← 辛普里丘

亚里士多德《物理学》注释

§1232.33-1233.33

自运动者的优先性与可分性原理的引入

辛普里丘注解亚里士多德《物理学》第8卷第5章(257a27–257a33),通过三段论梳理了自运动者何以比受他物推动者更是运动的第一原理,并阐明了为何引入第5卷中已证明的可分性原理作为“另一原理”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.41

" Ἀλλὰ μὴν καὶ εἴ γε δέοι σκοπεῖν ἕως τοῦ λαβοῦσιν ἄλλην ἀρχήν.1" Δείξας ὅτι τὸ πρῶτον κινοῦν ἢ ἀκίνητον ἢ αὐτοκίνητον εἶναι ἀνάγκη, εἴπερ μὴ ἀεὶ ὑπὸ κινουμένου ἔξωθεν κινεῖται τὸ κινούμενον, νῦν τέως ὅτι τὸ αὐτοκίνητον ἀρχὴ κινήσεώς ἐστιν ἤπερ τὸ ὑπ’ ἄλλου κινούμενον καὶ οὕτω κινοῦν, δείκνυσιν διὰ τοιούτου τινὸς συλλογισμοῦ· τὸ αὐτοκίνητον καθ’ αὑτὸ αἴτιον κινήσεως, ὥσπερ τὸ ὑπ’ ἄλλου κινούμενον καὶ ταύτῃ κινοῦν καθ’ ἕτερον· τὸ καθ’ αὑτὸ αἴτιον κινήσεως πρότερον καὶ ἀρχικώτερόν ἐστι τοῦ καθ’ ἕτερον. καὶ ὅτι μὲν τὸ αὐτοκίνητον καθ’ αὑτὸ αἴτιον τοῦ κινεῖσθαι, εἴπερ ἐξ ἑαυτοῦ καὶ τὸ κινεῖν ἔχει καὶ τὸ κινεῖσθαι, πρόδηλον· καθ’ ἕτερον δὲ τὸ ὑπ’ ἄλλου κινούμενον, ἵνα κινήσῃ. ὅτι δὲ τὸ καθ’ αὑτὸ αἴτιον κινήσεως τοῦ καθ’ ἕτερον ἀρχικώτερον καὶ αἰτιωδέστερόν ἐστι, καὶ τοῦτο δῆλον. τοῦ γὰρ ‘καθ’ ἕτερον’ διχῶς λεγομένου ἢ κατὰ συμβεβηκὸς ἢ δι’ ἄλλο, οὔτε τὸ κατὰ συμβεβηκός ἐστι μὴ προτερεύοντος τοῦ καθ’ αὑτό, οὔτε τὸ δι’ ἄλλο μὴ πρότερον ὄντος τοῦ δι’ αὑτό, ὅπερ ἐστὶ τὸ καθ’ αὑτό. ὥστε τὸ αὐτοκίνητον πρῶτον αἴτιον καὶ ἀρχὴ τῶν κινούντων τε καὶ κινουμένων. ζητῶν δὲ ἐφεξῆς, πῶς τοῦτο κινεῖ ἑαυτὸ ἐκ τῆς διαιρέσεως αὐτοῦ τῆς εἰς τὸ κινοῦν καὶ κινούμενον εὑρήσει τε καὶ δείξει πάλιν τὸ πρῶτον κινοῦν ἀκίνητον. ἄλλην δὲ ἀρχὴν λαμβάνειν λέγει τὴν ὅτι πᾶν τὸ κινούμενον διαιρετόν ἐστιν, ἣν ἀπέδειξε μὲν ἐν τῷ πέμπτῳ βιβλίῳ ταύτης τῆς πραγματείας, οὐ μέντοι ταύτῃ προσεχρήσατο ἐν τοῖς προλαβοῦσιν, ἀλλὰ τῇ λεγούσῃ πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖσθαι καὶ τῇ πᾶν τὸ κινούμενον ἢ κατὰ φύσιν ἢ παρὰ φύσιν κινεῖσθαι. διὰ τοῦτο οὖν εἶπεν λαβοῦσιν ἄλλην ἀρχήν. ζητεῖ δέ, πῶς τὸ αὐτοκίνητον κινεῖται καὶ τίς ὁ τρόπος αὐτῷ τῆς κινήσεως, εὑρίσκων ἐκ τούτου, ὅτι τῶν ὄντων τὰ μέν ἐστιν ἀκίνητα, τὰ δὲ ἀεικίνητα, τὰ δὲ ποτὲ μὲν κινούμενα ποτὲ δὲ ἠρεμοῦντα.

