καὶ οὐ θερμόν, ὅπερ ἀδύνατον, εἴπερ ἀδύνατόν ἐστι τὸ τὴν ἀντίφασιν συναληθεύειν. ὡς δὲ καὶ ἐπὶ τοῦ θερμοῦ οὕτω καὶ ἐπὶ τῶν ἄλλων κινήσεων, ἐφ’ ὧν τὸ κινοῦν συνώνυμον ἴσχει ἑαυτῷ τὸ κινούμενον, οἷον τὸ φέρον φέρεσθαι ποιεῖ καὶ τὸ αὖξον αὔξεσθαι καὶ τὸ ἐπιστῆμον ποιεῖ ἐπιστῆμον, ἀνάγκη τὴν ἀντίφασιν συναληθεύειν, εἰ αὐτό τι ὑφ’ ἑαυτοῦ κινοῖτο. εἰ δὲ τοῦτο ἀδύνατον, ἀδύνατόν τι ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι. συνάγεται δὲ καὶ ἐν δευτέρῳ σχήματι τὸ ἀδύνατον οὕτω· πᾶν τὸ κινούμενον, καθ’ ὃ κινεῖται, ἀτελές· οὐδὲν κινοῦν, καθ’ ὃ κινεῖ, ἀτελές· οὐδὲν ἄρα κινοῦν, καθ’ ὃ κινεῖ, κινεῖται. προαγαγὼν δὲ ἐπὶ τοῦ θερμοῦ τὸν λόγον ὁ Ἀριστοτέλης ἐπήγαγεν ὁμοίως δὲ καὶ τῶν ἄλλων ἕκαστον, ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον,2 τουτέστιν εἰς συνώνυμον αὑτῷ ἄγειν τὸ κινούμενον ὑπ’ αὐτοῦ, οἷον τὸ θερμαῖνον θερμὸν ὂν θερμὸν ποιεῖν τὸ θερμαινόμενον καὶ τὸ διδάσκον ἐπιστῆμον ὂν ἐπιστῆμον ποιεῖν τὸ διδασκόμενον. τοῦτο δὲ λέγει, ἐπεὶ μὴ πάντα τὰ ποιοῦντα ὅμοια αὑτοῖς ποιεῖ· ἡ γὰρ μάστιξ τοὺς μώλωπας ποιεῖ οὐκ ἔχουσα αὐτὴ μώλωπας. Διαιρεῖ δὲ ὁ Θεόφραστος ἐν τρίτῳ τῶν Φυσικῶν ἢ Περὶ οὐρανοῦ τὰ γινόμενα οὕτως· “ἢ γὰρ ὑπὸ ὁμοίου γίνεται, φησίν, ὡς ἄνθρωπος ὑπὸ ἀνθρώπου καὶ θερμὸν ὑπὸ θερμοῦ, ἢ ὑπὸ ἐναντίου, ὡς ὁρῶμεν τοὺς κεραυνοὺς καὶ τὰς ἀστραπάς· ὑπὸ γὰρ ψυχρότητος ἡ τούτου τοῦ πυρὸς ἐν τῷ ἀέρι γένεσις ἀθροίζοντος εἰς ἓν τὸ ἐν αὐτοῖς θερμὸν καὶ ἐκπυροῦντος.3
“此外,已确定可动者运动”至“因此,在推动自身者之中,一部分在推动,而另一部分受推动”。 在指出了主张某个整体受其自身整体推动的说法是不合情理的之后,他现在如先前所言,证明这也是不可能的。他借助运动的定义和受动者的定义来证明这一点。因为我们说,受推动者就是可动者,且尚处于潜能之中,正走向完全的现实;因为运动即使是可动者的现实,也是一种不完全的现实,因为受推动者尚处于潜能之中,然而推动者却已经处于现实之中。因为加热者必须在现实上是热的,而将某物分给另一者的事物——他自己称此为产生——必须自身首先拥有它所分给的事物。既然这些是显然的,那么如果某个整体由其自身整体加热,就其加热而言,它在现实上已经是热的,但就其受热且正走向成为热而言,它仅仅在潜能上拥有这一状态,因而在眼下尚未是热的;以至于同一事物在同一时刻且在同一方面既是热的又是非热的,而这是不可能的,因为矛盾的两造不可能同时为真。正如在热的情形中一样,在其他运动中亦是如此——在这些运动中,推动者拥有与其自身同名的受推动者,例如运载者使其被运载,增长者使其被增长,具有知识者使其具有知识——如果有某物受自身推动,矛盾的两造必然同时为真。如果这是不可能的,那么任何事物作为整体由其自身整体推动也是不可能的。这一不可能性也可以在第二格[三段论]中推导如下:凡受推动者,就其受推动而言,都是不完全的;没有哪个推动者,就其推动而言,是不完全的;因此,没有哪个推动者,就其推动而言,是受推动的。亚里士多德在关于热提出了这一论述之后,又补充道:“同样,对于其余各项也是如此,只要推动者必然具有同名者”,这就是说,将受其推动者引导至与其自身同名之物,例如加热者作为热的使受热者成为热的,施教者作为具有知识者使受教者具有知识。他说这话是因为并非所有施动者都产生与自身相似者;因为皮鞭产生鞭痕,但自身并不具有鞭痕。泰奥弗拉斯托斯在《自然学》第三卷或《论天》中对生成之物作了如下划分:“他说,因为生成要么由相似者产生,如人由人产生,热由热产生;要么由对立者产生,如我们所见的雷电与闪电;因为空气中这种火的生成是由冷气产生的,它把它们之中的热聚集为一并使之燃烧发火。”
- 8.44ὡς ἔτι ἐν τῷ δυνάμει ὄντος τοῦ κινουμένου
表示原因的小词 ὡς 引导属格绝对结构 ὄντος τοῦ κινουμένου,作为前文命题 κἂν ἐντελέχεια... ᾖ, ἀλλὰ ἀτελὴς ἐντελέχεια(“即使是现实,也是不完全的现实”)的理由依据。
- 8.44ὅσων τὸ κινοῦν ἀνάγκη ἔχειν τὸ συνώνυμον
关系代词 ὅσων 是修饰前文 τῶν ἄλλων ἕκαστον 的部分属格。在关系从句中,无人称词 ἀνάγκη [ἐστί] 支配不定式 ἔχειν,宾格 τὸ κινοῦν 作不定式的主语,τὸ συνώνυμον 作宾语。
- 8.44ἀθροίζοντος εἰς ἓν τὸ ἐν αὐτοῖς θερμὸν καὶ ἐκπυροῦντος
阳性/中性单数属格分词 ἀθροίζοντος 和 ἐκπυροῦντος 在语法性上与前文阴性名词 ψυχρότητος 不一致。这是依意义一致(constructio ad sensum),指涉作为主体的“冷”(τὸ ψυχρόν)或“空气”(ἀήρ),说明冷气汇聚热量并使之点火的作用。
