← 辛普里丘

亚里士多德《物理学》注释

§1233.34-1235.8

整体推动整体的不可能性与种的同一性

辛普利丘在对257b2的注解中,首先引述了欧德谟关于自运动者四种方式的记述,进而考察亚里士多德对“整体受自身整体推动”之荒谬性的论证。他批判性地检视了亚历山大对“作为一个且在种上不可分”这一词句的解释,主张该表述指明的是种上的一而非数上的一,并阐明了同一事物就同一种和同一健康同时处于能动与受动状态之不可能。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.43

" Ἀδύνατον δὴ τὸ αὐτὸ κινοῦν ἕως τοῦ καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν." Ὁ μὲν οὖν Εὔδημος προϊστορήσας, ὅτι τὸ αὐτὸ κινοῦν ὑπὸ Πλάτωνος διεδόθη, διαιρεῖ πρῶτον τοὺς τρόπους, καθ’ οὓς ἐνδέχεταί τι αὐτοκίνητον λέγεσθαι, γράφων οὕτως· “ἤτοι γὰρ ὅλον ὅλον κινεῖ ἢ μέρος ὅλον ἢ ἀνάπαλιν, ἢ μέρος μέρος. κινεῖν δὲ λέγομεν πρώτως τὸ αὑτῷ κινεῖν οὐ τὸ ἑτέρῳ1 καὶ τὸ δι’ αὑτὸ καὶ οὐ δι’ ἄλλο.” καὶ οὕτω τοὺς τρεῖς τρόπους καθ’ ἕκαστον ἀνελὼν μόνον δείκνυσιν αὐτοκίνητον δυνάμενον εἶναι τὸ μέρει μὲν κινοῦν, μέρει δὲ κινούμενον, καὶ τούτου τὸ ἔχον ἐν αὑτῷ τὸ μέν τι κινοῦν ἀκίνητον ὂν καθ’ αὑτό, τὸ δὲ κινούμενον. ὁ δέ γε Ἀριστοτέλης οὐ προσέλαβε μὲν τὴν διαίρεσιν ταύτην, προελθὼν δὲ τίθησιν αὐτὴν συντόμως, ὅταν λέγῃ· “τὸ γὰρ ὅλον εἰ κινεῖται αὐτὸ ὑφ’ ἑαυτοῦ, ἤτοι ὑπὸ τῶν αὑτοῦ τινος κινήσεται ἢ ὅλον ὑπὸ ὅλου.” νῦν δὲ εὐθὺς ἕνα ἕκαστον προχειριζόμενος τῶν τρόπων τὰ ἑπόμενα ἄτοπα δείκνυσι. καὶ πρῶτον τὸ τὸ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι διὰ παραδειγμάτων ἀπεμφαῖνον δείξας,2 ἐφεξῆς ὅτι ἀδύνατόν ἐστιν ἐπιδείκνυσι. τὰ δὲ παραδείγματα· φέροι γὰρ ἄν, φησίν, ὅλον καὶ φέροιτο τὴν αὐτὴν φοράν, ἓν ὂν καὶ ἄτομον τῷ εἴδει, ἢ ἀλλοιοῖτο καὶ ἀλλοιοῖ, ὥστε διδάσκοι ἂν καὶ μανθάνοι ἅμα, καὶ ὑγιάζοι καὶ ὑγιάζοιτο τὴν αὐτὴν ὑγείαν· ἅπερ ὁ Εὔδημος διὰ τῶν αὐτῶν ὀνομάτων σαφέστερα πεποίηκε γράφων οὕτως· “ἆρα οὖν ἐνδέχεται φέρειν ὅλον ὅλον εἰπεῖν ἐπὶ τοῦ ὤμου, καὶ ἅμα τὸ αὐτὸ καὶ ἓν ἐπὶ τοῦ ὤμου φέρεσθαι τε εἶναι καὶ ἐπὶ τοῦ ὤμου φέρειν καὶ ἔχειν; ἢ τοῦτο μὲν οὐχ οἷόν τε, θερμαίνεσθαι δὲ ὅλον ὑφ’ ὅλου; καὶ πῶς; τὸ μὲν γὰρ θερμαῖνον θερμαίνει θερμὸν δηλονότι ὄν, τὸ δὲ θερμαινόμενον εἰς τὸ θερμὸν μεταβάλλει· εἰς ὃ δὲ μεταβάλλει, οὔπω ἐστὶν ἐκεῖνο, ἅμα δὲ εἶναι τὸ αὐτὸ θερμόν τε καὶ μὴ θερμὸν ἀδύνατον.” “Τῷ δὲ ἓν ὂν προσέθηκεν ὁ Ἀριστοτέλης τὸ καὶ ἄτομον τῷ εἴδει, ἤτοι, ὡς φησιν ὁ Ἀλέξανδρος, καὶ αὐτὸ ἐπὶ τοῦ κινουμένου λεγόμενον, ὥσπερ καὶ τὸ ἓν ὄν, ὡς ἴσον δυνάμενον τῷ ἓν τὸ ἐν ἀτόμῳ εἴδει· τὸ γὰρ ἐν ἀτόμῳ εἴδει ὂν κατὰ ἀριθμόν ἐστιν ἕν. ἢ τὸ μὲν ἐπὶ τοῦ κινουμένου εἴρηται, τὸ δὲ ἄτομον τῷ εἴδει ἐπὶ τῆς κινήσεως, ἵνα ᾖ τὸ ἑξῆς· κινήσει καὶ κινηθήσεται ἅμα ἓν ὂν τὴν αὐτὴν φορὰν καὶ ἄτομον τῷ εἴδει.” ταῦτα τοῦ Ἀλεξάνδρου λέγοντος μήποτε ἄμεινον ἄμφω τό τε ἓν ὂν καὶ τὸ ἄτομον τῷ εἴδει, ἐφ’ ὅλου τοῦ αὐτοκινήτου ἀκούειν,3 τὸ δὲ ἄτομον τῷ εἴδει δηλοῦν, ὅπως εἴρηται τὸ ἓν ὄν, ὅτι οὐκ ἀριθμῷ ἓν ἀλλ’ εἴδει ἕν, τοῦ ἀτόμου ἀντὶ τοῦ ἑνὸς εἰλημμένου. τὸ γὰρ ὅλον φέρον ἑαυτὸ καὶ ὅλον φερόμενον, καὶ ἀλλοιοῦν καὶ ἀλλοιούμενον τῷ εἴδει ἐστὶν ἕν, ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ, ὡς ὁδὶ ὁ χαμαιλέων, εἰ τύχοι, ὁ ἄτομος ἑαυτὸν χρωματίζων. ἐφιστάνω δὲ καί, πῶς ὁ Ἀλέξανδρος τὸ ἐν ἀτόμῳ εἴδει ὂν κατὰ ἀριθμὸν ἓν εἶναί φησι.4 τὸ μὲν γὰρ ‘ἐν ἀτόμῳ’ τὸ ἓν σημαίνειν ὁμολογῶ, ἄλλο μέντοι φημὶ τὸ κατ’ ἀριθμὸν ἓν εἶναι καὶ ἄλλο τὸ κατὰ εἶδος, καὶ ἀσφαλῶς τὸν Ἀριστοτέλη δηλῶσαι, πῶς εἶπεν τὸ ἓν ὄν, ὅτι οὐ κατ’ ἀριθμόν, ἀλλὰ κατ’ εἶδος. τὸ δὲ αὐτὸ καὶ πρὸ ὀλίγου ἐσήμανεν εἰπών· “δεῖ γὰρ μέχρι τῶν ἀτόμων διαιροῦντα λέγειν,” ἄτομα καὶ ἐκεῖ τὰ ἔσχατα εἴδη λέγων, ἀλλ’ οὐ τὰ κατ’ ἀριθμὸν ἀφοριζόμενα. καλῶς δὲ ὑγιάζειν καὶ ὑγιάζεσθαι τὴν αὐτὴν ὑγείαν εἶπεν· εἰ μὲν γὰρ ἄλλο τὸ ὑγιάζον ἦν, καὶ ἄλλο τὸ ὑγιαζόμενον, ἄλλη ἂν ἦν ἡ ἐν τῷ ἐνεργοῦντι ὑγεία καὶ ἄλλη ἡ ἐν τῷ πάσχοντι. ἐπειδὴ δὲ τὸ αὐτό ἐστι τὸ ὑγιάζον καὶ ὑγιαζόμενον, καὶ ἡ ὑγεία μία ἂν καὶ ἡ αὐτὴ εἴη. τοῦτο δὲ ἄτοπον τὴν αὐτὴν ἐνεργητικήν τε καὶ παθητικὴν εἶναι, ὅπερ ἐφεξῆς σαφέστερον ἀποδείκνυσιν.