“然而,即使应当进行考察”至“对于采取另一原理者”。 既然他已表明,假若被推动者并非总是受外在受推动之物推动,第一推动者必然要么是不动者,要么是自运动者;现在他暂且通过如下的三段论证明,自运动者比受另一者推动并以此方式推动之物更是运动的原理:自运动者自体即是运动的原因,正如受另一者推动并以此推动之物依另一者是原因那样;自体即是运动之原因者,先于且更本原于依另一者是原因者。自运动者自体即是受推动的原因,这是显而易见的,既然它从自身同时拥有推动和受推动;而为进行推动而受另一者推动者则是依另一者〔是原因〕。而自体即是运动之原因者比依另一者是原因者更本原且更具原因性,这也是清楚的。因为“依另一者”有两种说法,要么是依偶性,要么是通过另一者;而若非自体者居先,依偶性者便不存在;若非通过自身者——即自体者——居先,通过另一者之物亦不存在。因此,自运动者是推动者与被推动者的第一原因和原理。接着他探讨这自运动者如何推动自身,根据它区分为推动部分与被推动部分的划分,他将再次发现并证明第一推动者是不动的。而他说“采取另一原理”,指的是“凡受推动者皆是可分的”这一原理;这一原理他虽在本论著的第五卷中已作证明,但在前文中并未额外使用它,而是使用了“凡受推动者皆受某物推动”以及“凡受推动者要么依自然要么反自然而运动”这两条原理。正因如此,他才说“对于采取另一原理者”。他进而探求自运动者如何受推动,以及对于它而言运动的方式是什么,并由此发现:在存在者中,有些是不动的,有些是恒常运动的,有些则时而运动时而静止。

§8.42

"Ἀναγκαῖον δὴ τὸ κινούμενον ἅπαν ἕως τοῦ ὅτι πᾶν τὸ κινούμενον καθ’ αὑτὸ συνεχές." Ἐν τῷ πέμπτῳ ταύτης τῆς πραγματείας ἔδειξεν, ὅτι πᾶν τὸ κινούμενον καθ’ αὑτὸ συνεχές τέ ἐστι καὶ διαιρετόν. ἐδείχθη δὲ τῷ τὸ κινούμενον μήτε ἐν τούτῳ εἶναι, εἰς ὃ κινεῖται,2 μήτε ἐν τούτῳ ἔτι, ἐξ οὗ κινεῖται, ἀλλὰ τὸ μέν τι αὐτοῦ ἐν τούτῳ, τὸ δὲ ἐν ἐκείνῳ, τὸ δὲ τοιοῦτον διαιρετόν. τοῦτο οὖν ἀρχὴν νῦν ποιεῖται τῆς περὶ τοῦ αὐτοκινήτου ζητήσεως. ἔνεστι δὲ καὶ ἐντεῦθεν συλλογίζεσθαι, ὅτι ἐπειδὰν μὲν ἐν τοῖς Περὶ φύσεως εἰρῆσθαί τι αὐτῷ λέγῃ, τὰ πέντε λέγει τὰ πρῶτα τῆσδε τῆς πραγματείας βιβλία· ἐπειδὰν δὲ ἐν τοῖς Περὶ κινήσεως, τὰ τρία ἂν λέγοι τὰ τελευταῖα.

“凡受推动者必然”至“凡自体受推动者皆是连续的”。 在本论著的第五卷中他已表明,凡自体受推动者既是连续的又是可分的。而这是通过如下理由证明的:被推动者既非处于它所走向的那个终点之中,亦非仍处于它所来自的那个起点之中,而是它的一部分在此处,另一部分在彼处,而此类事物是可分的。因此,他现在将此作为关于自运动者之探求的原理。由此亦可推知,每当他说自己在《论自然》中谈到了某事时,他指的是本论著的前五卷;而每当说在《论运动》中时,他指的当是后三卷。

语法注2 条
  1. 8.41λαβοῦσιν ἄλλην ἀρχήν

    与格分词短语 λαβοῦσιν 承袭了亚里士多德原文(257a31–32)的句法,在动形容词 σκεπτέον 旁充当与格施事主语(“对于采取另一原理的人而言”)。

  2. 8.42τῷ τὸ κινούμενον μήτε ἐν τούτῳ εἶναι, εἰς ὃ κινεῖται, μήτε ἐν τούτῳ ἔτι, ἐξ οὗ κινεῖται

    带冠词的与格不定式 τῷ ... εἶναι 在前置被动动词 ἐδείχθη 之后充当手段或理由的与格(“通过……[得以证明]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg4013.tlg004.humanitext-grc1:1232.33-1233.33