“因此,不可能同一事物在推动的同时”至“既施行医治,又就同一种健康受到医治”。 欧德谟在预先说明了同一事物进行推动是由柏拉图传布开来之后,首先对事物得以被称为自运动者的诸种方式作出划分,他这样写道:“因为要么是整体推动整体,要么是部分推动整体,或者反过来,要么是部分推动部分。但我们说‘首要地推动’,是指依靠自身推动而非依靠另一者推动,且通过自身而非通过别的事物推动。”于是,他以此方式逐一排除了其中的三种方式,证明唯有部分推动且部分受推动之物才能够成为自运动者,而在这类事物中,〔唯有〕在其自身之内具有某种本身不动却进行推动者、以及受推动者之物〔才能够如此〕。然而亚里士多德[起初]并没有采纳这一划分,但随着论述推进,当他说“因为整体若由自身推动,它要么受其自身某一部分推动,要么整体受整体推动”时,他简要地给出了这划分。但现在他立即逐一考察这些方式,指明随之而来的荒谬。他首先通过实例指出了整体受其自身整体推动是不合理的,接着证明这是不可能的。这些实例是:他说,它将在同一种位置移动中作为整体进行运载并被运载,作为一个且在种上不可分;或者在变质的同时也被变质,从而在施教的同时也在受教,并且既施行医治,又就同一种健康受到医治。欧德谟运用相同的词句,通过如下行文使这些道理更为明了:“那么,是否可能说整体在肩上运载整体,并且同一且单一之物在肩上被运载的同时,又在肩上运载并承受着?或者说这确实不可能,但整体由整体加热是可能的?又如何可能?因为加热者显然因是热的才加热,而受热者向着热转变;但转变所朝向的事物,它尚未是那事物,而同一事物在同一时刻既是热的又是非热的,这是不可能的。” 在“作为一个”之外,亚里士多德又补充了“且在种上不可分”;这要么如亚历山大所说,它本身如同“作为一个”那样也是针对被推动者而言的,因为“在不可分之种中”的效力等同于“一”——因为在不可分之种中的事物是在数上的一;要么,“[作为一个]”是针对被推动者而言,而“在种上不可分”则是针对运动而言,以便文意承接为:“作为一个的同时,在同一种且在种上不可分的位移中同时进行推动和被推动”。在亚历山大这样主张时,或许将“作为一个”与“在种上不可分”两者都理解为针对自运动者的整体更为妥当,而“在种上不可分”则表明“作为一个”是如何被言说的,即它并非在数上是一,而是在种上是一,“不可分的”被用来替代“一”。因为就整体而言运载自身且就整体而言被运载者,以及变质并被变质者,在种上是一,但在数上并不是一,比如假若是眼前这只正在使自身变色的个别变色龙。而且我也质疑,亚历山大怎么能说在不可分之种中的事物在数上是一。因为我虽赞同“在不可分之中”表示一,但我认为在数上是一与在种上[是一]是两码事,并且亚里士多德稳妥地表明了他所谓“作为一个”的意思,即并非在数上而是在种上。他在不久前也表示了同样的意思,当时他说:“因为必须划分直到不可分者而言说”,他在那里所说的不可分者也是指终极之种,而不是在数上被限定的事物。他说“既施行医治,又就同一种健康受到医治”也是十分贴切的;因为如果医治者与受医治者是不同的,那么施行活动者之中的健康与承受受动者之中的健康就会是不同的。但既然医治者与受医治者是同一的,健康亦将是单一且同一的。而同一种〔健康〕既是能动的又是受动的,这是荒谬的,这一点他在接下来的部分中证明得更为明确。

语法注4 条
  1. 8.43κινεῖν δὲ λέγομεν πρώτως τὸ αὑτῷ κινεῖν οὐ τὸ ἑτέρῳ

    与格 αὑτῷ 和 ἑτέρῳ 是表示手段或原因的工具与格,在紧随其后的文字中被介词短语 διʼ αὑτό 与 διʼ ἄλλο(加宾格)所并列释义。冠词加不定词短语 τὸ αὑτῷ κινεῖν 作 λέγομεν 的宾语成分。

  2. 8.43τὸ τὸ ὅλον ὑφ’ ὅλου ἑαυτοῦ κινεῖσθαι διὰ παραδειγμάτων ἀπεμφαῖνον δείξας

    双重中性冠词 τὸ τὸ ὅλον ... κινεῖσθαι 将整个不定词从句(“整体由其自身整体推动”)名词化,充当分词 δείξας 的直接宾格宾语,ἀπεμφαῖνον 处于谓词位置,意为“表明其为不合理的”。

  3. 8.43μήποτε ἄμεινον ἄμφω τό τε ἓν ὂν καὶ τὸ ἄτομον τῷ εἴδει, ἐφ’ ὅλου τοῦ αὐτοκινήτου ἀκούειν

    μήποτε 搭配形容词 ἄμεινον [ἐστί]是表达委婉主张或审慎建议的惯用结构(“或许……更为妥当”)。不定词 ἀκούειν 在此意为“理解”、“领会”,支配宾格成分 ἄμφω τό τε ἓν ὂν καὶ τὸ ἄτομον τῷ εἴδει。

  4. 8.43ἐφιστάνω δὲ καί, πῶς ὁ Ἀλέξανδρος τὸ ἐν ἀτόμῳ εἴδει ὂν κατὰ ἀριθμὸν ἓν εἶναί φησι

    动词 ἐφιστάνω 在此意为“提出质疑”或“提请注意”(将心思留驻于某事),引出间接疑问从句 πῶς ... φησι 作为其宾语从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1233.34-1235.8